# Αἴας μαστιγοφόρος 1.201-262

Sophocles, Αἴας μαστιγοφόρος, Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.201-1.262. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text/1.201

ἐμοὶ δ’ ἄχος ἕστακεν.
Ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
γενεᾶς χθονίων ἀπ’ Ἐρεχθειδᾶν,
ἔχομεν στοναχὰς οἱ κηδόμενοι
τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
νῦν γὰρ ὁ δεινὸς, μέγας, ὠμοκρατὴς
Αἴας θολερός
κεῖται χειμῶνι νοσήσας.
τί δ’ ἐνήλλακται τῆς ἀμερίας
νὺξ ἥδε βάρος;
παῖ τοῦ Φρυγίου Τελεύταντος,
λέγ’, ἐπεὶ σὲ, λέχος δουριάλωτον,
στέρξας ἀνέχει θούριος Αἴας,
ὥστ’ οὐκ ἂν ἄιδρις ὑπείποις.
Πῶς δῆτα λέγω λόγον ἄῤῥητον;
θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσει.
μανίᾳ γὰρ ἁλοὺς ἧμιν ὁ κλεινὸς
νύκτερος Αἴας ἀπελωβήθη.
τοιαῦτ’ ἂν ἴδοις σκηνῆς ἔνδον
χειροδάικτα σφάγι’ αίμοβαφῆ,
κείνου χρηστήρια τἀνδρός.
Οἵαν ἐδήλωσας ἀνδρὸς
αἴθοπος ἀγγελίαν,
ἄτλατον οὐδὲ φευκτὰν,
τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
τὰν ὁ μέγας μῦθος ἀέξει.
Οἴ μοι, φοβοῦμαι τὸ προςἐρπον· περίφαντος ἀνὴρ
θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς
κελαινοῖς ξίφεσιν βοτὰ καὶ
βοτῆρας ἱππονώμους.
ὦ μοι, κεῖθεν, κεῖθεν ἄρ’ ἡμῖν
δεσμῶτιν ἄγων ἤλυθε ποίμναν·
ὧν τὴν μὲν ἔσω σφάζ’ ἐπὶ γαίας,
τὰ δέ πλευροκοπῶν διχ’ ἀνερρήγνυ.
δύο δ’ ἀργίποδας κριοὺς ἀνελὼν
τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
ῥιπτεῖ θερίσας, τὸν δ’ ὀρθὸν ἄνω
κίονι δήσας
μέγαν ίπποδέτην ῥυτῆρα λαβὼν
παίει λιγυρᾷ μάστιγι διπλῆ,
κακὰ δεννάζων ῥήμαθ’, ἃ δαίμων
κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
Ὥρα τιν’ ἤδη κάρα κα-
λύμμασι κρυψάμενον
ποδοῖν κλοπὰν ἀρέσθαι,
ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
ποντοπόρῳ ναὶ μεθεῖναι.
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
καθ’ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη
ξυναλγεῖν μετά τοῦδε τυπεὶς,
τὸν αἶσ’ ἄπλατος ἴσχει.
Οὐκ ἔτι· λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς
ᾄξας ὀξὺς νότος ὣς, λήγει.
καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει.
τὸ γὰρ ὲςλεύσσειν οἰκεῖα πάθη,
μηδενὸς ἄλλου παραπράξαντος
μεγάλας ὀδύνας ὑποτείνει.
Ἀλλ’ εἰ πέπαυται, κάρτ’ ἂν εὐτυχεῖν
δοκῶ. φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Πότερα δ’ ἂν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
ἢ κοινὸς ὲν κοινοῖσι λυπεῖσθαι ξυνών;

---

Sophocles, Αἴας μαστιγοφόρος, ed. Christian Lobeck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg003.local001/.
