# In Aristotelis Libros De Anima Paraphrasis 11.1

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, Ἀρκὴ τοῦ δευτέρου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/11.1

Οὕτω διῃτημένων καὶ τῶν περὶ τῆς γεύσεως λέγειν περὶ ἁπτοῦ καὶ ἁφῆς ὑπολείπεται. δυσὶ δὲ προβλήμασι τὸν περὶ αὐτῆς πλεῖστον λόγον διεξοδεύσομεν, εἰ πολλαὶ καὶ μὴ μία, καὶ εἰ ἡ σὰρξ αἰσθητήριον. ἐπ’ ἄμφω δὲ τοὺς λόγους γυμνάσαντες, ἡμεῖς γοῦν τοῖς πιθανωτέροις ἑψόμεθα, καὶ τὰ πολλὰ τῷ δευτέρῳ πρὸς ἀπόδειξιν τοῦ προτέρου προσχρησόμεθα. οὕτω δὲ προάγομεν· πότερον μία αἴσθησις ἡ ἁφὴ ἢ πλείους; εἰ μὲν μὴ μία ἀλλὰ πλείους, ἀνάγκη καὶ τὰ ἁπτὰ πλείω αἰσθητὰ εἶναι. τί δὲ καὶ τὸ τοῦ ἁπτικοῦ αἰσθητήριον; πότερον ἡ σὰρξ καὶ ἐν τοῖς ἄλλοις τὸ ἀνάλογον, ἢ οὐ, ἀλλὰ τοῦτο μέν ἐστι τὸ μεταξύ, ὥσπερ ἐν ταῖς ἄλλαις τὸ διαφανὲς ἢ διηχὲς ἢ δίοσμον, τὸ δὲ πρῶτον αἰσθητήριον ἄλλο τί ἐστιν ἐντός, καὶ τοῦτο ἢ τὸ πνεῦμα, ὃ πασῶν κοινόν, ἢ τὸ τῆς ζωτικῆς ἀρχῆς μόριον. καὶ δὴ μίαν μὲν αἴσθησιν τὴν ἁφὴν λέγειν οὐκ ἀνάγκη, ὅτι περ μιᾶς ἐναντιώσεως μία δήπου καὶ αἴσθησις καὶ τὸ ἔμπαλιν· ὄψις γὰρ λευκοῦ καὶ μέλανος μόνη μόνης, καὶ ἀκοὴ βαρέος καὶ ὀξέος, καὶ τὸ μὲν πικρὸν τὸ δὲ γλυκὺ τὸ τῆς γεύσεως· πλείους δὲ τῆς ἁφῆς αἱ ἀντιθέσεις. ὀκτὼ γὰρ αἱ πᾶσαι καὶ οὐχ ὑπάλληλοι οὐδ’ ὑπὸ μίαν συνάγονται, θερμότης ψύξις, ξηρότης ὑγρότης, σκληρότης μαλακότης, κουφότης βαρύτης, καὶ αἱ λοιπαί. οὐκ ἄρα μία ἡ τῶν ἁπτῶν αἴσθησις. ἔτι τῇ μιᾷ αἰσθήσει ἓν καὶ τὸ ὑποκείμενον, ὄψει μὲν χρῶμα, ἀκοῇ δὲ ψόφος· περὶ ἓν γάρ τι γένος ἑκάτερον ἰδίως συμφέρεται· ἀφῇ δὲ οὔτι που τὸ γένος ὡρι- σμένον, εἰς ὃ καταγίνεται· οὐ γὰρ ἕν. οὐ μία δήπου οὐδὲ κατὰ τοῦτο ἡ ἁπτικὴ αἴσθησις. ἔτι δηλοῖ τὸ πλείους ἁφὰς εἶναι καὶ ἡ ἐπὶ τῆς γλώσσης ἁφή· ἀπάντων γὰρ τῶν ἁπτῶν, θερμοῦ ψυχροῦ καὶ τῶν ἄλλων αἰσθάνεται, ἔτι δὲ καὶ χυμοῦ κατὰ τὸ αὐτὸ μόριον· ὥστε καθάπερ ὧδε, εἰ μὲν καὶ ἡ ἄλλη σὰρξ χυμοῦ ᾐσθάνετο, μία ἂν ἐδόκει ἡ ἁφὴ καὶ ἡ γεῦσις τίνι γὰρ δια- κρίνοιτο;) νυνὶ δὲ τῷ μὴ ἀντιστρέφειν κεχώρισται, οὕτω καὶ ἁφῆς διαφόρους εἶναι τὰς αἰσθήσεις οὐδὲν κωλύει, τῷ δὲ δι’ ἀλλήλων ἥκειν καὶ πάσας πάντων καὶ τῶν πασῶν ἑκάστην ἀντιλαμβάνεσθαι συγκεχύσθαι καὶ εἰς ἓν φύρεσθαι. οὕτω δὲ πρὸς ταῦτα ἀνθυποφέρεται· εἰσὶ γὰρ οἳ λέγουσιν ὡς εἰσί πως πλείους αἱ ἀντιθέσεις κἀν ταῖς ἄλλαις αἰσθήσεσιν. οὐ γὰρ μόνον ὀξύτης καὶ βαρύτης ἐν ἀκοῇ, ὥσπερ ἐλέγετο, ἀλλὰ καὶ μικρότης καὶ μέγεθος, καὶ φωνὴν λείαν καὶ τραχεῖαν ἠκούσαμεν, καὶ τοιαῦται διαφοραὶ ἕτεραι· καὶ περὶ ὄψιν δὲ οὐ μόνον χρῶμα λευκὸν καὶ μέλαν, ἀλλὰ καὶ σφοδρὸν καὶ ἀμυδρόν. εἰ δὲ ταῦτα, τί κωλύει, ὥσπερ ἐπ’ ἐκείνων μίαν συνεωρῶμεν ἐν πλείσταις ἐναντιώσεσιν αἴσθησιν, οὕτω τοι καὶ περὶ ἁφῆς τίθεσθαι; ἢ τοῦτο μὲν καὶ παραλογισμὸς ἐστιν· οὐ γὰρ κυρίως ἐπὶ φωνῆς τὸ λευκὸν ἢ τὸ μέλαν οὐδὲ τὸ μέγα καὶ μικρὸν λέγεται ἢ τραχὺ καὶ λεῖον, οὔτ’ ἐπὶ χρώματος τὸ σφοδρὸν καὶ ἀμυδρόν. μόνῃ γὰρ ἀκοῇ συγγενὴς ἡ τοῦ ὀξέος καὶ βαρέος ἀντίθεσις, ὄψει δὲ ἡ τοῦ λευκοῦ καὶ μέλανος. ἐκεῖνο δὲ δεῖ λέγειν, ὃ πρὸς τὸ δεύτερον ἀντιτίθεται, ὡς ὅν τι καὶ τὸ τῆς ἁφῆς ὑποκείμενον. εἰ δ’ ὅτι μὴ δῆλον, εἰ ἕν, μηδ’ ὠνόμασται, τί δεῖ μᾶλλον περὶ ἁφῆς ταῦτα ζητεῖν ἢ περὶ ὀσφρήσεως; προσβιά- σαιτο δ’ ἄν τις κἀνταῦθα κοινόν πως τὸ ἀντιτυπὲς ὑποθέσθαι, μὴ τὸ ἀντιδιεσταλμένον τῷ μαλακῷ, ἀλλ’ ἀπλῶς τὸ τῷ μαθηματικῷ ὡς φυσικόν, ὥσπερ ἐκεῖ τὸ δίοσμον. ἔτι εἰ, διότι τὸ γευστικὸν καὶ ἅπτεται, ἔστιν ἐγχωροῦν καὶ ἁφὰς εἶναι πλείονας, οὐκ ἐπὶ γλώσσης μόνον τοῦτο προσίσταται, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων. ὡς γὰρ αὕτη μετὰ τοῦ ἰδίου καὶ τῶν τῆς ἁφῆς συναισθάνεται, καὶ ὀφθαλμὸς ὁρᾷ καὶ θερμαίνεται ἢ ψύχεται, καὶ ἀκοὴ δὲ ὁμοίως καὶ ὄσφρησις· κοινὸν γάρ τι τοῖς αἰσθητηρίοις τὸ ἁπτικόν, ὡς τούτῳ τὸ αἰσθητικὸν ἅπαν σῶμα συνέστηκε. καὶ τὸ μὲν πρῶτον τῶν ἠπορημένων οὕτως εὐθύνθη τοῖς λόγοις. πότερον δὲ ἡ σὰρξ αἰσθητήριον ἢ δι’ οὗ; τοῦτο γὰρ ζητηθῆναι προβέβληται δεύτερον. πῶς μὲν οὗν θεωροῦσι τοῦτο ἐσεῖται πρῶτον, πῶς δ’ οὔ. εἰ μὴ γὰρ ἡ σὰρξ πρῶτον αἰσθητήριον, † ἥττονος ἔδει ἢ ἀχρόνως τὴν ἅψιν γίνεσθαι. οὐ γὰρ ἐπ’ ἀκοῆς οὕτως· οὐ γὰρ ἅμα τῷ πληγῆναι τὰ νέφη τὸν ψόφον ἠκούσαμεν, ἀλλ’ ἦν τις μεταξὺ καὶ χρόνος καὶ κίνησις, ὅσον ἡ βροντὴ τῆς ἀστραπῆς καθυστέρησεν· ἅμα γὰρ τὸ πλῆξαν πνεῦμα τῇ τε ῥήξει τὸν ἦχον καὶ τῇ πυρώσει τὴν λάμψιν ἐποίησεν, ὅρασις δὲ ἀκοῆς καὶ ψόφου φῶς ταχινώτερα. τί δ’ ἄν τις καὶ ἄλλο εἴποι ταύτην παρείς; οὐ γὰρ ἕτερον ὁρῶμεν ἔξω σαρκός. ἔτι ὃ ἄν τις καὶ ἐπ’ ἄλλων ἴδοι παρατηρήσας καὶ κοινὸν ταῖς αἰσθήσεσι, τὸ μὴ ποιεῖσθαι ἄμεσον τὴν ἐνέργειαν, τοῦτο καὶ ἐπὶ τῆς σαρκὸς ὄψεται· οὐ γὰρ ἄμεσος ταύτῃ τῶν ἁπτῶν ἡ θίξις, ἀλλ’ ἔστι τὸ μεταξὺ ἢ ὕδωρ ἢ ἀήρ. ὡς γάρ, εἰ βάψαις ἐν ὕδατι ἢ ἐν ἐλαίῳ τὸν δάκτυλον, εἶτα τοῦ λίθου ἅπτῃ, ἐστί ·τι μεταξὺ αὐτὸ δὴ τὸ ὑγρόν, οὕτω τοι καὶ ἐπὶ τῶν ἐν ἀέρι ἁπτομένων πάντων ἀὴρ ἐν μέσῳ δι’ ὅλου συνείληπται, καὶ ὕδωρ τοῖς ἁπτομένοις ἐν ὕδατι, εἰ καὶ λανθάνει τὴν αἴσθησιν τῇ βραχύ- τητι. τοῦτο δὲ καὶ τοῖς πάλαι ἠπόρηται, ὅπως ἅψις γίνεται, καὶ εἰ διεροῦ διερόν ἐστι κυρίως ἁπτόμενον· εἰ γὰρ ἅπαν σῶμα βάθος ἔχει, τοῦτο δ’ ἐστὶ τὸ τρίτον μέγεθος, ὧν δ’ ἐστὶ δύο σωμάτων μεταξὺ σῶμα, ταῦτ’ ἀδύνατον ἀλλήλων ἅπτεσθαι, τὸ δὲ ὑγρὸν ἄνευ σώματος οὐκ ἔστιν οὐδὲ τὸ διερόν, ἀλλ’ ἀναγκαῖον ἢ ὕδωρ εἶναι ἢ ὕδωρ ἔχειν, οὐκ ἂν εἴη διεροῦ διερὸν κυρίως ἁπτόοφο μενον. ὡς δὲ καὶ τὰ ἁπτόμενα ἀλλήλων ἐν τῷ ὕδατι μὴ ξηρῶν τῶν ἄκρων ὄντων ἀναγκαῖον ὕδωρ ἔχειν μεταξύ, οὗ ἀνάπλεα τὰ ἔσχατα, εἰ δὲ τοῦτο, ἀδύνατον ἄλλο ἄλλο ἐν ὕδατι ἅψασθαι, τὸν αὐτὸν τρόπον καὶ ἐν ἀέρι. ὁμοίως γὰρ ἔχει ὁ ἀὴρ πρὸς τὰ ἐν αὐτῷ ὥσπερ τὸ ὕδωρ πρὸς τὰ ἐν αὐτῷ τῷ ὕδατι· λανθάνει δὲ ἡμᾶς ἥ τε ἅψις τῶν ἐν τῷ ὕδατι ζώων καὶ δοκεῖ ἄμεσος καὶ μᾶλλον ἡ τῶν ἐν ἀέρι διὰ τὴν τοῦ μέσου βραχύτητα καὶ λεπτότητα· καὶ τοῦ σκληροῦ οὖν καὶ τοῦ μαλακοῦ δι’ ἑτέρου ἄν αἰσθανοίμεθα, ὥσπερ δήπου καὶ τοῦ ὁρατοῦ καὶ τοῦ ψόφον ἔχοντος· ἀλλ’ ὅτι τὰ μὲν πόρρωθεν ἐναργές, τὰ δὲ διὰ τὸ λίαν ἐγγὺς λανθάνει. καὶ ὥσπερ καὶ δι’ ὑμένος περ.ιπεφυκότος τῇ σαρκὶ ἁπάντων ἂν αἰσθανοίμεθα τῶν ἁπτῶν, καὶ εἰ τὸ διεῖργον ἐλάνθανεν, οὕτως ἔχει ἐπὶ τῆς γεύσεως καὶ ἁφῆς ἐν ἀέρι καὶ ὕδατι· δοκοῦμεν γὰρ αὐτῶν θιγγάνειν καὶ μηδὲν εἶναι μέσον διὰ τὸ πολὺ τῆς ἐγγύτητος. πλὴν διαφέρει τοῖς μέσοις τὰ ἁπτὰ τῶν ὁρατῶν καὶ ψοφητικῶν, ὅτιπερ ἐκείνων ᾐσθανόμεθα τῷ τὸ μεταξὺ πάσχειν τι, εἶτα ποιεῖν εἰς ἡμᾶς, τῶν μέντοι ἁπτῶν καὶ γευστῶν οὐχ ὑπὸ τοῦ μεταξὺ πάσχοντος ἢ ποιοῦντος ἀντιλαμβάνομεν, ἀλλ’ ἅμα σὺν τῷ μεταξύ, ὥσπερ οἱ διὰ τῆς ἀσπίδος πληγέντες· οὐ γὰρ ἡ ἀσπὶς πληγεῖσα ἐπάταξεν, ἀλλ’ ἅμα ἀμφοῖν συνέβη παθεῖν. ἧττον δὲ καὶ οὗτοι τῶν λόγων ἀκίνητοι· εἰ γὰρ διὰ τοῦτο ἡ σὰρξ αἰσθητήριον, διὰ τὴν ἄχρονον αἴσθησιν, τί μᾶλλον ἐπὶ ἁφῆς τοῦτο δεῖ λέγειν ἢ ἐπὶ ὄψεως; ἀμφοῖν γὰρ ἡ αἴσθησις ἄχρονος, ὥσπερ δήπου καὶ ἐπὶ πάσης ἡ γένεσις. οὐ γάρ ἐστιν αἰσθήσεως γένεσις· οὐ γὰρ κατὰ μικρὸν καὶ ἐν παρατάσει τὸ τέλειον, ἀλλ’ ἅμα τε ᾔσθετο καὶ αἰσθάνεται καὶ ὁρᾷ καὶ ἑώρακε, καὶ ὁ μὲν χρόνος παρατείνας ἠλλοίωται, αἴσθησις δὲ ἡ αὐτὴ τῇ φύσει τῇ προτέρᾳ ἡ δευτέρα· ἐν μέντοι τῇ γενέσει οὐ ταὐτὸν οὐσίᾳ τοῖς ὑστέροις τὰ ἐν ἀρχῇ. καὶ πρὸς τούτοις εἴ τις ὑμένα προσφύσει περὶ τὸν δάκτυλον, οὐδὲν ἧττον ἅμα τῇ θίξει τῶν ὑποκειμένων αἰσθήσεται, καὶ οὐ δήπου κἀν τῷ ὑμένι τὸ αἰσθητήριον. οὕτως οὐδ’ ἄν εἴη διὰ ταῦτα τὸ πρῶτον τῆς ἁφῆς ἡ σὰρξ αἰσθητήριον, ἀλλὰ τὸ δι’ οὗ. ὃ γὰρ προσφυὲν ποιεῖ τὸ ἀλλότριον, μᾶλλον ἄν τὸ οἰκεῖον καὶ συμφυές. οὐδὲν γὰρ τὸ κωλῦον ἐντὸς μὲν εἶναι τὸ αἰσθητήριον, εἴτε καρδία τοῦτό ἐστιν, εἴτε καὶ ἕτερον, τὴν σάρκα δὲ εἶναι μεταξὺ περικειμένην καὶ συμφυῆ. εἰ γὰρ ἐκεῖ περὶ τὴν σάρκα παρατεινόμενος ὁ ὑμὴ·ν εὐθὺς παρεῖχε τὸ ἅπτεσθαι, πόσῳ μᾶλλον θᾶττον διικνοῖτο ἄν ἡ αἴσθησις, εἰ συγγενὲς ὑποτεθείη τὸ μεταξύ. ἔτι οὐ πάνυ τοι ἀληθὲς καὶ τὸ τὰ ἁπτόμενα πάντα λέγειν διὰ μέσου τινὸς ἅπτε- σθαι· ἐπ’ ἄπειρον γὰρ οὗτος ὁ λόγος βαδιεῖται. εἰ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἁπτά αἰσθανόμεθα γοῦν αὐτῶν ὡς θερμῶν καὶ ψυχρῶν), πότερον ἁπτομένων τούτων ἡμῶν ἐστί τι μεταξὺ ἢ οὔ; εἰ μὲν μὴ ἔστιν, ἔχομεν εὐθὺς ὃ ζητοῦμεν· εἰ δὲ ἔστιν, ἡμεῖς καὶ περὶ ἐκείνου ταῦτα εἴποιμεν, καὶ περὶ τοὐ μετ’ αὐτὸ καὶ ἔτι· καὶ οὐχ ἅψεταί τί τινος, πρὶν ἡμεῖς στῶμεν ἀπείρως τὸν λόγον διεξοδεύσαντες· θαυμαστὸν δὲ καὶ τὸ οἴεσθαι κινεῖν τῇ χειρὶ τὸν λίθον τῇ ἐπιπολαζούσῃ ὑγρότητι, ὅταν ἱδρῶμεν ἢ ὕδατι νίζωμεν, τῷ οὕτω φαύλῳ καὶ μαλακῷ τόσον ὄγκον μετὰ βαρύτητος καὶ στερρότητος. καὶ πρὸς τούτοις τῷ κυρίως αἰσθητηρίῳ τὸ αἰσθητὸν ἐν χρῷ ἐπιθέμενον κατέχει ἀναίσθητον, καίπερ τοσούτου ἐναπειλημμένου ἀέρος τῷ μεταξύ, ὅσος κἀν τῇ ἁφῇ. εἰ γάρ τις τὸ λευκὸν θείη ἐπὶ τοῦ ὄμματος ἔσχατον ἢ τὸ ψοφοῦν ἐπ’ αὐτὴν τὴν ἀκοήν, οὐκ αἰσθήσεται. λείπεται οὗν ἐντὸς εἶναι τὸ αἰσθητήριον, ᾧ ἄν προσθη- σόμενα οὐκ αἰσθήσεται, ταῦτα δέ, γλῶσσα καὶ σάρξ, εἶναι δι’ ὧν, ὥσπερ ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν. ἀλλ’ οὗτοι μὲν οἱ λόγοι ἰδιαζόντως ἑκατέρῳ τῶν προβλημάτων ἐπήχθησαν· οἱ δὲ κοινοὶ καὶ διάλληλον δεῖξιν ἔχοντες καὶ παρὰ μέρος τὰ ζητούμενα ὡς ὁμολογούμενα προσλαμβάνοντες, ἔτι δὲ ὡς τοῖς πρώτοις ἐπιχειροῦντες ἀμφότερα οὗτοι. εἰ τῆς μιᾶς αἰσθήσεως ἓν καὶ τὸ αἰσθητήριον, ἓν δὲ ἁφῆς αἰσθητήριον ἓν γὰρ ἡ σάρξ), μία ἄρα καὶ ἡ ἁπτικὴ αἴσθησις. τούτου δὲ ἔνστασις πρῶτον μὲν ὅτι οὐ καλῶς λαμβάνει. ὃ γὰρ ἀποδειχθῆναι ἔδει προσείληπται ὡς ὁμολο- γούμενον. ἀδήλου γάρ, εἰ ἡ σὰρξ αἰσθητήριον, αὐτόθεν ἠξίωται. εἶτα πῶς ἕν; εἰ μὲν τῇ συνεχείᾳ, οὐδὲν κωλύει πολλὰ εἶναι· τῇ δυνάμει καὶ διάφορα αἰσθητήρια παρ’ ἑαυτῇ κατέχειν τῶν διαφόρων αἰσθήσεων· εἰ δὲ καὶ τῇ δυνάμει, τίς ἡ ἀωάγκη; ἡ γὰρ αὐτὴ σὰρξ καὶ λευκὴ καὶ μαλακή, καὶ θερμὴ καὶ ὑγρά· καὶ οὐ δήπου ταῦτα πάντα ἐν. εἰ δὲ μὴ δῆλα μηδὲ τόπῳ χωρί- ζεται, οὐδὲν πρᾶγμα. ὡς γὰρ ἄν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ, ἑνὶ ἄν ἐδοκοῦμεν αἰσθάνεσθαι ὀσμῆς καὶ ψόφου καὶ χρώματος, καὶ μίαν τινὰ αἴσθησιν εἶναι ὄψιν τε καὶ ἀκοὴν καὶ ὄσφρησιν, νυνὶ δὲ τῷ κεχωρισμένον εἶναι, δι’ οὗ αἱ κινήσεις γίνονται, ἡ τῶν αἰσθητηρίων ἑτερότης γινώσκεται, οὕτω καὶ ἐπὶ σαρκὸς ἔχει καὶ τῆς ἁπτικῆς αἰσθήσεως. τῷ γὰρ κύκλῳ εἶναι καὶ συμφυὲς τὸ τῶν διαφόρων ἁφῶν αἰσθητήριον ἡ σὰρξ τὸ πλείους εἶναι τὰς ἁπτικὰς αἰσθήσεις ἄδηλον τίθεται. ὃ δὲ αἴτιον τοὐ δι’ ὧν μὲν αἱ ἄλλαι χωριστὰ εἶναι, προσπεφυκὸς δὲ δι’ οὗ ἡ ἁφή· ἐπεὶ γὰρ ἀδύνατον ἐξ ἑνὸς τῶν ἁπλῶν ἀέρος ἢ ὕδατος ἢ πυρὸς συστῆναι τὸ ἔμψυχον σῶμα δεῖ γὰρ στερεὸν εἶναι τὸ διατρῖψον ἐν γῇ), λείπεται ἐκ γῆς καὶ τῶν τοιούτων εἶναι μικτόν, οἷον βούλεται εἶναι ἡ σὰρξ ἢ τὸ ἀνάλογον, ἐφ’ οἷς μὴ ἔχει σάρκα τῶν ζώων. συντέθειται μὲν οὖν ἐκ πάντων, εἰδοπεποίηται δὲ κατὰ τὴν τοῦ ἑνὸς ἐπικράτειαν· στερεὸν γὰρ καὶ ἀντιτυπές, ὅτι μᾶλλον γήινον. ὥστ’ ἀνάγκη τὸ σῷα μεταξὺ εἶναι τοῦ ἁπτικοῦ προσπεφυκός, δι’ οὗ πλείους οὖσαι αἱ τῆς ἁφῆς αἰσθήσεις γενήσονται. ὅτι δὲ οὐδὲ ταῦτα κινεῖν ἀδύνατον, δηλώσει τὰ παρὰ πόδας. εἰ μὲν γὰρ πολλὰ τὰ αἰσθητήρια μιᾶς οὔσης τῆς σαρκὸς ζητοῦμεν, τίς αὐτοῖς ἡ διάκρισις καὶ πόθεν οὗτοι κατέλαβον; εἰ δ’ ἄδηλα τῷ δι’ ἀλλήλων ἥκειν καὶ πάντα πάντων ἀντιλαμβάνεσθαι, κατ’ αὐτὸ μάταιον· τί γὰρ ἔδει πολλῶν, ἀρκοῦντος ἑνός, εἴπερ ἡ φύσις τῆς χρείας καὶ φεύγει τὸ περιττόν; ἑνὶ γὰρ μᾶλλον ὀργάνῳ ἐνεργείαις πλείοσι προσχρήσαιτο ἢ πολλοῖς πρὸς μίαν. τὰ αὐτὰ δήπου καὶ ἐπὶ τῶν ἁφῶν, εἰ πλείους. εἰ μὲν γὰρ ἑκάστη αἴσθεται τὰ πασῶν, ἀπόχρη μία· εἰ δὲ ἄλλη ἄλλων, καὶ διάφορον ἴσχουσι τὴν ἐνέργειαν, τίς ἡ ἀπόδειξις; γελοῖος δὲ καὶ ὁ συμφυὴς ἀὴρ εἰς ὑπόδειγμα· οὐ γὰρ ὥσπερ ἡ σὰρξ καὶ δι’ ὅλου τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ τῶν ὅλων ἐφήπτετο, κἀκεῖνος ἄν ἀπὸ παντὸς ἑαυτοῦ ἢ διὰ τοῦ αὐτοῦ πάσαις παρεῖχεν αἰσθάνεσθαι, ἀκοῇ λέγω καὶ ὄψει καὶ ὀσφρήσει, ἀλλ’ ἡ κατ’ εὐθὺ πρὸς ἕκαστον αἰσθητήριον προσβολὴ καὶ τότε τὴν κρίσιν ἐτίθετο, ὡς οὐδὲν μᾶλλον πρότερον ἢ ὕστερον διακεκρι·μένα τὰ αἰσθητήρια. ἀλλ’ εἰ καθάπαξ τοῖς λόγοις λόγους εἰσφέρομεν καὶ τοῖς δευτέροις τοὺς πρώτους ἐκκρούομεν, λήσομεν ἑαυτοὺς εἰς οὐδὲν τὴν σχολὴν κατατρίβοντες· οὐ γὰρ ἔσται πέρας, παντὸς τοῦ προσλη- φθέντος ἐν τοῖς μέσοις τῶν πραγμάτων καὶ τὸν ἀντίθετον συνεισφέροντος. μήποτε δὲ καὶ μίαν καὶ πολλὰς δεῖ λέγειν τὴν ἁπτικὴν αἴσθησιν καὶ τὰς ἄλλας, καὶ τὴν σάρκα ἔστιν ὡς αἰσθητήριον ἔστιν ὡς μεταξὺ καὶ τἄλλα· ἐζήτηται δὲ οἰκείως ἐν τῇ ἀφῇ ὡς ἐκδηλοτέρᾳ πρὸς τοῦτο καὶ τῶν ἄλλων ὑλικωτέρᾳ. εἰ γὰρ ἡ ψυχὴ μᾶλλον ἓν οὖσα τὸν μερισμὸν οὐκ ἐκπέφευγε πῶς γὰρ ἄν ἅμα, εἰ μὴ ἀπλοῦν καὶ ἀμέριστον, κατὰ τὸ αὐτὸ τὸν τοῦ λευκοῦ καὶ μέλανος ἐπεσκόπει λόγον) καὶ τῷ τῷ ὄγκῳ συνεκτετάσθαι τοῦ σώματος μεμέρισταί πως, ὡς κἄν ὁ τοῦ σχήματος πάθοι λόγος ἑνοειδὴς ὢν δήπου καὶ καθόλου καὶ ἀδιάστατος, τοῖς δὲ καθ’ ἕκαστα καὶ αἰσθητοῖς σώμασι μερίζεται διιστάμενος, οὕτω ὅ ἄν καὶ τὰς τῆς ψυχῆς δυνάμεις ἔχειν οὐδὲν κωλύει τάς τε αἰσθητικὰς καὶ τὰς ζωτικὰς καὶ διαφερόντως τὴν ἁπτικήν. καὶ τί δεῖ τοῦτο ἐπὶ τῆς ἀλόγου διαπορεῖν, ὅπου γε ἡ λογικὴ ψυχὴ ὡς πρὸς ἑστῶτα τὸν νοῦν ἐξεταζομένη μερίζεται καὶ πρός τι χρονικὴν ὑπομένει τὴν κίνησιν; καὶ περὶ μὲν ἁφῆς τοσαῦτα. ῾Απτὰ δέ εἰσιν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα, αὗται δὲ αἷς τὰ στοι- χεῖα εἰδοποιεῖται καὶ διορίζεται, αἱ δύο μόναι συζυγίαι τῶν ἁπτῶν ἀντιθέσεων, θερμὸν ψυχρόν, ὑγρὸν ξηρόν, περὶ ὧν καὶ πρότερον εἴρηται ἐν τοῖς περὶ στοι- χείων, ὡς ἐπὶ παντὸς ἥκουσαι σώματος καὶ δρῶσαι πρὸς ἀλλήλας κὼ πάσχουσαι καὶ κατ’ αὐτὰς τὰ στοιχεῖα· ὅθεν φθορᾶς ἁπάσης καὶ γενέσεως αἴτια. εἰσὶ μὲν γὰρ καὶ αἱ τῶν χρωμάτων καὶ τῶν ψόφων διαφοραί, ἔτι δὲ καὶ τῶν ἄλλων αἰσθήσεων ἐν τοῖς σώμασιν, ἀλλ’ οὐ, καθὸ σῶμα, χρῶμα ἔχει οὐ γὰρ ἅπαν), ἀλλ῾ ᾗ ὁρατόν, κὼ γευστὸν καὶ ἀκουστὸν καὶ ὀσφραντὸν ὁμοίως· καὶ οὕτε τι πρὸς ἀλλήλας ἢ δρῶσιν ἢ πάσχουσιν οὐθ’ ὑπ’ αὐτῶν τὸ σῶμα, ἀλλ’ αἱ τῆς ἁφῆς μόνης, καὶ πρὸς αὑτὰς ἰδίως καὶ πρὸς τὴν σάρκα κοινῶς. καὶ τούτων οὐχ ὁμοίως πᾶσαι· οὔτε γὰρ τὸ ἁπτικὸν αἰσθητήριον ὑπὸ πάσης ἁπλοΪκῆς ὁμοίως ποιοῦται αἰσθήσεως, οὔτε ἴσην τὴν ἐπ’ ἀλλήλαις δρᾶσιν ἢ πεῖσιν ἔχουσιν. οὔκουν ὑπὸ βαρύτητος ἢ κουφότητος, οὐδὲ λεαίνεται ἢ τραχύνεται τοιούτοις ὁμιλοῦσα ἡ σάρξ, ἀλλ’ ἢ γνωστικῶς αὐτῶν μόνα τὰ εἴδη δέχεται· θερμοῦ δὲ προσβαλόντος ἢ ὑγροῦ ἢ ψυχ·ροῦ καὶ ξηροῦ ἅμα τε ἔπαθεν ὑλικῶς διατεθεῖσα, θερμανθεῖσα καὶ ψυχρανθεῖσα, καὶ τὸ εἶδος ἐγνώρισε· καὶ τὸ μὲν ὡς φυσικὸν σῶμα τοῖς ἐξ ὧν συνέστηκε συμπαθές, τὸ δὲ ὡς αἴσθησις κριτική. τί δὲ καὶ κουφότης πάθοι ὑπὸ βαρύτητος; οὐδενὸς γὰρ μεταδοίη τοῖς παρα- κειμένοις ἑκάτερον. κατὰ ταῦτα καὶ αἱ λοιπαί. φανερὸν οὖν ὡς μόνα τῶν ἁπτῶν θερμὸν καὶ ξηρὸν καὶ τὰ ἀντικείμενα τῶν τε στοιχείων ὁριστικὰ καὶ τῷ δρᾶν καὶ πάσχειν τἄλλα πάντα καὶ γεννῶσι καὶ φθείρουσι· τῶν δ’ ὑπο- λοίπων ἓξ συζυγιῶν τῶν ἁπτῶν αἱ μὲν ὡς μηδὲν ποιοῦσαι πρὸς ἀλλήλας ἢ πάσχουσαι οὐδὲν πρὸς γένεσιν ἢ φθορὰν συνεισφέρουσιν, αἱ δὲ ταῖς εἰρημέναις συγκλείονται. αὗται δὲ κουφότης καὶ βαρύτης, λειότης καὶ τραχύτης, λεπτότης καὶ παχύτης, πυκνότης καὶ μανότης, σκληρότης <καὶ> μαλακότης, γλισχρότης κραυρότης. ἔστι δὲ ὑγρὸν μὲν τὸ τῷ οἰκείῳ ὅρῳ δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐόριστον· ξηρὸν δὲ τὸ ἔμπαλιν· καὶ θερμὸν μὲν τὸ τὰ ὁμογενῆ καὶ ἑτερο- γενῆ διακρῖνον, ψυχρὸν δὲ τὸ συγκρῖνον ἀμφότερα· καὶ λεῖον μὲν καὶ μαλακὸν τὸ μὲν οὗπερ ἐξ ἴσου τὰ τῆς ἐπιφανείας συνάπτονται μόρια, τ·ὸ δὲ ὃ εὐένδοτον δι’ ὑγρότητα· γλίσχρον δὲ καὶ λεπτὸν καὶ πυκνὸν τὸ μὲν ὃ μετὰ πάθους ἔχει ὑγρότητα, τὸ δὲ ὃ τῶν πόρων ἀναπληστικὸν διὰ τὴν τῶν μερῶν σμικρότητα καὶ διαίρεσιν, τὸ δὲ οὗ τὰ μόρια σύνεγγυς· τοῖς δὲ ἐναντίοις τὰ ἐναντία. καὶ γλίσχρον μὲν καὶ μαλακὸν τῷ ὑγρῷ συνυπάγονται, ξηρῷ δὲ τὰ ἀντικείμενα. βαρὺ δὲ καὶ κοῦφον τὸ μὲν ἐπὶ τὸ μέσον φέρεται, τὸ δὲ ἀπὸ τοῦ μέσου. ταῦτα δὲ καὶ τῶν ἄλλων κοινότατα· ἅπαν γὰρ σῶμα βαρὺ ἢ κοῦφον. μήποτε δὲ μόνῃ τῇ τοῦ μέσου πρὸς τὸ πέριξ σχέσει καὶ τῇ παρὰ τόπον θέσει τὸ βαρὺ καὶ τὸ κοῦφον γνωρίζεται. ἡ γὰρ πρὸς τὸ κάτω καὶ τὸ ἄνω καὶ ἡ ἐκ τῶν οἰκείων πρὸς τοὺς ἀλλοτρίους τόπους τῶν σωμάτων μετάβασις τὸ βαρὺ καὶ τὸ κοῦφον ἐγγέννησε· τὸ γὰρ ἐν τοῖς οἰκείοις μένον καὶ μὴ κινούμενον οὔτε κοῦφον οὔτε βαρύ ἐστιν. ἁπτὰ μὲν οὖν ταῦτα· τὸ δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει πρώτως, τὸ δυνάμει τοιοῦτόν ἐστι μόριον. τὸ γοῦν ποιοῦν ἐνεργείᾳ αὐτὸ αἰσθητικὸν δυνάμει ὂν τὸ αἰσθη- τόν ἐστι. πάσχει δὲ οὐδὲν ὑπὸ τοῦ πάντη ὁμοίου· τὸ δὲ ἅπτεσθαι καὶ αἰσθάνεσθαι πάσχειν τί ἐστιν. οὐκ ἔσται ἄρα τῶν ὁμοίων ἁφή. διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ ἢ σκληροῦ ἢ μαλακοῦ οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν ἢ τῶν ἐνδειῶν· ὑγιαίνοντες γὰρ καὶ τοῦ περιέχοντος μήτε καύμασιν ἰσχυροῖς μήτε κρυμοῖς ὑπερβάλλοντος καὶ ἐν ἰσότητι τῆς ἐκτὸς οὔσης τῇ ἐν σώματι κράσει οὗτ’ οἰκείας οὔτ’ ἀλλοτρίας ψυχρότητος ἢ θερμότητος αἰσθοίμεθ’ ἄν. εἰ ὅ ἢ τῶν ἐν σώματι στοιχείων ἑτέρου ἕτερον ὑπερβάλοι ἢ ὁ ἀὴρ ἀνωἁπλοϊκῆς] μάλως πρὸς τὸ σῶμα ἕξει, αἰσθοίμεθ’ ἄν · πυρέττοντες γὰρ ἡμᾶς αὐτοὺς θερμοτέρους συνέγνωμεν, ὡς ἑνὸς τῶν χυμῶν προελθόντος θερμότητι, κἀν τοῖς ἀλεεινοτέροις δὲ ἢ κρυμωδεστέροις γεγονότες τόποις ἢ καταστάσεσιν, ὅπως ὁ ἀὴρ ἔχει, διέγνωμεν καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ὡς ἄν τοὐ αἰσθητηρίου διὰ τὴν αἴσθησιν οἷον μεσότητός τινος ὄντος τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως καὶ διὰ τοῦτο κρίνοντος τὰ αἰσθητὰ εἰς ἑκάτερον κλίναντα· τὸ γὰρ μέσον κριτικόν· γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων, θερμὸν πρὸς τὸ ὑπερβάλλον ψυχρότητι, ψυχρὸν δ’ αὖ πρὸς τὸ πλεονάσαν θερμότητι. οὐχ ὁμοίως δὲ τὸ μέσον ἐπὶ τῆς ἁφῆς καὶ τῶν ἄλλων αἰσθήσεων· αἱ μὲν γὰρ οὐκ ἐξ ὧν ἄκρων αἰσθάνονται κέκρανται· οὐδὲ γὰρ ὄψις ἐκ λευκοῦ καὶ μέλανος, οὐδ’ ἐξ ὀξέος καὶ βαρέος ἡ ἀκοή· μῖξις δὲ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων ἡ ἁπτική, ἣν ἄν τις ·καὶ κυρίως προσείποι μεσότητα. ὥσπερ δὲ τοῦ τε ὁρατοῦ καὶ ἀοράτου. ἧν πως τὸ κρῖνον ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ ἄλλαι τῶν ἀντικει- μένων, οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου· ἄναπτον δὲ τό τε μικρὰν ἔχον πάμπαν διαφορὰν τῶν ἁπτῶν, οἷον πέπονθεν ὁ εὔκρατος ἀήρ, καὶ αἱ ὑπερβολαὶ τῶν ἁπτῶν· ἄναπτοι γὰρ ὥσπερ τὰ φθαρτικά. φανερὸν οὖν ὡς διττῶς μεσότης ἅπασα αἴσθησις· τὸ μὲν ὅταν ἕξις ἄμφω τὰ ἀντικείμενα ἔχουσα, τὸ δὲ ὅταν ἕξιν καὶ στέρησιν. καθ’ ἑκάστην μὲν οὖν αἴσθησιν εἴρηται ὡς τύπω εἰπεῖν.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
