Ancient Greek · ~7 min
Episode 6, lines 6.582-6.625
Sophocles, Τραχίνιαι 6.582-625
Not analysed yet
κακὰς δὲ τόλμας μήτʼ ἐπισταίμην ἐγὼ
μήτʼ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ·
φίλτροις δʼ ἐάν πως τήνδʼ ὑπερβαλώμεθα
τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφʼ Ἡρακλεῖ,
μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ
πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.
ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,
δοκεῖς παρʼ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.
οὕτως ἔχει γʼ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν
ἔνεστι, πείρᾳ δʼ οὐ προσωμίλησά πω·
ἀλλʼ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδʼ εἰ δοκεῖς
ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
ἀλλʼ αὐτίκʼ εἰσόμεσθα, τόνδε γὰρ βλέπω
θυραῖον ἤδη· διὰ τάχους δʼ ἐλεύσεται.
μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθʼ· ὡς σκότῳ
κἂν αἰσχρὰ πράσσῃς, οὔποτʼ αἰσχύνῃ πεσεῖ.
τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,
ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
ἀλλʼ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,
ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,
ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,
δώρημʼ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
διδοὺς δὲ τόνδε φράζʼ ὅπως μηδεὶς βροτῶν
κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,
μηδʼ ὄψεταί νιν μήτε φέγγος ἡλίου
μήθʼ ἕρκος ἱερὸν μήτʼ ἐφέστιον σέλας,
πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς
δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
οὕτω γὰρ ηὔγμην, εἴ ποτʼ αὐτὸν ἐς δόμους
ἴδοιμι σωθέντʼ ἢ κλύοιμι πανδίκως,
στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς
θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
καὶ τῶνδʼ ἀποίσεις σῆμʼ, ὃ κεῖνος εὐμαθὲς
σφραγῖδος ἕρκει τῷδʼ ἐπὸν μαθήσεται.
ἀλλʼ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,
τὸ μὴ ʼπιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·
ἔπειθʼ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι
κἀμοῦ ξυνελθοῦσʼ ἐξ ἁπλῆς διπλῆ φανῇ.
ἀλλʼ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην
βέβαιον, οὔ τι μὴ σφαλῶ γʼ ἐν σοί ποτε,
τὸ μὴ οὐ τόδʼ ἄγγος ὡς ἔχει δεῖξαι φέρων,
λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.
στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι
τά γʼ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.