# In Aristotelis Libros De Anima Paraphrasis 1.1-2

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, Ἀρκὴ τοῦ δευτέρου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/1.1-2

ἐπειδὴ τὰ παραδεδομένα περὶ ψυχῆς παρὰ τῶν ἄλλων, ἐφ’ ὅσον ἀπεφήνατο τῶν πρότερον, εἴρηται σχεδόν, νῦν ὥσπερ ἐξ ὑπαρχῆς πάλιν ἐπαν- ίωμεν πειρώμενοι διορίσαι ἁμωσγέπως, τί ἐστι ψυχὴ καὶ τίς ἄν εἴη κοινότατος τατὸς λόγος αὐτῆς. εἰ δὲ μὴ ὁρισμὸν εὑρεῖν εὐχερές, ὡς τοῦ φύσει προτέρου καὶ ὑστέρου ἐνόντος κἀν ταῖς ψυχαῖς, ἀλλ’ ἡμῖν γε ἀρκέσει κἀν τῷ παρόντι τὸ δι’ ὑπογραφῆς καὶ μετρίως ἀποδοῦναί τινα λόγον τοῖς ὁμωνύμοις κοινότατον. εὐπετὲς δ’ ἄν εἴη τοῦτο, εἰ οὕτω τῇ διαιρέσει χρησαίμεθα. τῶν ὄντων τὸ μὲν οὐσία, τὸ δὲ συμβεβηκός· καὶ τοῦ συμβεβηκότος τὸ μὲν ποσόν, τὸ δὲ ποιόν, τὸ δὲ πρός τι ἢ ἄλλη τις τῶν ἀπηριθμημένων ἐννέα κατηγοριῶν. οὐκ ἄν ἔν τινι τούτων ὡς ἐν γένει εἴη ψυχή, οὐδὲ ὅλως συμβεβηκός. οὔτε γὰρ ποσόν· φθάνομεν γὰρ ἀποδεδειχότες μήτε τὸ συνεχὲς ἐπὶ ψυχῆς ἀληθεύεσθαι ἐν τοῖς διηπορημένοις πρὸς Τίμαιον μήτε τὸ διωρισμένον ἐν οἷς ἀντελέγομεν Ξενοκράτει. ποιὸν δὲ ἢ πρός τι πῶς ἄν εἴη; τὰ γὰρ αὐτὰ ἄν εἴποι τις κἀν τούτοις, ὅσα καὶ περὶ ἁρμονίας. εἰ δὲ μηδὲν τούτων, σχολῇ γ’ ἄν εἴη τι τῶν ἄλλων, οἷς γένεσις ἡ μετὰ τῆς οὐσίας τουτωνὶ συμπλοκή. λείπεται τοίνυν τὴν ψυχὴν ὡς εἰς γένος ἐν τῇ οὐσίᾳ ζητεῖν. ἐπεὶ δὲ καὶ αὕτη γένος ὅν τι τοῦ ὄντος οὖσα τριττὴν ἄλλως ἐδέξατο τὴν διαίρεσιν τὸ μὲν γὰρ αὐτῆς ὡς ὕλη, ὃ καθ’ αὑτὸ μὲν οὐκ ἔστι τόδε τι, ἀρρύθμιστον ὂν καὶ ἀσύντακτον, τὸ δὲ ἕτερον τὸ εἶδος καὶ ἡ μορφή, καθ’ ἣν ἤδη λέγεται τόδε τι καὶ ἕκαστον τῶν ὄντων ὀνόματος κεκοινώνηκε καὶ τῶν ἑτέρων διώρισται ὑφεστηκὸς καθ’ αὑτό, καὶ τρίτον τὸ ἐκ τούτων, οἷον τὰ σύνθετα σώματα), ἐν τίνι τούτων ἡ ψυχή, καὶ ἐπεὶ οὐ τὸ σύνθετον, ποτέρῳ τῶν ἁπλῶν καὶ εἰ μᾶλλον εἶδος, ὧδ’ ἔσται δῆλον. ἡ μὲν οὖν ὕλη δύναμις· οὐδὲν γάρ ἐστι τῶν εἰδῶν ἀφωρισμένως, ἀλλὰ δυνάμει πάντα· καὶ οὔτε ὕλη του τὸ ἀνεπίδεκτον ἐκείνου οὐκ ἄν γὰρ σκευῶν κεραμικῶν ὕλη λίθοι· οὐδὲ γὰρ πέφυκεν) οὔτε τὸ μηκέτι δυνατὸν τῷ ἤδη ἐνεργείᾳ τὸ εἶδος ἔχειν· ὁ κέραμος γὰρ οὔτ’ ἄλλου γένοιτ’ ἂν ὕλη οὐθ’ ἑαυτοῦ· ἔστι γάρ. λείπεται τὴν ἀληθινὴν καὶ πρώτην ὕλην ἐκτὸς τούτων καὶ δυνάμει ἐννοεῖσθαι. ἀλλ’ ὕλη μὲν τοῦτο τὸ δὲ εἶδος ἐντελέχεια εἴτ’ οὖν τοὐ πράγματος ὡς ὑποκειμένου τελείωσις. ᾧ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτο δὴ αὐτοῦ καὶ ἡ τελειότης· κατὰ δὲ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι· ἐν τούτῳ ἄρα δὴ καὶ τὸ τέ- λειον. διττὸν καὶ τὸ τῆς ἐντελεχείας, τὸ μὲν ὡς ἐπιστήμη τὸ δὲ ὡς θεωρία, εἴτ’ οὖν τὸ μὲν καθ’ ἕξιν, ὃ καὶ χρόνῳ καὶ φύσει πρότερον, τὸ δὲ κατ’ ἐνέρ- γειαν ὕστερον. τριττὸν δὲ καὶ τὸ σῶμα, τὸ μὲν φυσικὸν ὡς λίθοι καὶ ἄνθρωποι, τὸ δὲ τεχνητὸν ὡς κλίνη καὶ ἱμάτιον· οὐ γάρ τι σῶμα ᾗ σῶμα τεχνη τόν · εντι δὲ καὶ μαθηματικὰ σώματα λέγεται τρίγωνα καὶ τετράγωνα, τὰ ἐξ ἀναλήψεως καὶ ἀφαιρέσεως τῶν αἰσθητῶν ἐν τῇ ψυχῇ συνιστάμενα. τὰ μὲν οὖν ἄλλα παρείσθω· οὐσίαι δὲ μάλιστα δοκοῦσι τὰ φυσικά· ταῦτα γὰρ καὶ τῶν ἄλλων ἀρχαί. τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δ’ οὐκ ἔχει· ζωὴν δὲ λέγω τὴν δι’ αὑτοῦ τροφήν τε καὶ αὔξησιν. οὐ γὰρ ἡ πρόσθεσις αὔξησις, ἐπεὶ μηδ’ ὑφ’ αὑτοῦ μηδ’ ἠλλοίωται, οἷον εἴ τις τῷ ἐν ἀμφορεῖ ἐπιβάλοι ὕδατι καὶ αὐξήσειεν· οὐδὲ τῷ εἰς πλεῖον τὸ πῦρ αἴρεσθαι τρέφεται, ἀλλὰ τοῦτο μὲν μᾶλλον γένεσις, τρέφεται δὲ οἷς δι’ ὀργανικῶν μορίων κατὰ πᾶν μέρος ἡ τροφὴ προσφέρεται καὶ ἀλλοιουμένη προσφύεται. ὥστε πᾶν σῶμα φυσικὸν μετέχον ζωῆς οὐσία ἂν εἴη, οὐσία δὲ οὕτως ὡς συνθετή. καὶ τὰ μὲν ἀπλᾶ σώματα ἐκ τῆς ἁπλῶς ὕλης καὶ τοῦ εἴδους εἰσί, τὰ δὲ πρὸς τούτοις καὶ ἔμψυχα ὥσπερ δεύτερα ὑποκείμενα χρηματίζουσι τῆς ἐν αὐτοῖς ἐνούσης ζωῆς εἶδος οὔσης αὐτῶν. ἄγοντες δὲ τὴν διδασκαλίαν ἀπὸ τῶν σαφεστέρων ἐπὶ τὰ δυσληπτότερα τοσαῦτα δήπουθεν προσελάβομεν. ἐπεὶ δ’ ἐστὶ σῶμα καὶ τοιόνδε σῶμα τὸ ζωὴν ἔχον σύνθετον γὰρ ἐκ ζωῆς καὶ σώματος, καὶ τὸ μὲν ὥσπερ ὑποκείμενον καὶ ὕλη, τὸ δὲ ὡς ἐν ὑποκειμένῳ καὶ οἷον εἶδος καὶ μορφή), οὐκ ἄν φθάνοιμεν διαπορῆσαι πότερον τούτων ψυχή, καὶ ταύτην λαβόντες εἴημεν· τὴν γὰρ ἐν τῷ τοιούτῳ σώματι ζωὴν ψυχὴν εἶναι ἀνάγκη. τὸ μὲν γὰρ σῶμα πῶς ἄν εἴη ψυχή; οὐ γάρ ἐστι τῶν καθ᾿ ὑποκειμένου καὶ ἐν ἑτέρῳ ὄντων αὐτὸ ὂν ὑποκείμενον καὶ ὕλη. λείπεται τὴν ψυχὴν οὐσίαν εἶναι προσο- μολογεῖν ὡς εἶδος σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος. οὐσία δὲ ἡ ἐντε- λέχεια. τοιούτου ἄρα σώματος ἡ ψυχὴ ἐντελέχεια καὶ εἶδος. ἔτι ᾧ διαφέρει ἀλλήλων τὰ ὁμογενῆ, τοῦτο εἶδος αὐτῶν τὰ σώματα ὄντα ὁμογενῆ διαφέρει ἀλλήλων τῷ ἐμψύχῳ καὶ ἀψύχῳ ἡ ψυχὴ ἄρα τοῖς ἐμψύχοις εἶδος οὖσα καὶ ἐντελέχεια. διττὴ δὲ ἡ ἐντελέχεια, ὡς εἴρηται, ἡ μὲν ὡς ἐπιστήμη ἡ δὲ ὡς τὸ θεωρεῖν. φανερὸν οὖν εἶναι ἐν σώματι ἐντελέχειαν τὴν ψυχὴν ὡς ἐπιστήμην. ἐν γὰρ τῷ ὑπάρχειν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν· ἀνάλογον δὲ ἡ μὲν ἐγρήγορσις τῷ θεωρεῖν, ὁ δ’ ὕπνος τῷ ἔχειν καὶ μὴ ἐνεργεῖν. καὶ εἴδους ὅ ἄν τις ἴδοι καὶ ἐντελεχείας ὲν τούτῳ διαφοράν πᾶν μὲν γὰρ εἶδος ἐντελέχεια, οὐκ ἔμπαλιν δέ· ἡ γὰρ ἐνέργεια ἐντελέχεια μέν, οὐκ εἶδος δέ. καὶ πρότερον μὲν καὶ ὕστερον ἐπὶ τοῦ αὐτοῦ εἶδος ἑνὸς ὄντος οὐκ ἂν εἴποις, ἐν τελέχειαν δέ. προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ μὲν ἐπιστήμη τοῦ θεωρεῖν, ἡ δὲ δύναμις τῆς ἐνεργείας. ἐν ἄλλῳ μὲν γὰρ καὶ ἄλλῳ προήγησαιτ᾿ ἄν πολλάκις ἡ ἐνέργεια τῆς δυνάμεως, ὡς ἐν διδασκάλῳ καὶ μαθητῇ · προτέρα γὰρ ἡ τελεία τοὐ διδάσκοντος ἐνέργεια τῆς ἀτελοῦς δυνάμεως τοῦ μανθάνοντος· ἐπὶ τοῦ αὐτοῦ δὲ ἐν ταῖς ἐν γενέσει καὶ φθορᾷ οὐκ ἐγχωρεῖ φύσεσιν. ἐν οἷς καὶ τῆς ἕξεως χωρίζεται ἡ ἐνέργεια οὐ γὰρ ἀεὶ θεωρεῖ ὁ γεωμέτρης), ἀλλ’ ἐν τοῖς θείοις καὶ ἀιδίοις σύνδρομος τῇ μὲν οὐσίᾳ ἡ δύναμις, ταύτῃ δὲ ἡ ἐνέργεια, καὶ ἀλλήλων καθάπαξ ἀχώριστοι· εἰ μήπου τις κἀν τοῖς θνητοῖς πρὸς τὸ καθόλου βλέψας σύνδρομα καὶ ὧδε λέγει· ἐν γὰρ τῷ παντὶ ἕξις ἀεὶ καὶ ἐνέργεια. καὶ εἴπερ δεῖ ὡς ἐν τῷ παντὶ ὅλως ἕτερον ἑτέ- ρου προτετιμῆσθαι, τὰ τέλεια τῶν ἀτελῶν προκέοιντο ἄν. τά τε γὰρ προακτικὰ τῶν αἰτίων κατὰ τελείαν ἑστῶτα ἐνέργειαν τὰ ὑφειμένα παράγουσιν, ἥ τε τοῦ παντὸς δημιουργία ἐκ τοῦ παντελῶς τελείου παρηγμένη συντέτακτο· τούτων οὕτως ἐχόντων ὁλοσχερώτερον ἡμεῖς τὴν ψυχὴν ὑπογράφοντες λέγομεν ψυχή ἐστιν ἡ πρώτη ἐντελέχεια σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος· τοιοῦτον δὲ ὃ ἄν ᾖ ὀργανικόν. πρόσκειται τὸ φυσικὸν διὰ τὰ τεχνητά, τὸ δυνάμενον ζῆν διά τε τὸ ἐν ἀρχαῖς σπέρμα καὶ τὸ νεκρόν, τὸ δὲ ὀργανικὸν διὰ τὰ ἁπλᾶ καὶ φυσικά· ἦν γὰρ ἄν τῷ πυρὶ ψυχὴ ἡ θερμαντικὴ δύναμις, πρώτη οὖσα αὐτοῦ ἐντελέχεια, εἴπερ ἦν ὀργανικόν· νυνὶ δὲ ποῖα ἐν πυρὶ θερμότητος ὄργανα; ἡ γοῦν ψυχὴ ποικίλως ἐνεργοῦσα διαφόροις ὀργάνοις προσχρήσεται τοῦ σώματος· διὸ τὸ μὴ τοιοῦτον, ὁποῖον τῶν ἁπλῶν, οὐδὲ ψυχῆς μετείλη- φεν. ἐπεὶ δὲ διαφορὰ κἀν ταῖς ψυχαῖς, καὶ ἡ μὲν τῶν φυτῶν ἁπλουστέρα καὶ ὑφειμένη, ποικιλωτέρα δὲ ἡ αἰσθητικὴ καὶ ὑπὲρ αὐτήν, ἔτι δὲ μᾶλλον ἡ πασῶν ἀνωτάτω καὶ λογική, ἀναλογοῦσι πρὸς τὰς ἐνεργείας καὶ τοῖς σωματικοῖς ὀργάνοις προσχρήσονται. ἐντεῦθεν ἁπλούστερον μὲν καὶ ἧττον ὀργανικὸν τὸ σῶμα τῶν φυτῶν τοὐ τῶν ἀλόγων ζώων, ἧττον δὲ τοῦτο τῶν λογικῶν. ὄργανα μὲν τὰ τῶν φυτῶν μέρη τῆς φυτικῆς ψυχῆς, ἀλλὰ παντελῶς ἁπλᾶ, οἷον τὸ φύλλον περικαρπίου σκέπασμα, τὸ δὲ περικάρπιον τοῦ κάρπου, αἱ δὲ ῥίζαι ἀναλογοῦσι τῷ στόματι· ἄμφω γὰρ ἕλκει τὴν τροφήν, ἐν μὲν τοῖς ζώοις τὸ στόμα, αἱ δὲ ῥίζαι τοῖς φυτοῖς. Τοσαῦτα περὶ τοῦ τῆς ψυχῆς ὅρου παρεκβατικώτερον εἰπόντες, ἐπαναλαμβάνοντες καὶ ὥσπερ ἐπιδιορθούμενοι σαφέστερον ἐκτίθεμεν καὶ συνοπτικώτερον. εἰ γὰρ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἄν ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ· διὸ οὐ δεῖ ζητεῖν, εἰ ἓν ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥσπερ οὐδὲ τὸν κηρὸν καὶ τὸ σχῆμα, οὐδ’ ὅλως τὴν ἑκάστου ὕλην καὶ τὸ οὗ ὕλη. ὡς γὰρ ἐπὶ τοῦ σφαιρικοῦ κηροῦ οὐ ζητοῦμεν, τί τὸ ἑνῶσαν τὸ σχῆμα καὶ τὸν κηρόν, πάθους ὄντος τοῦ σχήματος ἐν τῷ κηρῷ καὶ φύσει καὶ ἀπραγματεύτως ἐγγινομένου, ὡς δὲ καὶ ἐπὶ πάσης ὕλης ἐπιτηδείας καὶ παντὸς εἴδους, οὕτω τοι κἀν τῷ σώματι καὶ τῇ φυσικῇ ψυχῇ. προστίθεμεν φυσικὴν τὴν λογικὴν ὑπεξαίροντες εἰ δέ που καὶ συλλαμβάνοιτο καὶ εἶδος αὕτη κα- λοῖτο σώματος, ἀλλ’ οὐχ ἡ καθ’ αὑτὴν καὶ ἀπολελυμένη καὶ ἄφετος καὶ συνεστραμμένη πρὸς νοῦν, ἀλλὰ καθὸ συνδέδεται σώματι καὶ σχέσιν ἔχει. καὶ συμφθείρεσθαι δ’ ἄν εἰ λέγοιτο σώματι κατὰ τοῦτο, ὥσπερ τὸ εἶδος, τῷ οἴχε- σθαι τὰς πρὸς τὸ σῶμα ἐνεργείας αὐτῆς οἰχομένου σώματος, ὥσπερ τὴν ἐν τῶν χορδῶν, οὐδὲν ἄτοπον· αὐτὴν μέντοι τὴν θεωρητικὴν αὐτῆς δύναμιν καὶ ἐνέργειν καὶ τὴν νοερὰν οὐσίαν διεφθάρθαι λέγειν καὶ λελύσθαι σώματι, παντελῶς ἐμπλήκτων. ἔστιν οὖν ἡ ψυχὴ καὶ τὸ σῶμα ὅν, ὡς ἄν ὕλη καὶ εἶδος. ἐπεὶ δὲ τὸ ἓν καὶ τὸ εἶναι πλεοναχῶς λέγεται ἢ γὰρ τῷ γένει ἢ τῷ εἴδει ἢ ἀριθμῷ ἢ δεσμῷ ἢ κόλλῃ, καὶ ὅσα ἄλλα ἐν τοῖς πρώτοις διωρισάμεθα, καὶ τὸ εἶναι δὲ καὶ τὸ ὂν ἡ δυνάμει ἢ ἐνεργείᾳ), τὸ κράτιστον ἐν τούτοις καὶ τελεώτατον ἡ ἐντελέχειά ἐστι. καθόλου μὲν οὖν καὶ ὡς ἐν κεφαλαίῳ εἰπεῖν εἴρηται, τί ἐστι ψυχή· οἱ γὰρ ὁρισμοὶ ὁλοσχερώτερον καὶ συνοπτικώτερον ἐδήλουν τὴν φύσιν αὐτῆς, ὅτι οὐσία ἡ κατὰ τὸν λόγον. τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι. τοῦτο δὲ εἶδος σώματος φυσικοῦ ὀργανικοῦ δυναμέ- νου ζῆν. εἰ δὲ δεῖ που διὰ τὸ σαφὲς καὶ ὑποδείγμασι χρήσασθαι, διπλᾶ προσθήσομεν, ἵν’ ᾖ καὶ φιλότιμον, τὸ μὲν τεχνικὸν καὶ ἐξ ἀναλογίας, τὸ δὲ φυσικὸν καὶ ψυχῆς ἐγγύτερον. ὥσπερ γὰρ εἰ ἦν ὁτιοῦν τῶν ὀργάνων φυσικὸν σῶμα οἴκοθεν ἐνεργοῦν καὶ μὴ ὡς νῦν τῷ τεχνίτῃ, οἷον ὁ πρίων, ἦν ἄν τὸ πρίονι εἶναι εἴτ’ οὗν τὸ τοιώσδε δύνασθαι τέμνειν καὶ ἐνεργεῖν ἡ οὐσία αὐτοῦ καὶ ἡ ψυχὴ τοῦτο, ἧς ἀπελθούσης ἀργὰ ἄν ἄλλως καὶ νεκρὰ τὰ καταλελειμ- μένα, ξύλον τοιόνδε καὶ σίδηρος ἔμελλε λείπεσθαι καὶ οὐκέτ’ ἄν ἦν πρίων ἀλλ’ ἢ ὁμωνύμως, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς καὶ τοῦ σώματος· ὃ δὲ ἀνομοιοῖ τὸ παράδειγμα, ὅτι νῦν ὁ πρίων καὶ ψυχὴν οὐκ ἔχων καὶ μὴ ἐνεργῶν οὐδὲν ἧττόν ἐστι πρίων καὶ οὐ] συνωνύμως, ζῶον δὲ οὐδαμῶς ψυχῆς ἀπολιπούσης. τοῦτο δέ, ὅτιπερ ἐκεῖνος οὐ φυσικὸν οὐδὲ κινούμενον ἐξ αὑτοῦ οὐκ ἔστι δὲ τοιούτου σώματος ἡ ψυχὴ τὸ τί ἦν εἶναι καὶ λόγος, ἀλλὰ φυσικοῦ τοιουδὶ ἔχοντος κινήσεως καὶ στάσεως ἀρχὴν ἐν ἑαυτῷ ὁ δὲ πέλεκυς ᾗ πέλεκυς κινεῖται οὐκ ἐξ αὑτοῦ, ἀλλ’ ἔξωθεν τῷ χρωμένῳ, ὡς καὶ πάντα τὰ τεχνητὰ ἀρχὴν ἔχοντα καὶ στάσεως καὶ κινήσεως, οὐκ ἐν αὐτοῖς μέντοι, ἐν τοῖς δημιουργήμασι δὲ ἢ ἐν τοῖς κινοῦσι. καὶ τοῦτο μὲν τοιοῦτον· τὸ δὲ ἕτερον δεῖ γὰρ σκοπεῖν καὶ ἐπὶ τῶν μερῶν, ἔχοι γὰρ ἂν οὕτω κατά τι τὸ καθόλου) εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῶον αὐτὸς καθ’ αὑτὸν δίχα τοῦ προσκεῖσθαι τῇ ὁλομελείᾳ τοῦ σώματος, ἦν ἄν τούτου ψυχὴ ἡ ὄψις καὶ ἡ ὁρατικὴ δύναμις καὶ ἐνέργεια· αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ λόγον. ὁ γὰρ ὀφθαλμὸς αὐτός, τὸ ὑγρόν, τὸ λευκόν, οἱ διάφοροι χιτῶνες ὕλη ὄψεως, ἡ δ’ ὄψις καὶ ἡ ὅρασις εἶδος καὶ οὐσία, ἧς ἀπολιπούσης οὐκέτι ὀφθαλμὸς ἔσται· οὐ γὰρ ποιήσει τὰ ἑαυτοῦ οὐκ ὄψεται γάρ. εἰ δὲ καλοῖτο, ὁμωνύμως ἄν καλοῖτο καὶ οὐ κυρίως, ὡς ἄν εἰ καὶ τὸν λίθινον ὀφθαλμὸν φαῖμεν ἢ τὸν ἐν χρώμασιν. οὕτω τοι καὶ χεὶρ καὶ ποὺς καὶ εἴ τι ἄλλο μέρος τοῦ σώματος, ὅταν μὴ τὴν οἰκείαν καθ’ ἥν ἐστιν ἐνέργειαν ἀποδίδωσιν, ἢ οὐδὲ κοινωνήσειε τοῦ ὀνόματος ἢ οὐ κυρίως. ὃ οὖν ἐπὶ ἑνὸς μέρους, τοῦτο δεῖ λαβεῖν καὶ ἐπὶ ὅλου τοῦ ζῶντος σώματος· ἀνάλογον γὰρ ἔχει ὡς τὸ μέρος πρὸς τὸ μέρος, ἡ ὅλη αἴσθησις πρὸς ὅλον τὸ αἰσθητικὸν ᾗ τοιοῦτον. ἐπεὶ γὰρ τῶν αἰσθητηρίων ἕκαστον κατά τινα τῆς ψυχῆς αἰσθητικὴν χαρακτηρίζεται δύναμιν, ἐξαιρουμένης τῆς ἁφῆς δι’ ὅλου ἡκούσης τοῦ σώματος, ὡς ἄν ἑκάστη αἴσθησις πρὸς ·τὸ ὑποκείμενον αὐτῇ αἰ· σωτήριον ἔχοι, οὕτως ἡ ὅλη ψυχὴ πρὸς ὅλον τὸ σῶμα ἕξει, καθὸ αἰσθητικόν· οὐ γάρ, καθὸ βαρὺ ἢ κοῦφον ἢ τοσόνδε ἐστὶν ἢ τοιόνδε χρῶμα ἢ σχῆμα ἔχει ἢ ποῦ ὂν ἢ ποτέ, εἰδοποιεῖται ὑπὸ ψυχῆς, ἀλλὰ καθὸ φυσικὸν δυνάμει ζωὴν ἔχον. ἔστι δὲ τὸ δυνάμει ὂν σῶμα ὥστε ζῆν οὔτε τὸ πρότερον ἔχον ψυχὴν καὶ ἀποβεβληκὸς νῦν, ὥσπερ τὸ νεκρωθέν, οὔτε τὸ κατ’ ἐπιτηδειότητα δυνατόν, μήπω δέ, ὥσπερ τὸ σπέρμα καὶ ὁ καρπός, ἀλλὰ τὸ ἤδη ἔχον ζωὴν καὶ ἐνεργόν, ὡς τὰ τῶν ζώων σώματα. ἀπορήσειε δ’ ἄν τις, πῶς δυνάμει τὸ ἐνεργείᾳ ζῶν. λέγομεν δέ, ὥσπερ ὁ ὀφθαλμὸς δυνάμει ἐστὶν ὁρατικὸς αὐτὸς καθ’ ἑαυτόν, οὐχ ὁρᾷ δὲ ἐνεργείᾳ ἄνευ τῆς τοῦ φωτὸς ἐλλάμψεως, καὶ εἴ τις δὲ ὁρῶντος ἐνεργεία τοῦ ὀφθαλμοῦ λέγει ὁρατικὸν εἶναι δυνάμει, ἀληθεύει αὐτὸς γὰρ κατὰ τὴν ἑαυτοῦ οὐσίαν μόνην τὴν εἰς τὸ ὁρᾶν ἔχει ἐπιτηδειότητα, τῆς ἐνεργείας ἐξ ἑτέρου τοῦ φωτὸς παραγινομένης), οὕτω τοι καὶ ἐπὶ τοῦ ὅλου σώματος καὶ τῆς ψυχῆς αὐτὸ μὲν τὸ σῶμα, ὅσον ἀφ’ ἑαυτοῦ, τὴν ἐπι- τηδειότητα μόνην ἔχει, ἡ μέντοι κατ’ ἐνέργειαν ζωὴ ὡς τελείῳ ὀργάνῳ ἐκ τῆς ψυχῆς παραγίνεται. ἐπεὶ δὲ διττὴν ἄνω τὴν ἐντελέχειαν ἐμανθάνομεν, τὸ μὲν αὐτῆς ἕξιν τὸ δὲ ἐνέργειαν ὀνομάζοντες, ἄμφω δὲ τῷ σώματι, καὶ ὕπνος καὶ αἴσθησις, ψυχῆς ἐνούσης ἐγγίνεται, εἴη ἄν ὡς μὲν ἐκεῖ ἡ πρίσις καὶ ἡ ὅρασις ἐντελέχειαι κατ’ ἐνέργειαν, ἡ μὲν τοῦ πρίονος ἡ δὲ τοῦ ὀφθαλμοῦ, οὕτως ὧδε ἡ ἐγρήγορσις ἐντελέχεια ὡς δ’ αὖ ἡ ὄψις καὶ ἡ δύναμις τῆς εὐκαίρου χρείας τοῦ ὀργάνου κατὰ δύναμιν ἐκεῖ, οὕτως ἐν τῷ σώματι ὧδε τῷ δυνάμει ὄντι ἡ ψυχή καὶ ὥσπερ ὁ ὀφθαλμὸς οὐχ ἡ κόρη μόνη μετὰ τῶν χιτώνων καὶ ὑγρῶν ἐστιν οὐδ’ αὖ ἡ ὄψις μόνη, ἀλλ’ ὁμοῦ τὸ ἅπαν ὁ ὀφθαλμός, οὕτως ἡ ψυχὴ καὶ τὸ σῶμα οὐδὲν ἀνὰ μέρος ζῶον, ἀλλὰ τὸ συνάμφω. τούτων οὕτω διωρισμένων οὐκ ἄδηλον ὡς ἤτοι μέρη τῆς ψυχῆς τῆς ἐν θνητοῖς ζώοις ἢ καὶ ὅλη, εἰ μὴ μεριστή, οὐκ ἔστι χωριστὴ τοῦ σώματος, οὗ ἐστι ψυχή. ἔνια γὰρ τῶν τῆς ψυχῆς μορίων ἐντελέχειαι αὐτῶν τῶν μερῶν ἐστι τοῦ σώματος· ἡ γὰρ θρεπτικὴ δύναμις αὐτοῦ τοῦ τρεφομένου ἐστὶ τελειότης σώματος, ὁμοίως καὶ ἡ αὐξητικὴ καὶ ἡ γεννητική. ἔτι μέντοι καὶ ἡ αἰσθητικὴ αἰσθητηρίου τινὸς τυγχάνει τελείωσις, καὶ τὸ ὀρεκτικὸν αὐτὸ συνέχει τι μόριον σώματος. εἰ οὗν οὕτω ταῦτα καὶ τελειωτικά πώς εἰσιν, οὐκ ἂν χωρισθήσονται. τί δὲ καὶ χωρισθέντα ἐνεργήσουσιν; τί γὰρ ἡ θρέψις θρέψει ἢ αὐξήσει ἡ αὔξησις ἢ ἡ αἴσθησις αἰσθανθήσεται; ἀλλ’ ὥσπερ ταῦτα καὶ τὰ τούτοις ὅμοια, ὧν αἱ ἐνέργειαι ἀχώριστοι καὶ εἴδη τῶν ὑποκειμένων τυγχάνει καὶ τελειότητες, ἀχώριστά εἰσι σώματος, οὕτως οὐδὲν κωλύει ἔνια χωριστὰ εἶναι, οἷον ἴσως τὸν νοῦν αὐτόν, ὅ τί ποτε καὶ ἔστι, τὴν θεωρητικὴν καὶ οὐσιώδη δύναμιν καὶ ἐνέργειαν. οὐ γὰρ δοκεῖ γε οὗτος σώματος ἐντελέχεια οὐδενὸς οὐδὲ καθάπαξ μεμῖχθαι σώματι. μὴ καὶ δοκῶμεν ἀφιλοσόφως τῷ λόγῳ προσφέρεσθαι καὶ τὴν σκιὰν αὑτῶν ὃ λέγεται δεδοικότες, τῇ λογικῇ ψυχῇ οὐχ ὁλοτελῶς αὐτόθεν ἀποφαινόμενοι τὸ ἀθάνατον, ἀλλὰ δειλιῶμεν καὶ ἐνδοιάζωμεν τῷ τῆς ἐντελε- χείας ὀνόματι προστριβόμενοι. τὸ δέ ἐστιν ἄδηλον, εἰ μᾶλλον οὕτως ἡ ἀνθρωπένη ψυχὴ ἐντελέχεια σώματος, ὥσπερ ὁ πλωτὴρ τοῦ πλοίου, ἢ ὥσπερ ἐλέγετο πρότερον. καὶ τῶν μὲν ἐνεργειῶν, αἷς ἐπὶ τῶν οἰάκων καθημένη τοῦ σώματος διῴκει τοῦτο καὶ χειμαζόμενον συνεῖχεν, ἀπολυθεῖσα τοῦ βυθοῦ τῆς γενέσεως παύσαιτο, αὐτὴ δὲ ἔσται πρὸς αὐτὴν ἄσχετος καὶ ἀπόλυτος, ἑστῶσα ἐν ἀκυμάντῳ λιμένι γαληνιῶσα, θεωροῦσα τὸ ὂν ἐν αἰῶνι τὴν οὐσίαν ἔχουσα καὶ τὴν νόησιν. ὡς μὲν οὖν εἰπεῖν τύπῳ περὶ πάσης ψυχῆς εἰρήσθω τὸν τρίπον τοῦτον.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
