# Αἴας μαστιγοφόρος 1.660-714

Sophocles, Αἴας μαστιγοφόρος, Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.660-1.714. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text/1.660

ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
τῇ λευκοπώλῳ φέγγος ἡμψᾳ φλέγειν.
δεινῶν τ’ ἄημα πνευμάτων ἐκοίμισε
στένοντα πόντον· ὲν δ’ ὁ παγκρατὴς ὕπνος
λύει πεδήσας οὐδ’ ἀεὶ λαβὼν ἔχει.
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
ἐγὼ δ’, ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
ὅ τ’ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ’ ἐχθαρτέος,
ὡς καὶ φιλήσων αὖθις· ἔς τε τὸν φίλον
τοσαῦθ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ
βροτῶν ἄπιστός ὲσθ’ ἑταιρίας λιμήν.
ἀλλ’ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
ἔσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,
εὔχου τελεῖσθαι, τοὐμὸν ὧν ἐρᾷ κέαρ.
ὑμεῖς θ , ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
τιμᾶτε, Τεύκρῳ τ’, ἢν μόλῃ, σημήνατε
μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ ὑμῖν ἄμα.
ἐγὼ γὰρ εἶμ’ ὲκεῖσ’, ὅποι πορευτέον·
ύμεῖς δ’ ἃ φράζω δρᾶτε, καὶ τάχ’ ἄν μ’ ἴσως
πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.
ἔφριζ’ ἔρωτι, περιχαρὴς δ’ ἀνεπτόμαν.
ἰὼ, ἰὼ, Πὰν, Πὰν,
ὦ Πὰν, Πὰν ἁλίπλαγκτε Κυλλανίας χιονοκτύπου
πετραίας ἀπὸ δειράδος
φάνηθ’, ὦ θεῶν χοροποί’ ἄναξ,
ὅπως μοι Νύσια Κνώσι’ ὀρχήματ’
αὐτοδαῆ ξυνὼν ἰάψῃς.
νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
Ἰκαρίων δ’ ὑπὲρ πελαγέων
μολὼν ἄναξ Ἀπόλλων
ὁ Δάλιος, εὔγνωστος
ἐμοὶ ξυνείης διὰ παντὸς εὔφρων.
ἔλυσε γὰρ αἰνὸν ἄχος ἀπ’ ὀμμάτων Ἄρης.
ἰὼ, ἰὼ. νῦν αὖ,
νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
θοῶν ὠκυάλων νεῶν,
ὅτ’ Αἴας λαθίπονος πάλιν,
θεῶν δ’ αὖ πά θύτα θέσμι’ ὲζήνυσ’
εὐνομίᾳ σέβων μεγίστᾳ.
πάνθ’ ὁ μέγας χρόνος μαραίνει τε καὶ φλέγει,
κοὐδὲν ἀναύδητον φατισαιμ’ ἂν
εὖτέ γ’ ἐξ ἀέλπτων
Αἴας μετανεγνώσθη
θυμῶν Ἀτρείδαις μεγάλων τε νεικέων.
Ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω,
Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
κρημνῶν· μέσον δὲ προςμολὼν στρατήγιον
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
στείχοντα γὰρ πρόσωθεν αὐτὸν ὲν κύκλῳ
μαθόντες ἀμφέστησαν, εἶτ’ ὀνείδεσιν
ἤρασσον ἔνθεν κἄνθεν, οὔ τις ἔσθ’ ὅς οὒ,
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
ξύναιμον ἀποκαλοῦντες. ὡς οὐκ ἀρκέσοι
τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.

---

Sophocles, Αἴας μαστιγοφόρος, ed. Christian Lobeck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg003.local001/.
