Ancient Greek · ~7 min
Episode 7, lines 7.785-7.829
Sophocles, Οἰδίπους Τύραννος 7.785-829
Not analysed yet
κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼ
ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ· ὑφεῖρπε γὰρ πολύ.
λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια
καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼ
ἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν,
φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν,
ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα
ἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
ὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
ξυνηντίαζον· κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼν
αὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω διʼ ὀργῆς· καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ,
ὄχου παραστείχοντα τηρήσας, μέσον
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμως
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐου τι συγγενές,
τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος;
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ;
ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινι
δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν δʼ ἀπʼ οἴκων. καὶ τάδʼ οὔτις ἄλλος ἦν
ἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς.
λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
χραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός;
ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον;