# In Aristotelis Libros De Anima Paraphrasis 11.1-2

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ᾿Αρχὴ τοῦ τρίτου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/11.1-2

Τούτων οὕτω διωρισμένων σκεπτέον καὶ περὶ τῶν ἀτελῶν, τί τὸ κινοῦν αὐτὰ τυγχάνει ὧδε δὲ ἀτελῆ λέγομεν, οἷς αἴσθησις γεῦσις μετὰ τῆς ἁφῆς ὑπάρχει μόνη), πότερον ἐνδέχεται φαντασίαν ὑπάρχειν καὶ τούτοις, ὥσπερ καὶ τοῖς τελείοις τῶν ζώων, εἴπερ καὶ τῇ κινήσει φαντασία σύνεστιν, ἢ οὔ. ἢ τοῦτο μὲν καὶ ἀπορεῖν τὴν ἀρχὴν οὐκ εὔλογον· εἰ γὰρ ἐπιθυμίαν αὐτοῖς ἐνοῦσαν ὁρῶμεν τῷ ἥδεσθαι καὶ λυπεῖσθαι τὸ δέ, ὅτι συστέλλονται καὶ διαχέονται· κοχλίαι μὲν γὰρ ὕδατος αὐτοῖς προσιόντος τῶν ὀστράκων ἐξέρπουσι· συγκλείονται δὲ καὶ συνάγονται σκληροῦ τινος προσεγγίσαντος), λείπεται λέγειν καὶ φαντασίαν αὐτοῖς ἐνεῖναι· πλὴν ὥσπερ τὴν κίνησιν, οὕτω καὶ ταύτην ἀόριστον ἕξουσι. τοῖς μέντοι τελειοτέροις, οἷον ἵπποις κυσὶ καὶ μελίτταις, τεταγμένως πως κινουμένοις ἐπί τε γὰρ νομὰς τὰς συνήθεις καὶ τὰς καταἑαυτοῦ μονὰς οἴκοθεν οἴχονται), καὶ ἡ φαντασία μᾶλλόν τι ἐκείνων ἕξει τεταγμένον. ὡρισμένως δὲ καὶ τελεώτατα ὁ λογικὸς κινηθήσεται ἄνθρωπος νῷ καὶ βουλήσει χρώμενος· καὶ οὐ πάντως τῷ φαινομένῳ ἡδεῖ ἕψεται, εἰ μὴ καὶ ἀγαθὸν εἴη ἦν γὰρ ἄν περιττὴ ἡ ἐν αὐτῷ ἐπιστασία τοῦ λογισμοῦ), καὶ τόδε πρὸ τοῦδε αἱρήσεται. ἑνὶ γάρ τινι κανόνι τῷ ἀγαθῷ χρήσαιτο, καὶ πρὸς ἐκεῖνο βλέπων τὴν φυγὴν ποιήσεται καὶ τὴν αἵρεσιν. ἄλλως μέντοι καὶ ἄλλως ὁ φαῦλος καὶ ὁ σπουδαῖος πρός τε τὸ ἀγαθὸν βλέπουσι καὶ τῷ συλλογισμῷ χρήσονται· ὁ μὲν γὰρ τῷ φαινομένῳ ὁ δὲ τῷ ὄντι προσβαλεῖ. καὶ ὁ μὲν ὅτι ἡδὺ θήλεος ὁμιλία, τὸ δὲ ἡδὺ κατὰ φύσιν, τοῦτο δὲ ἀγαθόν, τοῦτο δὲ αἱρετόν, ἐπὶ τὴν μῖξιν ἥξεται· ὁ δὲ ἐπειδὴ τόδε ἡδύ, ἡδέων δὲ τὸν σπουδαῖον ἀπέχεσθαι δεῖ, σωφρονήσειεν. ἐπεὶ δὲ ἀντιπεπονθότα τὸν λόγον συνέγνωμεν πρὸς τὰ πάθη, τέσσαρες ἕξεις ἠθικαὶ ἐν ψυχῇ ἀναφανήσονται. ἢ γὰρ μάχονται πάθος καὶ λόγος ἢ οὔ· καὶ εἰ μὴ μάχονται, ἢ τοῦ λόγου κρατήσαντος καὶ τὰ πάθη ἐξευγενίσαντος ἄγει ὅποι καὶ βούλοιτο, καὶ καλεῖται σωφροσύνη, ἡ τῶν τεσσάρων ἀρετῶν τῶν γενικῶν περιληπτική, ἢ τὰ πάθη τὸν λογισμὸν ἐδουλώσαντο ἀνδραποδισάμενα, καὶ λέγεται ἀκολασία. εἰ δὲ μάχονται καὶ παρὰ μέρος τὴν ἧτταν καὶ τὴν νίκην ἀντιλαμβάνουσιν, ὥσπερ σφαῖρα ἄνω καὶ κάτω κυλιομένη, ἐγκράτεια καὶ ἀκρασία κατονομάζεται· ἐγκράτεια μὲν εἰ κρατεῖ λόγος, ἀκρασία δὲ εἰ πάθος. τέσσαρες δ’ οὖσαι ἀρεταὶ γενικαὶ τῶν ὅλων καὶ περιεκτικαὶ φρόνησις σωφροσύνη ἀνδρία καὶ δικαιοσύνη τρία μέρη τῶν τῆς ψυχῆς διενεί- μαντο· καὶ φρόνησις μὲν ἐν τῷ λογιστικῷ, σωφροσύνη δὲ ἐν τῷ ἐπιθυμη- τικῷ, ἀνδρία δὲ ἐν τῷ θυμικῷ, ἡ μέντοι δικαιοσύνη ἐν ἀμφοτέροις θυμῷ καὶ ἐπιθυμίᾳ. καὶ φρόνησις μέν ἐστιν ἕξις μετὰ λόγου ἀληθοῦς περὶ τὰ ὄντως ἀνθρώπινα ἀγαθὰ πρακτικὴ καὶ εὑρετική· σωφροσύνη δὲ ἕξις ἀνένδοτος περὶ τὰς σωματικὰς ἡδονὰς μετὰ ὀρθοῦ λόγου κατὰ προαίρεσιν· ἀνδρία δὲ ἕξις ἐκ προαιρέσεως ὁρμητικὴ κατὰ λόγον ὀρθὸν πρὸς τοὺς ὑπὲρ ἀγαθοῦ κινδύνους ἐν ὑπομονῇ τῶν κατ’ ἄνθρωπον ἀλγεινῶν· δικαιοσύνη δὲ ἕξις προαιρετικὴ κατὰ τὸν ὀρθὸν λόγον τοῦ κατ’ ἀξίαν παρεκτική. καὶ μεσότης μὲν ἡ σωφρο- σύνη ἀκολασίας καὶ ἠλιθιότητος, ἀνδρία δὲ δειλίας καὶ θράσους, ἀφροσύνης δὲ καὶ πονηρίας ἡ φρόνησις, καὶ πλεονεξίας δὲ καὶ μειονεξίας ἡ δικαιοσύνη. τούτων οὖν οὕτως ἐχόντων ἐπεὶ ἐκ δύο τοὐλάχιστον προτάσεων συλλογισμὸς ἅπας συμπεραίνεται, τῶν δὲ ἡ μὲν μερικὴ καὶ ἐλάττων, ἡ δὲ καθόλου καὶ μείζων, ποία μᾶλλον αἰτία τῆς τοὐ ἀνθρώπου κινήσεως; ὡς ἐπὶ παραδείγματος “ἐγὼ φιλόσοφος, πάντα φιλόσοφον εὖ ποιεῖν δεῖ, ἐμὲ ἄρα εὖ ποιεῖν δεῖ”· πάλιν “ἐγὼ ἠρίστευσα, πάντα ἀριστέα στεφανοῦσθαι δεῖ, ἐμὲ ἄρα στεφανοῦσθαι δεῖ”. καὶ πῶς μὲν θεωροῦσιν ἡ μερικὴ τὸ κῦρος ἔχειν φανήσεται· αὕτη γάρ ἐστιν ἡ ἐπὶ τὴν πρᾶξιν κινήσασα δι’ ἑαυτήν, αὕτη δὲ καὶ ἡ πράττουσα. ἀλλ’ ἔστι πως καὶ ἡ καθόλου αἰτία· εἰ μὴ γὰρ τῷ καθόλου κρίνοι τὸ πρακτὸν ἡ ψυχή, ὅτι πάντα τοιόνδε τόδε δεῖ ποιεῖν, οὐ κινεῖται· ὥστ’ εἰ καὶ ἀμφοτέρας αἰτίας εἴποιμεν, ἀληθὲς ἄν εἴποιμεν. καὶ δὴ ἡ μὲν μερικὴ ἔστιν ὅτε ἀορισταίνει καὶ κινεῖται μεταβαίνουσα, ἡ δὲ καθόλου ἧττον ἢ οὐδαμῶς· ἐνδέχεται γὰρ τὸν λέγοντα “ἠρίστευσα” καὶ μὴ ἀριστεῦσαι· καὶ νῦν μὲν Διομήδης ἠρίστευσε, νῦν δὲ Ἀχιλλεύς, ἄλλοτε Αἴας· ἡ δὲ “πάντα ἀριστέα δεῖ στεφανοῦσθαι” ἵσταται καὶ οὐ μεταβάλλει εἰ μή τις καὶ τὴν εἰς ἄλλην ὁμοίαν πρᾶξιν μετά- βασιν ταύτης ἀλλοίωσιν εἴποι, οἷον “δεῖ πάντα ἀριστέα δωρεὰν λαμβάνειν”. πάσχει δὲ τοῦτο, διότι μᾶλλον πρὸς τοῦ ἑνὸς ἢ τοῦ πλήθους, ἡ δὲ ἐλάττων πρὸς τοῦ πλήθους ἄπειρα γὰρ τὰ καθ’ ἕκαστα), καὶ ὅτι ἐπὶ μὲν τῆς μερικῆς, μιᾶς ὑποκειμένης καὶ τῆς αὐτῆς πράξεως, ἀπειράκις ἐνδέχεται, ὥς γε εἴρηται, μεταβάλλεσθαι, ἡ δὲ καθόλου ἀκίνητος, τότε δὲ κινεῖται ὅτε καὶ ἡ πρᾶξις ἑτέρα γένηται. καὶ ὅσῳ καθολικωτέρα ἐστί , τοσούτῳ μᾶλλον ἀκίνητος· διὸ τὸ πάντων καθολικώτατον καὶ ἀκίνητόν ἐστιν, οἷον τὸ ἀγαθόν· πάντων γάρ ἐστι τελικώτατον αἴτιον καὶ πάντες οἱ συλλογισμοὶ διαφερόντως τοῦ πρακτικοῦ νοὸς εἰς τοῦτο τελευτῶσι· διὰ τοῦτο στεφανοῦσθαι δεῖ ὅτι ἀγαθόν, καὶ διὰ τοῦτο εὖ ποιεῖν δεῖ.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
