# In Aristotelis Libros De Anima Paraphrasis 12.1-2

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ᾿Αρχὴ τοῦ τρίτου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/12.1-2

Τούτων οὕτω διαιτηθέντων καὶ τὸ τῆς κατὰ τόπον κινήσεως αἴτιον τοῖς ζώοις ὃ τυγχάνει ὂν εἰπόντες, ὅτι ὄρεξις ἀπλῶς, καὶ ᾖ μὲν ὄρεξις, ἕν, ᾗ δὲ ἐν πλείοσι μορίοις, οὐχ ἕν, νῦν ζητήσωμεν, τί δήποτε μὴ πάντα κινητικὰ κατὰ τόπον τὰ ἔμψυχα, καὶ ἵνα ταῦτα καλῶς διαρθρωθείη, τὸν περὶ τῶν μορίων τῆς ψυχῆς λόγον ἀναλάβωμεν. τὸ μὲν οὖν θρεπτικὸν ἀναγκαίως ἐν παντὶ ἐμψύχῳ θεωρεῖται· πᾶν γὰρ τὸ γενόμενον αὔξησιν ἔχει καὶ ἀκμὴν καὶ φθίσιν καὶ δεῖται τοῦ προσκρινομένου καὶ αὔξοντος, ὃ δὴ τῷ ὑποκειμένῳ ἐξομοιούμενον ποιήσει τὴν αὔξησιν· τοῦτο δὲ τροφή. οὐ μόνον δὲ διὰ τὴν αὔξησιν τροφῆς δεῖται τὰ ἔμψυχα οὐ γὰρ διὰ παντὸς αὔξεται), ἀλλὰ καὶ δι’ ἣν ὑπομένει διηνεκῆ φθίσιν καὶ ἀπορροὴν δεῖται τοῦ εἰσιόντος καὶ ἀναπληροῦντος τὴν κένωσιν. διὰ ταῦτ’ ἄρα τὴν θρεπτικὴν δύναμιν ἐν πᾶσι τοῖς ἐμψύχοις ἀνάγκη εἶναι. τὴν δὲ αἰσθητικὴν οὐκ ἀνάγκη ἐν πᾶσιν· αὐτίκα γὰρ ὅσα ἀπλᾶ τῶν σωμάτων, οἷον τὰ τέσσαρα στοιχεῖα, καὶ ὅσα σύνθετα, ἐξ ἑνὸς δὲ ἐπικρατοῦντος συνέστηκεν, οἷα τὰ φυτά, οὐκ αἰσθήσεται· γεωδέστερα γάρ, γῆ δὲ ἥκιστα τῶν ἄλλων συμβαλεῖται πρὸς αἴσθησιν, βαρύτατον ὂν καὶ ἀκίνητον. ὅθεν καὶ τὰ ἐν τοῖς ζώοις μόρια, οἷον ὀστᾶ τρίχες ὄνυχες, κατὰ τοσοῦτο τῶν ἄλλων <μᾶλλον> ἀναίσθητα, ὅσῳ καὶ γεωδέστερα. δεῖ δὲ τὴν αἴσθησιν ἐν μεσότητι εἶναι, ἵν’ εἴη τῶν εἰς ἑκάτερα ἐκκλινόντων κριτήριον. ἔτι ἀπλοῦν ὃν τὸ σῶμα οὔτε τοῦ οἰκείου αἰσθήσεται οὐ γὰρ ἄν παθεῖν ὑφ’ ὁμοίου τὸ ὅμοιον δύναιτο· πάθοι γὰρ ἄν ὑφ’ αὑτοῦ· πάθος δὲ ἡ αἴσθησις), οὔτ’ αὖ γνωριεῖ τὸ ἀλλότριον· φθαρή- σεται γὰρ ὑπὸ τοῦ ἐναντίου. οὔτ’ οὖν ἀπλοῦν σῶμα ἕξει ἁφὴν ἢ ὅλως αἴσθησιν ὡς τὰ καθόλου, οὔθ’ ὅσα μὴ τῶν εἰδῶν δεκτικὰ ἄνευ τῆς ἄης. καὶ τὸ ἁπτικὸν καὶ αἰσθητικὸν σύνθετον ἔσται καὶ μῖγμα ἐκ πάντων, ἵνα τὰς ὑπερβολὰς γινώσκῃ τῶν στοιχείων· τοῦ γὰρ ἀέρος ψυχροτέρου ἢ θερμοτέρου γεγονότος ἐπαισθηἡ] σόμεθα, μένοντος δ’ εὐκραοῦς οὔ. μῖξιν δὲ στοιχείων καὶ σύνωσιν λέγομεν τὴν κατὰ τὸ ἀνάλογον· ὅσα γὰρ ἐλαττοῦντι τῷ ποσῷ, ἐν τῇ συνδρομῇ πλεονεκτοῦσι τῇ δυνάμει, οἷον πέπονθε τὸ πῦρ πρὸς τὴν γῆν ἐν τοῖς τῶν ζώων σώμασιν· ἡ μὲν γὰρ πλείστη τῷ ποσῷ, τὸ δὲ δραστικώτερον. ἀναίσθητα μὲν οὖν τὰ φυτά, ὅτι ἁπλᾶ καὶ κατὰ τὴν ἑνὸς συντέθεινται ἐπικράτειαν. τὸ δὲ ζῶον, ὅτι σύνθετον, ἀναγκαῖον αἴσθησιν ἔχειν· καὶ ἔτι δεῖ αὐτὰ σώζε- σθαι τοῦτο δὴ καὶ σκοπὸς τῆς φύσεως), ἵνα δὲ σώζηται, τρέφεσθαι, ἵνα δὲ τραφείη, κινεῖσθαι ἐπὶ τὰ τρέφοντα. μὴ ἔχοντα δὲ αἴσθησιν κἄν περιέπεσε τοῖς τρέφουσιν, οὐκ ἄν ἔγνω, μὴ γινώσκοντα δὲ οὐκ ἄν ἐτράφη· καὶ εἰ τοῦτο, μάτην ἄρα καὶ τὴν ἀρχὴν ἐκινήθη. ἀλλ’ οὐδὲν μάτην ἡ φύσις ποιεῖ, ἀλλὰ πάντα ἕνεκά του τὰ φύσει ἢ συμπτώματα τῶν ἕνεκά του, ὡς τὸ πολιοῦσθαι ἐν γήρᾳ ἢ ξανθὰς ἔχειν τὰς τρίχας τὰ μειράκια συμπτώματα δὴ τῶν ἕνεκά του γινομένων παρὰ τῆς φύσεως, τὸ μὲν διὰ τὸ φλέγμα τὸ δὲ διὰ τὸ αἷμα. φανερὸν δὲ ἐντεῦθεν καὶ ὃ ζητῆσαι προεθυμήθημεν, διὰ τί μὴ 〈πάντα〉 μεταβατικὰ κατὰ τόπον τὰ ἔμψυχα· εἰ γὰρ ἡ κίνησις διὰ τὴν τροφήν, τροφὴ δὲ τῷ ὁμοίῳ τὸ ὅμοιον, οὐδὲν χρεία φυτοῖς τῆς τοπικῆς κινήσεως, ἁπλοῖς οὖσι καὶ συμπεφυκόσι τῇ γῇ κἀκεῖθεν παρακειμένην ταῖς ῥίζαις τὴν τροφὴν ἕλκουσι. τοῖς δὲ ζώοις, ἐπεὶ σύνθετα καὶ δεῖται τῷ καταλλήλῳ τραφήσεσθαι, ἡ τοῦ τόπου μετάβασις προσγίνεται, ἵν’ ἐκ διαφόρων τὸ πρόσφορον τῆς τροφῆς ἐρανίζηται· τοῖς δὲ αὐτοῖς καὶ αἴσθησις διὰ τὴν τοῦ βλαβεροῦ καὶ ὠφελίμου διάκρισιν. καὶ τοῦτο μὲν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ. Μήποτε δὲ ὁ λόγος φθάνει καὶ ἐπὶ τῶν ἀεικινήτων αἰθερίων σωμάτων, καὶ αἴσθησις αὐτοῖς ὑπολείπεται, εἴπερ καὶ ψυχὴ καὶ νοῦς· τοῖς γὰρ οὕτω περὶ αὐτῶν δοξάζουσι καὶ τοῦτο συνυποληφθείη. καὶ γεῦσιν μὲν ἐν αὐτοῖς καὶ ἁφὴν οὐ πάνυ τις, φασίν, ἀναγκάσει λόγος διὰ τὸ ἀπαθὲς καὶ ἀνενδεὲς τῆς φύσεως, ἢ θυμὸν καὶ ἐπιθυμίαν, ἀκοὴν δὲ καὶ ὅρασιν τὰς τιμιωτέρας ἐνεῖναι τοῖς τιμιωτάτοις διισχυρίσαιτο. τί γὰρ κάλλιον ψυχῇ καὶ σώματι νοῦν ἐλλάμπειν ἐν ἀναισθήτῳ σώματι ἢ ἐν αἰσθητικῷ; καὶ εἰ τὸ πρῶτον, ἡ μὲν οὐ μᾶλλον νοήσει τῶν εἰς σοφίαν συμβαλλόντων ἐστερημένη κρατίστων καὶ τιμιωτάτων ὄψει γὰρ καὶ ἀκοῇ τὸ τῆς φιλοσοφίας ἡμῖν θηρᾶται γένος), τὸ δὲ οὐδὲν ἑαυτῷ ἐσεῖται χρήσιμον. τίς δὲ κοινωνία ἢ ἕνωσις γένοιτο τῶν ἄκρως ἐναντίων, μὴ ὄντος τοῦ μεσιτεύοντος νοὸς καὶ σαρκός, ἀπούσης αἰσθήσεως; λείπεται τὸ δεύτερον λέγειν καὶ ἀκόλουθον τοῖς τὰ οὐράνια σώματα ἔμψυχα καὶ ἔννοα λέγουσι τὸ αἰσθητικὰ τίθεσθαι. Ταῦτα μὲν οὖν οὕτως. ἔτι δὲ κἀκεῖνο συνεξετάσωμεν, τί δήποτε πέντε οὐσῶν αἰσθήσεων, εἴ τις τῶν ἄλλων ἐκλείψειεν, οὐ φθείρει τὸ ὑποκείμενον καὶ ἔστιν οἷς τῶν ζώων οὔθ’ ὅρασις οὔτ’ ἀκοὴ φύσει προσγέγονεν, ἁφῆς δὲ ἀναι- ρουμένης εὐθὺς καὶ ζῶον ἀναιρεῖται, καὶ μόνη ἀναγκαιοτάτη καὶ κοινοτάτη καὶ τῶν ἄλλων πρώτη. λέγομεν οὖν ὅτι, εἴπερ, ὡς δέδεικται, δεῖ τὸ ἔμψυχον τρέφεσθαι, καὶ οὐχ οἷόν τε μόνιμα εἶναι τὰ ζῷα καὶ κατερριζῶσθαι σύνθετα ὄντα, ἡ δὲ τροφὴ σῶμά ἐστιν ἁπτόν, τρεφόμεθα δὲ ἐξ ὧν συνεστήκαμεν, συνιστάμεθα δὲ ἐκ ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν καὶ ὑγρῶν οἱ γὰρ χυμοὶ ἥδυσμα τούτοις εἰσὶν ὡς πεπλεγμένοι, διὸ καὶ αὐτοὶ ἁπτοί πώς εἰσι καὶ ἡ γεῦσις ἁφή), ἀνάγκη ἄρα ἔχειν τὸ ζῶον κριτικὴν δύναμιν τῶν τρεφόντων καὶ μή, ἁπτῶν δὲ ὄντων, καὶ αὐτὸ δεῖ ἁπτικὸν εἶναι. ἡ γὰρ τροφὴ ἁπτομένη τοῦ τρεφομένου τρέφει, οὐ πόρρω κειμένη· εἰ γοῦν μὴ ἔχει τὴν ἁφήν, οὐδὲ πλησιάζον τὸ τρέφον γνωρίσει· μὴ γνωρίζον δὲ οὐκ ἄν ἕλοιτο· μὴ ἑλόμενον δὲ οὐκ ἄν τραφείη· μὴ τρεφόμενον δὲ οὐδὲ εἶναι δυνήσεται, ὥστε πρὸς αὐτὸ τὸ εἶναι συντελεῖ τοῖς ζώοις αὐτὴ ἡ ἁπτικὴ αἴσθησις. αἱ δὲ ἄλλαι πρὸς τὸ εὖ εἶναι· διὸ ἐνεῖναι οὐκ ἀνάγκη πᾶσι πάσας, ἀλλὰ τοῖς τελειοτέροις καὶ τελειωθεῖσι. καὶ ἔτι τὰ μὲν κατὰ φύσιν σωστικά τε καὶ βλαβερὰ τῇ ἀφῇ κρίνεται, χρώματα δὲ καὶ ὀσμαὶ καὶ ψόφοι, ὧν αἱ λοιπαὶ αἰσθήσεις, οὔτε σωστικὰ οὔτε φθαρτικά· διὸ καὶ οὐκ ἀνάγκη ἐν πᾶσιν εἶναι τὰς τούτων κριτικάς.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
