# In Aristotelis Libros De Anima Paraphrasis 1.1-3

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ᾿Αρχὴ τοῦ τρίτου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/1.1-3

Τούτων οὕτω διωρισμένων ἀνάγκη, εἴπερ ἐκλείποι τις αἴσθησις, καὶ αἰσθητήριον ἡμῖν ἐκλελοιπέναι. μήποτε γὰρ ὥσπερ ἔν τισι μὲν τῶν ζώων οὐ πᾶσαι αἱ αἰσθήσεις ἔχονται, ἐν ἡμῖν δὲ καὶ αἱ πέντε, οὕτως ἐστὶ καὶ ἄλλη τις αἴσθησις, ἥτις ἐν ἡμῖν μὲν οὐκ ἔστιν, ἐν ἄλλοις δέ τισι ζώοις ἢ ἀδήλοις ἢ ὑπὲρ ἡμᾶς, καὶ ὥσπερ τὰ ὄψιν μὴ ἔχοντα οὐδὲ εἰ ἔστι χρώματα οἶδεν, οὕτως οὐδὲ εἰ ἔστιν ἄλλα τινὰ αἰσθητὰ εἰσόμεθα, λειπούσης ἡμῖν τῆς κριτικῆς αὐτῶν αἰσθήσεως. ὅτι δὲ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε λέγε δὲ ταύτας ὄψιν, ἀκοήν, γεῦσιν, ὄσφρησιν καὶ ἁφήν), ἵν’ εἴη χρεία καὶ ἑτέρου αἰσθητη- ρίου, ἐκ τούτων πιστεύσειεν ἄν τις. διττῆς γὰρ οὔσης σχέσεως, καθ’ ἣν ἄν αἴσθησις γένοιτο, τῆς τε πρὸς ἄλληλα τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ θίξεως καὶ τῆς διὰ μέσων ἑτέρων ἀντιλήψεως, ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες· παντὸς γὰρ οὗ ἐστιν αἴσθησις ἡ ἁφή, ταύτην καὶ νῦν ἔχομεν· πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾖ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν ἁφὴ γάρ τις ἐστὶν καὶ ἡ γεῦσις· τῇ θίξει γὰρ αἰσθάνεται)· ὅσων δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, ἀλλὰ τοῖς ἁπλοῖς καὶ δυσί, λέγω δὴ ἀέρι καὶ ὕδατι, τούτων ἀντιληπτικαὶ χρωμάτων μὲν ὅρασις, φωνῶν δὲ ἀκοή, ὀσμῶν δὲ ὄσφρησις. ὥστε εἰ μὴ καθ’ ἑκάτερον τῶν τρόπων ὑπολείποιτο αἴσθησις, καὶ εἰ μή τι ἕτερόν ἐστι σῶμα καὶ πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδὲ ὅλως ἂν εἴη παρὰ τὰς εἰρημένας. εἰ δὲ μὴ αἴσθησις, οὐδὲ αἰσθητήριον· μάτην γὰρ ἄν εἴη ὄργανον μὴ ὄντος τοῦ χρησομένου. ἔτι ἐν τοῖς θνητοῖς ζώοις ἀδύνατόν τι τῆς τελειοτέρας ζωῆς μετασχεῖν μὴ μεταλαβὸν τῆς ἥττονος. κατὰ βαθμίδας γὰρ ἡ φύσις πρόεισι· πρῶτον γὰρ σῶμα ἀπλῶς, εἶτα ἔμψυχον οἷον τὸ φυτόν, εἶτα ζωὴ καὶ αἴσθησις, εἶτα λόγος. ὥσπερ γὰρ ὑπόκειται τοῖς τιμιωτέροις τὰ ἥττονα, καὶ καθάπερ οὐχ οἷόν τε αἰσθήσεως μετέχειν τὸν μὴ ζωῆς οὐδὲ ζωῆς τὸν μὴ ψυχῆς, οὕτως οὐδὲ λόγου ἄν τι μετάσχοι ὑπολελοιπὸς αἴσθησιν. εἰ τοίνυν τελειότατον τῶν ὑπὸ σελήνην ὁ ἄνθρωπος, οὗτος δὲ πέντε μόνας ἔχει καὶ οὐ πλείονας λογικῆς ὢν ·φύσεως, οὐκ ἄν εἴη παρὰ ταύτας ἑτέρα· οὐ γὰρ ἄν μετέσχε τῆς κρείττονος ζωῆς τῆς λογικῆς ὑπερβ‘ὰς τὴν χείρονα αἴσθησιν. πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρωμένων τοῖς τελειοτέροις δὲ καὶ ἡ κατὰ τόπον ἐγγίνεται κίνησις)· καὶ γοῦν φαίνεται καὶ ἡ ἀσπάλαξ ὑπὸ τὸ δέρμα ἔχουσα ὀφθαλμοὺς προνοίᾳ φύσεως. ἐπεὶ γὰρ ἀναγκαιότερον τοῦ ὁρᾶν τὸ τρέφεσθαι, αὐτὴ δὲ τῷ ὀρύττειν τρέφεται, τῷ ἐπικειμένῳ δέρματι τὴν ὁρατικὴν περιεφύλαξεν αἴσθησιν τὴν ὄψιν ἀμβλύνασα, ἵν’ ἀντέχῃ πρὸς τὴν ὑπόνομον δίαιταν. φθάνομεν δὲ εἰρηκότες σῶμα καὶ πάθος εἴτ’ οὖν σῶμα παθητικὸν καὶ ὑποπῖπτον αἰσθήσεσι διὰ τὸν ὑποτρέχοντα λόγον ἐκεῖνον, ὃς τὰς οὐρανίους οὐσίας σωματικὰς μὲν ὑποτίθεται, μὴ παθητὰς δὲ μηδὲ ἁλωσίμους αἰσθήσεσιν, ἄλλῳ δέ τινι κρείττονι τρόπῳ γιν·ομένης τῆς ἀντιλήψεως, παρ’ ἧς καὶ γινώσκονται. εἰ δὲ τοῦτο οὕτω καὶ ὁ λόγος ἔρρωται, οὐκ ἐπὶ πᾶσιν ἐκεῖνος διήκει, ὃς μὴ πρότερον τὰς κρείττονας ζωὰς ἐγγίνεσθαι διετείνετο, μὴ προηγησαμένων τῶν χειρόνων. αὐτίκα γὰρ ὁ νοῦς ὁ τόσον τῆς αἰσθήσεως τιμιώτερος, ὁ τῶν νοητῶν καὶ θείων εἰδῶν ἀντιληπτικός, τῶν σωμάτων κεχώ- ρισται. ὥστε εἰ καὶ τῶν ἐν τοῖς φθαρτοῖς σώμασι ποιοτήτων μὴ λείπῃ τις ἀντιληπτικὴ αἴσθησις, ἄδηλον εἰ μήπου ἄλλη τις ὑπολέλειπται τοῦ πέμπτου στοιχείου ἀντιληπτικὴ ἐξ ἐκείνου ἔχουσα τὸ αἰσθητήριον. τούτοις ἐκεῖνο προσαπορητέον, τί δήποτε τριῶν ὄντων αἰσθητῶν, χρόας, ψόφου, ὀσμῆς ἐκ τριῶν στοιχείων, πυρὸς ἀέρος καὶ ὕδατος, μὴ καὶ τὰ αἰσθητήρια αὐτῶν ἐκ τοσούτων εἰσὶ στοιχείων, ἀλλ’ ἐκ τῶν δύο μόνον ἀέρος καὶ ὕδατος· ἔτι διὰ τί, εἴπερ τῶν αὐτῶν αἰσθητῶν διὰ πλειόνων γίνεται ἡ ἀντίληψις, οἷον χρώματος καὶ δι’ ἀέρος καὶ ὕδατος, καὶ αὖ πάλιν ψόφων τε καὶ ὀσμῶν διαπορθμευτικὰ τὰ αὐτά, μὴ ἐκ πλειόνων τὸ αὐτὸ καὶ ἓν αἰσθητήριον, οἷον τὸ ὀπτικὸν ἐξ ἀέρος καὶ ὕδατος· ὁμοίως καὶ ἀκοὴ καὶ ὄσφρησις. καὶ τὸ μὲν πρῶτον τῇ ἀναλογίᾳ λυθήσεται· τί γὰρ ἄτοπον, εἴπερ τὸ αὐτὸ σ·τοιχεῖον, ὥσπερ διαφόρων αἰσθητῶν ἐστι διαπορθμευτικόν, οὕτω καὶ αἰσθητηρίων πλειόνων ποιητικόν. τὸ δὲ δεύτερον οὕτω· οὐκ ἐπειδὴ δύο τινῶν μεταξὺ τῶν αὐτῶν αἰσθητῶν ἡ ἀντίληψις γίνεται, ἀνάγκη καὶ διπλᾶ εἶναι τὰ αἰσθητήρια, ἀλλ’ ὥσπερ εἰ ἀνέλοι τις ἐπινοίᾳ τὸ ἓν τῶν μεταξύ, ἀρκεῖ εἰς τὴν τῶν αὐτῶν αἰσθητῶν διαπόρθμευσιν τὸ ὑπολειπόμενον ἕτερον, οὕτω καὶ παρ’ ἑνὸς τῶν στοιχείων ἀρκέσει πλείονα γενέσθαι αἰσθητήρια, εἴ γε δυνατὸν τὸ ἓν στοιχεῖον πλείοσιν αἰσθητηρίοις ἀρκέσαι. ἄλλως τε οὐδὲ δυνατὸν ἐξ ἄλλων τῶν ἁπλῶν στοιχείων ἢ παρὰ τῶν δύο ἀέρος καὶ ὕδατος γενέσθαι τὰ αἰσθητήρια. ἡ μὲν γὰρ κόρη ὕδατος, ἡ δὲ ἀκοὴ ἀέρος, ἡ δὲ ὄσφρησις ἀμφοτέρων τούτων· τὸ δὲ πῦρ ἢ οὐδενός, ὅτι δραστικὸν καὶ διὰ τοῦτο καὶ φθαρτικόν πάσχειν γὰρ τὸ αἰσθητήριον ἀλλ’ οὐ ποιεῖν δεῖ), ἢ κοινὸν πάντων· οὐδὲν γὰρ ἄνευ θερμότητος αἰσθητικόν. κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ γῆ ἢ οὐδενὸς ὡς μὴ τῶν ἔξω τινὸς ἀντιλαμβανομένη τῷ ἀντιφράττειν ἐκ τῆς παχύτητος, ἢ ἐν τῇ ἁφῇ μάλιστα μέμικται, ἐπειδὴ καὶ σὰρξ ταύτῃ τὸ αἰσθητήριον, καὶ ἡ ἀντίληψις γίνεται ἐμμεμιγμένων τοῖς αἰσθη- τηρίοις τῶν αἰσθητῶν. μήποτε δὲ καὶ ἀληθέστερον ᾖ τὸ σύνθετα ἐκ πάντων λέγειν, τῷ πλεονάζοντι δὲ κληροῦσθαι τὰ ὀνόματα. πλεονάζει γὰρ ἐν ἑκάστῳ τῶν ἁπλῶν ἢ τὸ ὕδωρ ἢ ὁ ἀήρ. διαφερόντως δὲ τοῦτο κατὰ τὸ ὄμμα ἔστιν ἰδεῖν· πέπηγε μὲν ἐκ καθαροῦ ὕδατος ἅπαν τὸ κρυσταλλοειδές, μετέχει δὲ καί τινος μετρίας θερμότητος καί τινος γεώδους παχύτητος. ἧττον δὲ τούτων ἡ ἀκοή· τοῦτο δέ ἐστιν ὁ ἐμμεμιγμένος τῇ μήνιγγι ἀήρ. ᾿Αλλὰ μὴν οὐδὲ τῶν κοινῶν αἰσθητῶν οἷόν τ’ εἶναι ἴδιον αἰσθητήριον· κοινὰ δὲ αἰσθητά, ὡς καὶ πρόσθεν ἐλέγετο, τὰ ταῖς πάσαις αἰσθήσεσιν ὑπο- κείμενα ἢ ταῖς πλείοσι. πέντε δὲ ταῦτα, κίνησις, στάσις, σχῆμα, μέγεθος, ἀριθμός. αἰσθανόμεθα δὲ τούτων πάντων κινήσει εἴτ’ οὖν μετὰ πάθους· καὶ μέγεθος μὲν καὶ σχῆμα κατὰ ταὐτόν τι· μέγεθος γὰρ τὸ σχῆμα. τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαι· τοῦτο δὲ κοινὸν πάσαις αἰσθήσεσι, τὸ τὰς οἰκείας στερήσεις γινώσκειν ταῖς ἕξεσι. τὸν δὲ ἀριθμὸν τῇ ἀποφάσει τοῦ συνεχοῦς. ὅπως δὲ τοῦτο τελεώτερον καταμάθοιμεν, ἀνωτέρω τὸν λόγον ἐπαναλάβωμεν· οὐ καινὸν δὲ κἄν τι τῶν προρρηθέντων τοῖς ἑξῆς διὰ τὸ σαφὲς συλλαμβάνοιτο. παντὸς αἰσθητοῦ μία μὲν αἴσθησις καθ’ αὑτὸ ἀντιλαμβάνεται, αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός, οἷον χρωμάτων ἡ μὲν ὄψις καθ’ αὑτό, αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός· καὶ χυμοῦ δὲ καὶ ὀσμῆς ὡσαύτως. καὶ διὰ τὸ συνεργῆσαί ποτε ἅμα γεῦσιν καὶ ὅρασιν, ὁρῶσα ἡ ὄψις τόδε τι ὅτι ξανθόν, οἷον τὸ μέλι, οἶδεν ὅτι καὶ γλυκύ, καὶ γευόμενοι τοῦδε τοῦ γλυκέος οἴδαμεν ὅτι ξανθόν. ὅθεν καὶ εἰ μήποτε πρός τινι τύχοιεν συνεργήσασαι, ὡς καὶ πρόσθεν ἐλέγετο, οὐκ ἂν ἑκατέρα μονωθεῖσα γνοίη ἀμφότερα. τοῦτο δὲ γίνεται τῷ ὡς ἀπό τινος ἑνὸς σημείου τῆς κοινῆς αἰσθήσεως πλείους εὐθείας τὰς αἰσθήσεις προέρχε- σθαι, ὧν αἱ ἐνέργειαι πάλιν εἰς τὸ κοινὸν πέρας ἀναπεμπόμεναι τὴν κρίσιν ἴσχουσιν. ἐκείνη γάρ ἐστιν ἡ κρίνουσα τὴν ταὐτότητα τῶν αἰσθητῶν καὶ ἑτε- ρότητα, καὶ τὰ ἀλλήλων ἴδια ἔνθεν κατὰ συμβεβηκὸς αἱ αἰσθήσεις αἰσθά- νονται, οὐχ ᾗ αὗται, ἀλλ’ ἡ μία· ὅταν γὰρ τύχοιεν αἱ αἰσθήσεις διάφοροι περὶ τὸ αὐτὸ ἐνεργήσασαι, εἶτα ἡ μία καὶ πρώτη καὶ κοινὴ δι’ ὁποιασοῦν ὕστερον μετὰ μνήμης προσβάλοι τῷ πράγματι, ᾔσθετο μὲν καθ’ αὑτὸ οὗ τὴν ἀντίληψιν ἴσχει τότε, γνωρίζει δὲ καὶ διὰ τῆς μνήμης τῷ συνεργῆσαι πρότερον τὸ λοιπὸν ἢ τὰ λοιπά. εἰ γὰρ μὴ ἦν κοινή τις αἴσθησις ἡ τὰ τοῦ πάθους κρίνουσα, κἂν μυριάκις συνενήργησαν, οὐκ ἄν ποτε ἡ ἑτέρα τὸ τῆς ἑτέρας πάθος ἔκρινεν· ὅμοιον γὰρ ὡς εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο. εἰ γὰρ τοῦ μέλιτος τυφλὸς μὲν γεύσοιτο ξανθοῦ ὄντος μὴ ἰδών, ἄλλος δέ. τις ἴδοι, μὴ γεύσοιτο δέ, οὐκ ἄν ποτε οὔτε οὗτος εἴποι γλυκύ, οὔτ’ ἐκεῖνος ξανθόν· καὶ εἰ τὸν αὐτὸν ὑποθοίμεθα μύοντα μὲν ἀεὶ καὶ γευόμενον μέλιτος, ὁρῶντα δὲ ὅτι ξανθὸν μὴ γευόμενον, οὐκ ἄν ποτε τῷ ἑτέρῳ πάθει τὸ ἕτερον κρίνειε. καὶ περὶ μὲν τῆς κοινῆς αἰσθήσεως προ·ιόντες ἐντελέστερον ἐπεξέλθωμεν· νυνὶ δὲ τῶν προκειμένων ἐχώμεθα. εἰ τοίνυν οὕτω καὶ παντὸς αἰσθητοῦ μία μὲν καθ’ αὑτό τις ἀντιλαμβάνεται αἴσθησις, αἱ δὲ ἄλλαι κατὰ συμβεβηκός, καὶ κοινή τις ἐπὶ πάσαις διήκει μία, δῆλον καὶ ἐπὶ τῶν κοινῶν αἰσθητῶν, εἴ γέ τι ἦν αὐτῶν ἴδιον αἰσθητήριον καὶ ἰδία αἴσθησις παρὰ τὰς πέντε, αὗται ἄν κατὰ συμβεβηκὸς αὐτῶν ἀντελαμβάνοντο· εἰ δὲ μὴ τοῦτο ἀλλὰ καθ’ αὑτό, δῆλον ὡς οὐκ ἄν εἴη αὐτῶν ἴδιον αἰσθητήριον. ὅτι δὲ καθ’ αὑτὸ ταῖς αἰσθή- σεσι τῶν κοινῶν ἡ ἀντίληψις φανερόν· πάσχουσι γάρ. οὐ γὰρ ἄν ὁμοίως πάθοι ὄψις ὑπὸ πολλοῦ λευκοῦ καὶ ὀλίγου ὁμοίου, οὐδὲ ὑπὸ τοῦ ἠρεμοῦντος καὶ κι·νουμένου, ἢ ὑπὸ τοῦ συνεχοῦς ἢ διῃρημένου. ἀμέλει, εἰ σφοδρῶς ποταμὸν εἴδομεν ῥέοντα ἤ τι τοιοῦτον ἕτερον, δίνη τις ἡμῖν καὶ ἴλιγγος γίνεται ἅτε δὴ παθούσης τι τῆς αἰσθήσεως. οὐ πάσχουσι δὲ ἐν τοῖς κατὰ συμβε- βηκός· τί γὰρ ὄψις πάθοι ὑπὸ τοῦ γλυκέος ἢ πικροῦ; διττὸν δὲ καὶ τὸ κατὰ συμβεβηκὸς αἰσθητόν, ὡς καὶ διῄρηται πρότερον· τὸ μὲν ὅταν ἀνταλλαγὴ γένηται καὶ τοῦ δι’ ἑτέρας ἑτέρᾳ ἀντιληψώμεθα, τὸ δὲ ὥσπερ ὅταν αἰσθέσθαι Κλέωνος λέγωμεν ὁρῶντες αὐτόν· οὐ γὰρ ὅ τί ποτε τὴν οὐσίαν αὐτὸς ἑωρῶμεν οὐδὲ γάρ ἐστιν ὅλως οὐσίας αἴσθησις νῷ θεωρουμένης), ἀλλὰ τὰ περὶ αὐτὸν χρώματα. ζητήσειε δ’ ἄν τις, τίνος ἕνεκα πλείους αἰσθήσεις ἔχομεν τῶν κοινῶν αἰσθητῶν. ἢ ὅπως ἧττον λανθάνῃ τὰ ἀκολουθοῦντα ταῦτα καὶ καθολικά, μηδὲ συγχέηται τῇ τοῦ ἰδίου ἐπιμιξίᾳ αἰσθητοῦ. εἰ γὰρ μιᾷ αἰσθήσει ἐκρίνομεν, οἷον τῇ ὄψει, ἡ αὐτὴ δὲ καὶ χρωμάτων, ἐλάνθανεν ἂν μᾶλλον καὶ ἐδόκει ταὐτὰ εἶναι πάντα διὰ τὸ ἀκολουθεῖν ἀλλήλοις ἅμα χρῶμα καὶ μέγεθος· νῦν δὲ ἐπεὶ καὶ ἑτέρᾳ αἰσθήσει τὰ κοινὰ ὑπάρχει, δῆλον ποιεῖ ὅτι ἄλλο τι ἕκαστον αὐτῶν. ὥσπερ γὰρ εἴρηται ἐπὶ τῆς ἁφῆς καὶ γεύσεως, εἰ κατὰ πᾶν τὸ σῶμα ἐγευόμεθα, δυσχερὲς ἦν διακρῖναι τὴν ἁφὴν ἀπὸ τῆς γεύσεως τῷ συνεργεῖν ἀλλήλαις αὐτάς, ἀλλ’ ἐνομίσαμεν μίαν εἶναι αἴσθησιν ἀμφοτέρας νῦν δὲ τῷ κατὰ λοιπὸν σῶμα μὴ γεύεσθαι ἐναργὴς τῶν δύο αἰσθήσεων τε καὶ αἰσθητῶν ἡ διάκρισις), οὕτως ἄν συνέβαινε καὶ ἐπὶ τῶν κοινῶν, εἰ μιᾷ τινι τῶν αἰσθήσεων ἐγνωρίζομεν. ἐπεὶ οὖν θειότερα τὰ κοινὰ τῶν ἄλλων, καὶ ἐχρῆν εἶναι καὶ γνωριμώτερα. περὶ γὰρ ταῦτα αἱ μαθηματικαὶ τῶν ἐπιστημῶν, ἀστρονομία μὲν περὶ κίνησιν καὶ στάσιν, γεωμετρία δὲ περὶ σχῆμα καὶ μέγεθος· τοῦ δὲ ἀριθμοῦ τὸ μὲν ἐν σχέσει ἁρμονικῆς θεωρεῖν, τὸ καθ’ αὑτὸ δὲ ἀριθμητικοῦ. ταῦτ’ ἄρα ἡ φύσις πλείοσιν αἰσθήσεσιν αὐτὰ διενείματο. τοῦτο δὲ εἰ καὶ περὶ τῶν ἰδίων αἰσθητῶν ἠπόρησέ τις, διὰ τί τόσας αἰσθήσεις ἔχομεν, καὶ οὐ κοινὴν ἐπὶ πάντων μίαν, τοῦτ’ ἄν εἴποιμεν ὅτι τῷ διαφέρειν καὶ γένει καὶ εἴδει ἀλλήλων τὰ αἰσθητὰ καὶ τὰς αἰσθήσεις διαφόρους εἶναι ἀνάγκη καὶ πλείονας.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
