# In Aristotelis Libros De Anima Paraphrasis 10.1

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, Ἀρκὴ τοῦ δευτέρου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/10.1

Περὶ δὲ γεύσεως, ἐπειδήπερ ἁφή τίς ἐστι τῇ θίξει γὰρ αἰσθάνεται), ΙΙ10 ἔσται καὶ τὸ γευστὸν ἁπτόν τι· καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι τοὺς χυμοὺς αἰσθητοὺς καὶ διὰ μέσου ἀλλοτρίου σώματος, ὥσπερ καὶ τὰ τῶν ἄλλων αἰσθήσεων ὑποκείμενα. δυσὶ γὰρ ἐκεῖναι τοῖς μεταξὺ ἐποιοῦντο τὴν αἴσθησιν, τοῖς τε ἀλλοτρίοις ἀέρι καὶ ὕδατι, καὶ τοῖς συμπεφυκόσιν αἰσθητηρίοις· ἡ μέντοι γε ἁφὴ καὶ γεῦσις ἑνὶ καὶ συμφυεῖ τῇ σαρκί. ἔτι τὸ σῶμα, ἐν ᾧ τὸ γευστὸν ὁ χυμὸς ὡς ἐν ὕλῃ, τὸ ὑγρόν ἐστι· τοῦτο δὲ ἁφῆς. ὥστε τῇ γεύσει ἅψις ἕπεται, καὶ οὐ διὰ τοῦ μεταξύ· εἰ δέ ποτε γευόμεθα καὶ διὰ τοῦ μεταξύ, ὡς κἂν ἐν ὕδατι ἦμεν, ᾐσθανόμεθα ἂν ἐμβληθέντος τοῦ γλυκέος καὶ διὰ τοῦ μεταξύ, ἀλλ’ οὐχ οὕτως ὥσπερ ἂν εἰ καὶ τῶν χρωμάτων ἢ τῶν ψόφων αἰσθοίμεθα. ἐκείνων γὰρ οὐ τῷ μίγνυσθαί τι τῇ οὐσίᾳ, τῷ ἀέρι καὶ ὕδατι, τούτου δὲ τῇ μίξει· * * εἰ γὰρ μὴ κίνησις ἀρκοῦσα καὶ ἀμφοτέρων ἐν τῇ μίξει τοῦ ὕδατος καὶ τοῦ μέλιτος γένηται, οὐκ ἄν ἐσεῖται μελίκρατον. οὔκουν ὁρῶμεν ταῖς ἀπορροίαις τῶν ὁρατῶν ἦν γὰρ ἄν ἐν τῷ μέσῳ καὶ χρόνος καὶ κίνησις, εἴπερ αἱ ἀπόρροιαι σώματα) οὐδὲ μίγνυται τὸ χρῶμα τῷ ἀέρι. καὶ γευσαίμεθα γλυκέος διὰ τοῦ μεταξὺ ὄντες ἐν ὕδατι τῷ ἀνακεκράσθαι τὰ σώματα. καὶ τὸ μὲν μεταξὺ οὐδέν ἐστι κοινὸν γεύσει πρὸς ὄψιν καὶ ἀκοήν· ὅτι δὲ χρώματι καὶ ψόφῳ καὶ χυμῷ τὸ ὁρατὸν καὶ ἀκουστὸν καὶ γευστὸν ἀφορίζεται, κεκοινώ- νηκεν. ἥνωται γὰρ γεῦσις ἁφῇ μὲν τῷ ἀμέσως ποιεῖσθαι τὴν αἴσθησιν, ὄψει δὲ καὶ ἀκοῇ τῷ τὸ κοινὸν ἔχειν ὠνομασμένον καὶ εἰς ἃ τὸ γένος διῄρηται· ὡς γὰρ ἐκεῖ χρῶμα καὶ ψόφος, χυμὸς ὧδε· ὡς δὲ λευκὸν καὶ μέλαν ἢ ὀξὺς καὶ βαρύς, γλυκὺ καὶ πικρὸν καὶ τὰ ἕτερα. οὐδὲν δὲ ποιεῖ χυμοῦ αἴσθησιν ὑγρότητος ἄνευθεν, ὡς καὶ πρότερον εἴρηται, ἀλλ’ ἢ δυνάμει ἢ ἐνεργείᾳ πᾶν ἔγχυμον μετέχει ὑγρότητος, οἷον τὸ ἁλμυρὸν ἐνεργείᾳ μὲν ξηρόν, δυνάμει δὲ ὑγρόν· τηκτόν τε γὰρ αὐτὸ καὶ τῆς γλώττης συντηκτικόν. οἱ γὰρ ἅλες αὐτοί τε γευόμενοι τήκονται ὡς δυνάμει ὑγροί, καὶ τὴν τῆς γλώττης ὑγρότητα ἐξικμάζουσι προσθέντες τὴν παρ’ αὐτῶν. καὶ εἴ τι δὲ τῶν ἄλλων ξηρῶν γευστὸν ᾖ, οἷον ἄρτος, πέπερι καὶ τὰ ὅμοια, οὐχ ᾗ ξηρά, ταύτῃ γευστά εἰσιν, ἀλλὰ τὰ μὲν τῷ δυνάμει μετέχειν ὑγρότητος τὰ δὲ τῷ προσκτᾶσθαι τῷ ὑγρῷ πλησιάσαντα, τῷ τε ἔξωθεν καὶ τῷ ἐν τῷ στόματι· ὅθεν τὰ ὑπερκαυ- θέντα ὡς φυσικῆς καὶ ἐπεισάκτου ὑγρότητος ἀνεπίδεκτα ἢ ἀμυδρῶς ἢ παντελῶς ἄγευστα. ὥσπερ δὲ ἡ ὄψις αἰσθητική, ὡς καὶ πρόσθεν ἐλέγετο, τοῦ τε ὁρατοῦ, οἷον τοῦ ἐν φωτὶ χρώματος, καὶ τοῦ ἀοράτου ὅ τε γὰρ σκότος ἀόρατος κατὰ στέρησιν καὶ ὁ ἥλιος ὑπερβάλλων λαμπρότητι, ἄμφω δὲ ὅμως τῇ ὄψει κρίνεται), καὶ ἡ ἀκοὴ ψόφου καὶ σιγῆς καὶ μεγάλου ψόφου ὡς γὰρ ὁ μικρὸς ἀνήκουστος, τρόπον τινὰ καὶ ὁ μέγας δήπου καὶ βίαιος), οὕτω τοι καὶ γεῦσις γευστοῦ καὶ ἀγεύστου. ἔτι ἐπεὶ ἀόρατον τὸ μὲν φύσει λέγεται, ὡς τὸ ἀσώματον καὶ ἄχρουν, οἷον ἡ φωνή, ἡ ψυχή, τὸ δὲ ἄν πεφυκὸς μὴ ἔχῃ ἢ φαύλως, καθάπερ ὁ ἐσκοτισμένος ἀὴρ καὶ τῶν χρωμάτων ὅσα ἢ τῇ ἀποστάσει ἢ τῷ συγχεῖσθαι μὴ καθαρὰν τῇ ὄψει τὴν ἀντίληψιν δίδωσιν, ὡς κἂν τὸ ἀδύνατον ἡ τὸ ἄπουν τό τε μηδ’ ὅλως, ὡς οἱ ἰχθύες, ἢ τὸ κακῶς, ὡς ἡ νυκτερίς, διττόν τι ἔσται δήπουθεν καὶ τὸ ἄγευστον, τό τε μηδαμῶς ἔχον χυμὸν ἢ μικρὸν καὶ φαῦλον, καὶ τὸ φθαρτικὸν ἔχον τῆς γεύσεως, οἷον τὰ τῶν δηλητηρίων ἄκρατα. ἐπεὶ δὲ ἡ γεῦσις ἁφή, ἁφὴ δήπου φθείρεται φθειρομένης γεύσεως. τὸ δὲ ζῶον τῇ ἁφῇ ὥρισται· ἀνάγκη ἄρα τῆς γευστικῆς φθαρείσης δυνάμεως καὶ τὸ ζῶον ἀπόλλυσθαι. ἔτι ἄνωθεν διαιρουμένοις ἔσται τῶν γευστῶν τὸ μὲν ποτὸν τὸ δὲ ἄποτον· δοκεῖ γὰρ ἀρχὴ ταῦτα εἶναι καὶ πρώτη διαίρεσις. γεῦσις γάρ τι ἀμφότερα, ἀλλὰ τὸ μὲν φαύλη καὶ φθαρτική, τὸ δὲ τελειωτικὸν καὶ κατὰ φύσιν, τὸ ποτόν. τούτου δὲ τὸ μὲν γλυκύ, τὸ δὲ πικρόν, τὸ δὲ ἁλμυρόν, τὸ δὲ δριμύ, τὸ δὲ αὐστηρόν, τὸ δὲ στρυφνόν, τὸ δὲ ὀξύ· τὸ δὲ λιπαρὸν γλυκύ τι. ἑπτὰ δὲ οἱ χυμοί, ὅσα καὶ τὰ χρώματα, λευκόν, μέλαν, φαιόν, φοινικοῦν, ἁλουργόν, πράσινον, κυανοῦν· τὸ δὲ ξανθὸν τῷ λευκῷ συντέτακται. ἁπλᾶ μὲν οὖν πως καὶ ὡρισμένα χυμοὶ καὶ χρώματα ταῦτα· ἡ δὲ τούτων πρὸς ἄλληλα μῖξις καὶ τὸ μᾶλλον καὶ ἧττον τήν τε τῶν χυμῶν ἀπειρίαν καὶ τὰ τῶν χρωμάτων ἐγέννησαν. ἐπεὶ δὲ κοινὸν ἁφῆς καὶ γεύσεως τὸ ποτόν ὑγρὸν γάρ ἐστιν ἔγχυμον, οὗ τὸ μὲν ἁπτὸν τὸ δὲ γευστόν), ἀνάγκη τὸ αἰσθητήριον αὐτοῦ μήτε ὑγρὸν εἶναι ἐντελεχεία μήτε ἀδύνατον ὑγραίνεσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. ἔτι πάσχει ἡ γεῦσις ὑπὸ τοῦ γευστοῦ, ᾗ γευστόν, καὶ διὰ τοῦτο ἀνάγκη τὸ γευστικὸν αἰσθητήριον ὑγραίνεσθαι δύνασθαι καὶ ὑγρὸν μὴ εἶναι. σημεῖον δὲ τὸ μήτε κατάξηρον οὖσαν τὴν γλῶτταν αἰσθάνεσθαι μήτε λίαν ὑγράν· αὕτη γὰρ ἁφὴ γίνεται τοὐ πρώτου ὑγροῦ· ὥστε εἰ τοιαύτη, οὐκ ἂν φθάνοι ὑπὸ τῆς ἐν τοῖς χυμοῖς παθεῖν ὑγρότητος, πάσχουσα ὑπὸ τῆς ἐν αὐτῇ καὶ οἰκείας, ὥσπερ ὅταν τις προγευματίσας ἰσχυροῦ χυμοῦ γεύηται ἑτέρου, καὶ τοῖς ἰκτεριῶσιν ἢ πυρέττουσι πικρὰ τὰ προσφερόμενα φαίνεται ὡς τοιαύτης αὐτοῖς πεπληρωμένης τῆς γλώττης. οὔτ’ αὖ ὅταν ἄγαν κατάξηρος ᾖ· ἧττον γὰρ πάσχει ὑπὸ τοῦ ὑγροῦ καὶ διὰ πλείονος χρόνου. τὰ δὲ ἀπηριθμημένα τῶν χυμῶν εἴδη ὥσπερ καὶ τὰ τῶν χρωμάτων ἁπλᾶ μὲν τὰ ἐναντία, ὥσπερ ἐκεῖ τὸ λευκὸν καὶ τὸ μέλαν, οὕτως ὧδε τὸ γλυκὺ καὶ τὸ πικρόν, ἐχόμενα δὲ τοῦ μὲν τὸ λιπαρόν, τοῦ δὲ τὸ ἁλμυρόν· μεταξὺ δὲ τούτων τὰ ἕτερα. καὶ σχεδὸν αὗται μόναι δοκοῦσι διαφοραὶ χυμῶν. ἐπεὶ δὲ χυμῶν μὲν ὑποκείμενον τὸ ὑγρόν, ὑγροῦ δὲ τὸ ὕδωρ πηγή, ἢ ἐν τῷ ὕδατι καθάπαξ τοὺς χυμοὺς ἐνεῖναι δεῖ λέγειν, καὶ τοῦτο διττῶς, ὥσπερ τε Ἐμπεδοκλῆς πάντα ἐν πᾶσιν ὑποθέμενος τὰ γένη τῶν χυμῶν ἐν ὕδατι προσομολογεῖν, ἀναίσθητα δὲ διὰ τὴν σμικρότητα, ἢ τοιαύτην ὕλην ἐναποκεῖσθαι τῷ ὕδατι οἷον πανσπερμίαν χυμῶν, καὶ ἅπαντα μὲν ἐξ ὕδατος εἶναι, μᾶλλον δὲ γίνεσθαι ἄλλα ἐξ ἄλλων ἄμφω δὲ ψευδῆ, ὡς κύριον τῶν χυμῶν καὶ μόνον τὸ ὕδωρ ὑπολειπόμενον, τὸ δὲ καθ’ αὑτὸ εἶναι ἄχυμον βούλεται)· τρίτη δὲ δόξα τὸ μηδεμίαν διαφορὰν τοῦ ὕδατος ἔχοντος τὸ ποιοῦν αἴτιον εἶναι, τὸ θερμὸν μετὰ τῆς γεώδους ξηρότητος. φαίνονται δὲ καὶ οἱ χυμοί, ὅσοιπερ ἐν τοῖς καρποῖς, ἐνεῖναι πρότερον δυνάμει καὶ ἐν γῇ, γῇ. ὥσπερ οὗν οἱ ἐναποπλύνοντες ἐν τῷ ὑγρῷ τὰ χρώματα καὶ τοὺς χυμοὺς τοιοῦτον ποιοῦσιν ἔχειν τὸ ὕδωρ, οὕτω καὶ ἡ φύσις ἐν τοῖς φυτοῖς καὶ τοῖς ζώοις τὸ ὕδωρ διὰ τοῦ ξηροῦ καὶ γεώδους διηθοῦσα καὶ τῷ θερμῷ κινοῦσα καὶ μεταβάλλουσα ποιόν τι τὸ ὑγρὸν παραὡρισμέναι σκευάζει. καὶ ἔστι τοῦτο χυμὸς τὸ γινόμενον ὑπὸ τοῦ εἰρημένου ξηροῦ ἐν τῷ ὑγρῷ πάθος· ἀπόπλυνσις γὰρ ξηροῦ τροφίμου ἐν ὑγρῷ πεφθέντος τῷ θερμῷ ὁ χυμός. τὸ μὲν οὖν θερμὸν αὐξάνει καὶ δημιουργεῖ τὴν τροφὴν καὶ τὸ μὲν κοῦφον ἕλκει ἄνω, τὸ δὲ ἁλμυρὸν καὶ πικρὸν καταλείπει. ὃ γὰρ ἐν τοῖς ἔξω σώμασι ποιεῖ τὸ ἔξωθεν θερμόν, τοῦτο ἐν τῇ φύσει καὶ τῶν φυτῶν καὶ τῶν ζώων τὸ ἔνδον. τρέφεται δὲ τὰ τρεφόμενα προηγουμένως μὲν τῷ γλυκεῖ, συμμίγνυνται δὲ οἱ ἄλλοι χυμοὶ εἰς τὴν τροφὴν τὸν αὐτὸν τρόπον τῷ ἁλμυρῷ καὶ ὀξεῖ, ἀντὶ ἡδύσματος· ταῦτα δὲ τῷ ἀντισπᾶν τῷ λίαν εἷναι τρόφιμον καὶ ἐπιπολαστικὸν τὸ γλυκύ.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
