# Τραχίνιαι 8.803-820

Sophocles, Τραχίνιαι, Episode 8, lines 8.803-8.820. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-7/8.803

τοσαῦτʼ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει
θέντες σφε πρὸς γῆν τήνδʼ ἐκέλσαμεν μόλις
βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα
ἢ ζῶντʼ ἐσόψεσθʼ ἢ τεθνηκότʼ ἀρτίως.
τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασʼ ἐμῷ
καὶ δρῶσʼ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη
τίσαιτʼ Ἐρινύς τʼ. εἰ θέμις δʼ, ἐπεύχομαι·
θέμις δʼ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες,
πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ
κτείνασʼ, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.
τί σῖγʼ ἀφέρπεις; οὐ κάτοισθʼ ὁθούνεκα
ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;
ἐᾶτʼ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν
αὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλός.
ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν
μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;
ἀλλʼ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν
τὠμῷ δίδωσι πατρί, τήνδʼ αὐτὴ λάβοι.

---

Sophocles, Τραχίνιαι, ed. Francis Storr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg001.local001/.
