# Αἴας μαστιγοφόρος 1.1209-1253

Sophocles, Αἴας μαστιγοφόρος, Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.1209-1.1253. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text/1.1209

ταῦτ’ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
ποίου κέκραγας ἀνδρὸς ὧδ’ ὑπέρφρονα;
ποῦ βάντος ἢ ποῦ στάντος, οὗπερ οὐκ ἐγώ;
οὐκ ἆρ’ Ἀχαιοῖς ἄνδρες εἰσὶ, πλὴν ὅδε;
πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
ἀγῶνας Ἀργείοισι κηρύξαι τότε,
εἰ πανταχοῦ φανούμεθ’ ἐκ Τεύκρου κακοὶ,
κοὐκ ἀρκέσει ποθ’ ὑμὶν, οὐδ’ ἡσσημένοις,
εἴκειν ἅ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς.
ἀλλ’ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που,
ἢ σὺν δόλῳ κεντήσεθ’ οἱ λελειμμένοι.
ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
κατάστασις γένοιτ’ ἂν οὐδενὸς νόμου,
εἰ τοὺς δίκη νικῶντας ὲξωθήσομεν
καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
ἀλλ’ εἰρκτέον τάδ’ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς,
οὐδ’ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
ἀλλ’ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
καὶ σοὶ προςέρπον τοῦτ’ ὲγὼ τὸ φάρμακον
ὁρῶ τάχ , εἰ μὴ νοῦν κατακτήσει τινά.
ὃς ἀνδρὸς οὐκέτ’ ὄντος, ἀλλ’ ἤδη σκιᾶς,
θαρσῶν ὑβρίζεις κἀξελευὅεροστομεῖς.
οὐ ὅωφρονήσεις; οὐ μαὅὼν ὃς εἶ φύσιν,
ἄλλον τιν’ ἄξεις ἄνδρα δεὖρ’ ἐλεύθερον,
ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
σοῦ γὰρ λέγοντος οὐκέτ’ ἂν μάθοιμ’ ἐγώ·
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαίω.
εἴθ’ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν.
τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
φεῦ. τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
χάρις διαρρεῖ καὶ προδοῦσ’ ἁλίσκεται,
εἰ σοῦ γ’ ὅδ’ ἁνὴρ οὐδ’ ἐπὶ σμικρῶν λόγων,
Αἴας, ἔτ’ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
τὴν σὴν προτείνων προὔκαμες ψυχὴν δορί.
ἀλλ’ οἴχεται δὴ πάντα ταὖτ’ ἐῤῥιμμἐνα.
ὦ πολλὰ λέξας ἄρτι κἀνόνητ’ ἔπη,
οὐ μνημονεύεις οὐκέτ’ οὐδὲν, ἡνίκα
ἑρκέων ποθ’ ὑμᾶς οὗτος ὲγκεγλεισμένους,
ἤδη τὸ μηδὲν ὄντας ἐν τροπῇ δορὸς,
ἐῤῥύσατ’ ἐλθὼν μοῦνος· ἀμφὶ μὲν νεῶν
ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;

---

Sophocles, Αἴας μαστιγοφόρος, ed. Christian Lobeck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg003.local001/.
