Ancient Greek
Ἀρκὴ τοῦ δευτέρου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 12.1
Not analysed yet
Καθόλου δὲ περὶ πάσης αἰσθήσεως δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης, οἷον ὁ κηρὸς τοῦ δακτυλίου ἄνευ τοῦ σιδήρου καὶ τοῦ χρυσοῦ δέχεται τὸ σημεῖον· λαμβάνει γὰρ τὸ χαλκοῦν ἢ χρυσοῦν σημεῖον, ἀλλ’ οὐχ ᾗ χαλκὸς ἢ χρυσός. ὁμοίως δὲ καὶ ἡ αἴσθησις ἑκάστη, οἷον ὑπὸ τοῦ ἔχοντος χρῶμα ἡ ὄψις, ἢ χυμὸν ἢ ψόφον ἡ γεῦσις καὶ ἀκοὴ 〈πάσχει〉, ἀλλ’ οὐχ ᾗ ἕκαστον ἐκείνων λέγεται ἀλλ’ ᾗ τοιονδί, κατὰ λόγον. εἰ γὰρ καθὸ χρυσῆ ἡ σφραγὶς ἢ σιδηρᾶ ὡμοίωται τῷ κηρῷ, γένεσις ἂν τοῦτο ἐλέγετο καὶ φθορά, γένεσις μὲν χρυσοῦ καὶ σιδήρου, φθορὰ δὲ κηροῦ. οὔκουν ὡς λευκῆς γινομένης τῆς αἰσθήσεως ἢ γλυκείας ἢ εὐώδους ἢ δυσώδους, ὅταν τοιούτων αἰσθάνηται, ἡ ἀντίληψις γίνεται, ἀλλ’ ὡς ἀύλως καὶ γνωστικῶς καθαρῶς τοὺς λόγους αὐτῶν ἀποματτομένης, καὶ τοῦτ’ ἂν διαφέροι τῶν ἄλλων τὰ κατ’ αἴσθησιν ὑπὸ τῶν αἰσθητῶν πάσχοντα· τῶν γὰρ ἁπλῶς ὑπ’ αὐτῶν πασχόντων, ὡς ὑπὸ σωμάτων σώματα, καθάπερ ἀὴρ καὶ ξύλα ὑπὸ πυρός, τῷ τοῖς μὲν κατὰ τὸ εἶδος μόνον τὴν μετάληψιν καὶ τὴν πάθησιν γίνεσθαι, τοῖς δὲ καὶ τὸ] τὴν ὕλην προσπάσχειν πάσχει γὰρ καὶ κατ’ οὐσίαν ὑπὸ τοῦ πυρὸς τὸ ξύλον)· τῶν δ’ αὗ δεχομένων τὰ εἴδη ἀπαθῶν δὲ τὴν ὕλην οἷον ἐνόπτρων καὶ ἐκμαγείων τῷ τὰ μὲν ζωτικὴν ποιεῖσθαι τοὐ εἴδους τὴν μέθεξιν καὶ συγγι- νώσκειν τὸ πάθημα καὶ εἰδέναι τὸ πάθημα ὅ τι, τὰ δὲ οὔ. ἐπεὶ γὰρ τὸ αἰσθητὸν σῶμα, τοῦτο δ’ ἐξ ὕλης καὶ εἴδους, εἰ μὲν κατ’ ἄμφω δρᾶ, καὶ κατ’ ἄμφω πάσχει τὸ πάσχον, οὐκ ἔστι τοῦτο αἰσθάνεσθαι, ἀλλὰ πάθος ἀπλῶς ἐν σώματι ὑπὸ σώματος, κἄν ἐν ἐμψύχοις ἢ ἀψύχοις· εἰ δὲ καθ’ ἓν τὸ εἶδος, εἰ μὲν ζωτικῶς τὸ μεταλαβὸν καὶ κατὰ κρίσιν μετέσχηκεν, αἰσθητικὸν καλεῖται καὶ αἴσθησις, εἰ δὲ μόνον ἄζων καὶ κρίσεως ἄνευ ἐδέξατο τὴν τοῦ εἴδους ἐμφέρειαν, κάτοπτρον καὶ ἀνάκλασις. τεκμηριοῖ δὲ τὸ λεγόμενον τὰ γινόμενα· τὰ γὰρ εὐώδη ἢ δυσώδη οὐ τῷ εἴδει μόνῳ δρῶσι τὸν ἀέρα καὶ τὰ ἱμάτια, ὡς ἄν εἰ καὶ τὴν ὄσφρησιν, ἀλλὰ καὶ τῷ σώματι· οὐχ ἑτέρῳ γὰρ ἡ ὀσμὴ παραμόνιμος ἢ τῷ προσμεμῖχθαι καὶ οὐσίᾳ τινί. κατὰ ταῦτα καὶ τὰ χρωννύμενα τῶν ἱματίων πάσχει, καὶ οἱ χυμοὶ δὲ· ὑλικώτεροι ἄλλοι ἄλλως τὸ σῶμα διατιθέασιν· οὐ γὰρ κατ’ αὐτὸ 〈τὸ εἶδος〉 τὰ γλυκέα τῶν ὑδάτων καὶ ἁλμυρὰ τοῖς σώμασι προσφερόμενα δράσουσιν. ὃ δὲ προσίσταται ἐπὶ τῆς ἁφῆς, ὅτι θερμοὶ καὶ ψυχροὶ γινόμεθα τοιούτων αἰσθανόμενοι καὶ ξηροὶ καὶ ὑγροί, οὐ καθ’ ἓν ἄμφω, ἀλλ’ ἡ μὲν αἴσθησις γνωστικῶς καὶ ὑπὸ μόνου ἐπεπόνθει τοῦ εἴδους· ἡ μέντοι σὰρξ οὖσα τὸ αἰσθητήριον ὑπὸ τοῦ συναμφοτέρου πάσχει τῷ φθάνειν ἅπαν σῶμα ὑπὸ τῶν εἰρημένων ἁπτῶν ποιοτήτων συντεθεῖσθαι καὶ διὰ ταῦτα πάσχειν. καὶ οὐ θαυμαστόν γε ἄλλως μέν γε ὑπὸ τῶν αἰσθη- τῶν τὴν αἴσθησιν διατίθεσθαι ἄλλως δὲ ὡς σῶμα τὸ αἰσθητήριον· ἄλλο γὰρ τὸ χρώμασιν ἢ θερμοῖς ἢ χυμοῖς εἶναι, καὶ ἄλλο τὸ αἰσθητοῖς. ὅθεν ἀναιρεῖται μὲν αἰσθητὸν ἀναιρουμένης αἰσθήσεως, χρῶμα δὲ μένει καὶ θερμὸν καὶ χυμὸς καὶ ψόφος. τὸ · δὲ κοινὸν πασῶν αἰσθητήριον, ἐν ᾧ πρώτως ἡ τοιαύτη δύναμις καὶ εἰς ὃ τὰ τῶν αἰσθητηρίων πέρατα κατὰ ταὐτὸ συννενεύκασι, τὸ πνεῦμά ἐστι τὸ καὶ τῇ ἀλόγῳ ψυχῇ ὑποκείμενον καὶ πρῶτον τῆς λογικῆς ὄργανον. τοῦτό ἐστι μέν πως τὸ αὐτὸ καὶ ἓν τῇ αἰσθητικῇ δυνάμει, ἔστι δ’ ὡς οὔ· τῷ μὲν γὰρ ὑποκειμένῳ καὶ ἀριθμῷ ἕν, τὸ αἰσθητικὸν δ’ εἶναι καὶ τὸ σῶμά τι ἕτερον· καθὸ μὲν γὰρ πάντη εἴη ἐν σώματι τὸ πνεῦμά τὸ αἰσθανόμενον, μέγεθος ἔχει· οὐ μέντοι τό γε αἰσθητικῷ εἶναι <οὐδ᾿> ἡ αἴσθησις μέγεθός ἀλλὰ λόγος τις καὶ δύναμις ἐκείνου. φανερὸν δὲ ἐκ τούτου καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις, οἷον τὰ ὑπέρλαμπρα τὴν ὄψιν καὶ τὴν ἀκοὴν οἱ τῶν ψόφων σφοδρότεροι. ἄν γὰρ ᾖ ἡ κίνησις ἰσχυρο- τέρα, τοῦ αἰσθητηρίου ἐν συμμετρίᾳ ὄντος λύεται ὁ λόγος τοῦτο δὲ ἦν αἴσθησις), ὥσπερ καὶ ἡ συμφωνία καὶ ὁ τόνος σφόδρα κρουομένων τῶν χορδῶν. ἐπεὶ γὰρ τὸ αἰσθάνεσθαι ἐν κινήσει, διττῶς ἄν πάθοι τὸ αἰσθητήριον· τοῦτο μὲν ὑπὸ τῆς τῶν αἰσθητῶν ἐνεργείας ὡς αἰσθητήριον, τοῦτο δὲ ὡς σῶμα ὑπὸ σώματος· οἷον τὸ ὄμμα ὡς μὲν αἰσθητικὸν συγκριθήσεται καὶ διακριθήσεται ὑπὸ χρώματος, ὡς δὲ σῶμα ὑπὸ πυρὸς θερμανθήσεται ἢ καυθήσεται· καὶ ἡ ἀκοὴ ὑπὸ μὲν τῶν ψόφων ὡς αἰσθητικόν, ὑπὸ δὲ τῆς σφοδρᾶς τοῦ ἀέρος καὶ μεγάλης κινήσεως ὡς σῶμα πείσεται· τοῖς γὰρ μεγάλοις τῶν ψόφων ἀναλόγου γενομένης καὶ τῆς κινήσεως, τῇ ταύτης πιλήσει βλάπτεται ὁ ἀκουστικὸς ἐν τοῖς ὠσὶν ἀὴρ προσπεφυκώς· καίπερ <γὰρ> οὐ ταὐτὸν ψόφος καὶ ἀέρος ὅμως οὐκ ἄνευ κινήσεως. δῆλον οὖν καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται. αἴτιον δὲ τὸ μὴ ἔχειν μεσότητα μηδὲ τοιαύτην ἀρχήν, ἥτις τὰ εἴδη μόνα τῶν αἰσθητῶν δέχεται, ὥσπερ ἐν τοῖς ζώοις τὸ πνεῦμα καὶ τὰ αἰσθητήρια· καὶ διὰ τοῦτο μετὰ τῆς ὕλης πάσχει καὶ σωματικῶς διατίθεται· τὸ γὰρ οὕτω πάσχον οὐ κατὰ τὴν τοῦ ποιοῦντος ἀλλὰ κατὰ τὴν οἰκείαν ὕλην μεταβαλλόμενον τρέπεται. καὶ καθόλου πᾶν ποιοῦν τοῦ μὲν εἴδους μεταδοίη τῷ πάσχοντι, τῆς ὕλης δ’ οὔ· μία γὰρ αὕτη καὶ κοινή. ἐπεὶ δὲ ὅλως τὸ πάσχειν ὑπὸ τῶν ἁπτῶν καὶ τοῖς ἀψύχοις τῶν σωμάτων ἐνδέδοται, ἀπορήσειεν ἄν τις, εἰ καὶ κατ’ ἄλλα οὕτως ἔσται· ἆρα γὰρ πάθοι ἄν ὑπ’ ὀσμῆς τὸ μὴ δυνάμενον ἀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν; ἢ τοῦτο μὲν καὶ τὴν ἀρχὴν ἀπορεῖν οὐκ ἔδει· εἰ γὰρ ἡ ὀσμὴ τοῦ ὀσφρανθῆναι καὶ τοῦ ἀκούειν ὁ ψόφος καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος, ὀσφραίνεται δὲ ὄσφρησις καὶ ὄψις καὶ ἀκοὴ ὁρᾷ καὶ ἀκούει, τὸ μὴ τὰς τοιαύτας ἔχον ἀρχὰς πῶς ἂν τὰ αὐτὰ ὑπὸ τῶν αὐτῶν κατὰ ταὐτὸ πείσεται; εἰ γὰρ καὶ τὰ αἰσθάνεσθαι δυνατὰ οὐχ ἁπλῶς ἀλλ’ ᾗ αἰσθητικὸν ἕκαστον διατίθεται, καὶ οὐ πρὸς τοῦ τυχόντος ἀλλ’ ἢ παρὰ τοὐ οἰκείου καὶ ἰδίου, σχολῇ γ’ ἄν τὰ ἀναίσθητα. δῆλον δὲ καὶ τῇ ἐναργείᾳ· ὁρῶμεν οὖν οὔτε τὸ φῶς ἢ τὸ σκότος οὔτε ὅλως χρῶμα ἢ ψόφον, καθὸ ὁρατὰ ἢ ἀκουστά, ποιοῦντα εἰς τὰ μὴ ὁρατικὰ ἢ μὴ ἀκουστικὰ τῶν σωμάτων τι. εἰ δέ τι ἐν φωτὶ ἢ ψόφῳ τῶν τοιούτων πάσχειν δοκεῖ, οὐχ ὑπὸ τούτων ἀλλ’ ὑπ’ ἐκείνων, ἐν οἷς ταῦτα ὑπόκειται· ὁ γὰρ μετὰ βροντῆς ἀὴρ σφοδρότερος κινηθεὶς τὸ ξύλον διίστησιν. οἱ μέντοι χυμοὶ καὶ τὰ ἁπτὰ προδηλότατα ποιοῦσιν εἰς τὰ σώματα· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα, εἰ ἀλλοιοῖτο; πλὴν οὐχ ὡς αἰσθητὰ εἰς αἰσθητικά, ἀλλ’ ὡς ἁπλῶς εἰς σώματα σώματα. μήποτε δὲ κατά τι καὶ ἐπὶ τῶν ἄλλων ὁ λόγος ἥξει· χρῶμα μὲν γὰρ καὶ ψόφος ἐν ἀέρι καὶ ὕδατι δρᾷ, διὰ δὲ τὸ τῶν δεξαμένων ἀόριστον μὴ παραμένοντος τοῦ πάθους οὐ δοκοῦσι ποιεῖν. ὀσμὴ δὲ δοκεῖ οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ἐν στερεωτέροις, τῷ μᾶλλον παραμένειν ὡς ὑλικώτερον, οἷον ὁ ἀὴρ ὄζει ὡς παθών τι· οὐδὲν γοῦν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ τὸν ἀέρα πάσχειν τι. ἀλλ’ οὖν διαφέρει· τὸ μὲν γὰρ ὀσμᾶσθαι αἰσθάνεσθαί ἐστι καὶ αἰσθητικοῦ· ὁ δὲ παθὼν ἀὴρ τοῦτο ταχέως μὲν αἰσθη- τὸς γίνεται, αἰσθητικὸς δ’ οὔ· οὒ γὰρ ἐν τούτῳ ἑαυτοῦ ὡς ἀλλοιουμένου συνῄσθετο. πάσχει μὲν οὖν ἕκαστον τῶν ἀψύχων ὑπὸ τῶν αἰσθητῶν οὐχ ὡς αἰσθανόμενον, ἀλλ’ ὡς καθ’ αὑτό, καὶ αὐτὸ γινόμενον αἰσθητόν· κτὰ γὰρ τὴν οὐσίαν αὐτὴν τὸ πάθος ὑπομένει· τὰ μέντοι αἰσθητικὰ κτὰ μόνην τὴν ὑπ’ αὐτῶν ἐνδιδομένην ἐνέργειαν. ἔτι τὸ μὲν ἀπλῶς εἰς τὰ σώματα πάθος ἀόριστον· οὔτε γὰρ ἀθρόως ἐγγίνεται καὶ ἐγγινόμενον οὐ τὸ αὐτὸ μένει, ἀλλ’ ἐν ἐπιτάσει καὶ ἀνέσει· πρὸς γὰρ τὸ ἐγγὺς ἢ πόρρω τοῦ θερμοῦ μᾶλλον ἢ ἧττον θερμαίνεται· ἡ ὅ αἴσθησις ἅμα τῇ προσβολῇ ἀθρόου συνῄσθετο καὶ τὸ αὐτὸ ἴσχει πάθος καὶ τὴν κρίσιν τὴν ἐπ’ αὐτῷ ἀναλλοίωτον.