# In Aristotelis Libros De Anima Paraphrasis Προοιμιον.1

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, Προοιμιον. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/%CE%A0%CF%81%CE%BF%CE%BF%CE%B9%CE%BC%CE%B9%CE%BF%CE%BD.1

Τοῖς τῶν Ἀριστοτελικῶν συνταγμάτων ἐξηγηταῖς ἄλλοις ἄλλως ἐπῆλθε περᾶναι τὰ τῆς ὑποθέσεως. οἱ μὲν γάρ, ὅσοιπερ αὐτὸ τοῦτο ἐξηγηταί, ἰδίως ἐκθέμενοι καὶ κατὰ μέρος τὸ κείμενον τὴν ἑρμηνείαν ἐπισυνῆψαν, σώαν τε κἀν τῇ διαιρέσει τὴν λέξιν τοῦ φιλοσόφου τηρήσαντες καὶ τὰ παρ’ ἑαυτῶν προσέφερον εἰς σαφήνειαν. οὗτοι δέ εἰσιν οἱ περὶ Σιμπλίκιον καὶ Ἀμμώνιον καὶ Φιλόπονον καὶ Ἀλέξανδρον πρότερον τὸν Ἀφροδισέα καὶ ἑτέρους πλείστους, οἳ πολυστίχους συντάξεις πολλῶν γεμούσας καλῶν εἰς τὰς διαφόρους τῶν Ἀριστοτέλους κατέλιπον πραγματείας. οἱ δὲ τρόπον ἕτερον· αὐτὸν γὰρ ὑποδύντες Ἀριστοτέλην καὶ τῷ τῆς αὐταγγελίας προσχρησάμενοι προσωπείῳ, ὡς εὐσύνοπτον καὶ τὸ πᾶν ἓν εἴη καὶ μὴ διακόπτοιτο, τὴν μὲν λέξιν παρῆκαν αὐτήν, οὔτε διῃρημένην οὔθ’ ἡνωμένην τοῖς ὑπομνήμασι συνταξάμενοι μόνον δὲ τὸν νοῦν συνεσταλμένον τῇ τοῦ ἀνδρὸς περινοίᾳ ἤ που κἄν τῇ περὶ τὴν λέξιν ἀσαφείᾳ καὶ τῇ τῆς ἀπαγγελίας δεινότητι πολὺ γὰρ τὸ νοερὸν αὐτῷ καὶ γοργόν) ἐξαπλώσαντες καὶ καθάραντες καὶ σχήμασι καὶ περιόδοις κοσμήσαντες, οὗ προσδεῖσθαι συννενοήκασιν, ὥσπερ ἂν εἰ καὶ περὶ ἰδίας πραγματείας τὸν πόνον συνθέμενοι, τὸ δόξαν αὐτοῖς συνεπέραναν, οὐκ ἐξηγηταὶ μᾶλλον ἢ παραφρασταὶ καὶ κλήσει καὶ πράγματι, οἷος ὁ εὐφραδὴς Θεμίστιος εἰς πλείονα τῶν Ἀριστοτέλους πεποίητο πρότερον καὶ ψελλὸς ὕστερον μιμησάμενος ἐν τῇ λογικῇ καὶ ἕτεροι. καὶ οἱ μὲν μόνον σαφηνίσαι τὸ κείμενον καὶ τὸν νοῦν ἐκφάναι προήχθησαν, ὅσον ἡ λέξις ἐχώρησε, τῷ τεχνικῷ καθάπαξ ἑπόμενοι· οἱ δὲ καὶ ἐπιστασίας καὶ ἐπιβολάς, ἃς ἐφεῦρον, τὰς χρησιμωτάτας ἐπισυνῆψαν καὶ θεωρημάτων πλῆθος ἑκάστῳ τῶν κεφαλαίων προσέφερον, τῆς τε ἐπιστημονικῆς αὐτῶν ἕξεως ἔλεγχον τοῦ τε πολυμαθοῦς καὶ τῆς διὰ πάντων ἀκρότητος, ευπορον ἐντεῦθεν τὴν εἰς φιλοσοφίαν ὁδὸν τοῖς μετ’ αὐτοὺς ὑπολείποντες, ταῖς τε ἀνακυπτούσαις ἀπορίαις γενναιοτάτας τὰς λύσεις ἐπήνεγκαν· καὶ τὸ ὅλον ὑπὲρ ἁπάντων εἰπεῖν, οἰκείως τῇ ἑαυτοῦ προθέσει ἀπήντησεν ἕκαστος. εἰ δὲ τούτων ὄντων καὶ αὐτός τι συμβαλέσθαι προῄρημαι, περιττὸς ἄν δόξαιμι, μὴ ἀποχρῶσαν τὴν ἀπολογίαν εὑρών, καὶ εἰ μὴ καινόν τι τὸ παρ’ ἐμοῦ, καί τί που καὶ συνεισφέρον χρήσιμον. γνοίη δ’ ἄν τις, εἰ τὸ συμβὰν ἑκατέροις διάφορον σκέψοιτο. τοῖς μὲν οὖν ἐξηγηταῖς εἰ καὶ ἡ λέξις διῃρημένη τετήρητο, ἀλλ’ οὖν τὸν νοῦν διεσ·πάσθαι ἀνάγκη καὶ μὴ πάνυ τι σώζειν τὸ συνεχές, τῷ τε μήκει τοῦ λόγου εὐπετῶς τῆς διανοίας οὐχ ἑπομένης καὶ ταῖς μεταξὺ σχολαῖς, ἃς ἀναγκαίας τὸ περὶ τὴν λέξιν ἀσαφὲς αὐτοῖς ἐνεποίησε. τίς γὰρ οὐκ οἶδεν ὥσπερ εἰ χρησμούς τινας πολλαχοῦ τὴν Ἀριστοτελικὴν οὖσαν φράσιν καὶ μαντείας δεῖσθαι; διαρθροῦντες γοῦν ἐν μέσῳ τὸ τῆς συντάξεως ἔστιν οἷς δοκοῦν ἀκατάλληλον, ἤ που δὲ καὶ παράχρησιν λέξεως καὶ συνδέσμων ἀκαιρίαν, ἔτι δὲ καὶ κώλων ἔστιν ὅτε μεταθέσεις ὅλων καὶ προσθήκην ἢ ἔλλειψιν καὶ περιόδων κατὰ τάξιν ὑπαλλαγήν , καὶ τὸ ὥσπερ ἀπερρηγμένον αὐτῶν ἐπισυνάπτοντες, τῇ τε τῶν ἀποριῶν ἐπεισαγωγῇ καὶ τῶν λύσεων πολλὰ κατατρίβουσιν, ὡς μὴ εὐχερές τισιν εἶναι κἀν ταῖς παρατροπαῖς τὸ συνεχὲς ἔχειν, ἀλλὰ κινδυνεύειν ἐπιλελῆσθαι τῇ μεταξυλογίᾳ καὶ τῆς ἀρχῆς καὶ τοῖς ἑξῆς συγκεχυμένως προσφέρεσθαι. τοῖς δὲ παραφράσασι τοῦτο μὲν οὐ πρόσεστι καθάπαξ τὴν λέξιν παρεῖσιν, ἐκεῖνο δ’ οὖν ἀναγκαίως· τὸν γὰρ νοῦν ἑαυτῷ συνηγμένον καὶ ἠρτημένον, ὡς εἴρηται, μετὰ τῆς σφῶν αὐτῶν συνθέμενοι λέξεως καὶ ἐπὶ ποσόν τι παραβολαῖς καὶ παραδείγμασιν ἐπεκτείναντες εἰς σαφήνειαν, ἔτι ζητεῖν τὸ κείμενον αὐτὸ πρὸς τὸ ἐντελὲς ὑπελείποντο. οὐ γὰρ ἀπόχρη καθάπαξ ταῦτά τε ἐπιέναι κἀκεῖνα μαθεῖν, οὐδὲ ἀγαπῶμεν ἀρκεῖσθαι τοῖς παρ’ ἐκείνων, εἰ μὴ καἰ τῶν πρώτων ἐξέσται τυχεῖν, τῇ λέξει τοῦ φιλοσόφου προσκείμενοι· δεῖσθαι γοῦν διὰ ταῦτα ἐξηγητοῦ καὶ πάλιν εἰς τὰ αὐτὰ φέρεσθαι καὶ διπλοῦν τὸν πόνον ἀνέχεσθαι. ἐδόκει δέ, εἴ τις ἐξηγούμενος μετὰ τοῦ φυγεῖν τὸν ἐν ταῖς ἐξετάσεσι σκεδασμὸν ἔτι καὶ τὴν λέξιν αὐτὴν ἀμηγέπη φυλάξαι διηρθρωμένην ἰσχύσειεν, ἢ μιγνύων μέν πως εὐκρινῶς ἢ κατὰ διαστάσεις ἄλλως καὶ ὥσπερ ἐκεῖνοι τιθέμενος συνεχῆ δὲ ταῖς διὰ μέσου τῶν ἐξηγήσεων, ὥστε συμφωνεῖν καὶ τὸ ὅλον ἓν τῷ ἑξῆς εἶναι καὶ ἑαυτοῦ ἠρτῆσθαι σπουδάσειεν, εἶτα καὶ αὐτοπροσώπως ἐκδοίη τὸ σύνταγμα, τάχ’ ἄν τι καινὸν ἡμῖν ἐν τοῖς Ἀριστοτελικοῖς καταλείψειε. καὶ ῥᾳστώνην τινὰ τῇ ἐπὶ τῇ ἀναγνώσει ὀρέξει σπουδῇ, εἴ γε στήσει τὴν ἔφεσιν ἀρκέσας ἐν ἀμφοτέροις, καὶ μετὰ τῆς ἑρμηνείας ὥσπερ συμπεφρασμένον αὐτὸ δοὺς κατέχειν τὸ κείμενον, τῶν μὲν ἐξηγητικῶν συντομώτερον, τῶν δὲ παραφραστικῶν μακρότερον. εἰς ὅπερ καὶ ἡμᾶς ἡ προθυμία συνήλασε, καὶ πρῶτον ἐν τοῖς Περὶ ψυχῆς, τῆς μὲν οἰκείας <οὐκ>ἐπιλελησμένους περὶ τὸν ἀνικανότητος, τῷ δὲ τῶν ψυχῶν ἐφόρῳ καὶ ἡγεμόνι τεθαρρηκότας τῷ λόγῳ δὴ καὶ θεῷ, καὶ τοῖς ἐξηγηταῖς ἑπόμενοι κἂν τοῖς πλείοσι καὶ μάλιστα Φιλοπόνῳ ὅλας περικοπάς, ὡς κατὰ λέξιν εἶχεν ἐκείνοις. τοῖς ἡμετέροις ἐνέθεμεν· πολλαχοῦ δὲ καὶ αὐτὸ τὸ κείμενον, κἄν τινος σαφηνείας μετεῖχε, μένειν κατὰ χώραν ἐάσαντες ὑπερέβημεν. καὶ τῷ παθεῖν αὐτούς (πολὺν γὰρ ἐτρίβομεν χρόνον τοῖς ἐξηγηταῖς προσταλαιπωρούμενοι) τοῖς ἄλλοι ἐπῄει φιλανθρωπεύσασθαι. εἰ δὲ προθυμησαμένοις καὶ προαιρεθεῖσιν ἤνυσταί τι, τοῖς τὰ τοιαῦτα κρίνειν παρεῖται ψηφίσασθαι.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
