Ancient Greek
᾿Αρχὴ τοῦ τρίτου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 13.1
Not analysed yet
Φανερὸν οὖν ἐκ τούτων καὶ ὅπως οὐχ ἁπλοῦν οἷόν τε εἶναι τὸ τοῦ ζώου σῶμα, οἷον πύρινον ἢ ἀέρινον ἢ ὑδάτινον· καὶ εἰ μὴ πόνος τὸ πολλάκις περὶ τῶν αὐτῶν λέγειν, εἴπωμεν πάλιν. ἄνευ γὰρ ἁφῆς, ὡς εἴρηται, οὐδεμίαν ἄλλην αἴσθησιν ἔχειν τὸ ζῶον ἐνδέχεται· ἅπαν γὰρ σῶμα ἔμψυχον ἁπτικόν. τὰ μὲν οὖν ἄλλα στοιχεῖα ἔξω γῆς αἰσθητήρια μὲν ἄν γένοιτο, δι’ ἑτέρου δ’ αἰσθήσεται καὶ τοῦ μεταξύ· ἡ μέντοι ἁφὴ τῷ αὐτῶν ἅπτεσθαί ἐστι, διὸ καὶ τοῦτο τοὔνομα ἔχει. ὥστε τῶν ἄλλων τριῶν στοιχείων οὐδὲν ἄν εἴη σῶμα τοῦ ζώου. οὐδὲ δὴ γήινον. πάντων γὰρ ἡ ἁφὴ τῶν ἁπτῶν ἐστι μεσότης, καὶ ἔστι δεκτικὸν τὸ αἰσθητήριον οὐ μόνον ὅσαι γῆς εἰσι διαφοραί, ἀλλὰ καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων ἁπτῶν ἀπάντων. διὰ τοῦτο τοῖς ὀστοῖς καὶ ταῖς θριξὶ καὶ τοῖς τοιούτοις μορίοις οὐκ αἰσθανόμεθα, ὅτι γῆς. διὰ τοῦτο καὶ τὰ φυτὰ ἀναίσθητα. ταῦτ’ ἄρα οὐχ οἷόν τε ἁπλοῦν εἶναι τὸ τοῦ ζώου σῶμα. τούτων οὕτως ἐχόντων, ἐπεὶ ἄνευ ἁφῆς οὐδεμίαν οἷόν τε ἄλλην εἶναι, αὕτη δὲ οὔτε γῆς οὐτ’ ἄλλου τῶν στοιχείων ἑνός, ὡς οὐδὲ τὸ τοῦ ζώου σῶμα, φανερὸν ὡς ἀνάγκη μόνης ταύτης στερισκόμενα τὰ ζῷα θνήσκειν· ταύτῃ γὰρ τὸ ζῴῳ εἶναι ὥριστο. ἐντεῦθεν καὶ τὰ μὲν ἄλλα αἰσθητὰ ταῖς ὑπερβολαῖς οὐ διαφθείρει τὸ ζῶον, οἷον χρῶμα ψόφος καὶ ὀσμή, ἀλλὰ μόνα τὰ αἰσθη- τήρια, ἄν μὴ ᾖ τι κατὰ συμβεβηκός, οἷον εἰ ἅμα τῷ ψόφῳ ὦσις καὶ πληγὴ γένηται, καὶ ὑπὸ ὁραμάτων ἐκπληκτικῶν καὶ ὑπ’ ὀσμῆς ἕτερα κινεῖται, ἃ τῇ ἀφῇ φθείρει καὶ ὁ χυμὸς δὲ τῶν δηλητηρίων, ᾗ ἅμα συμβαίνει ἁπτικὸς εἶναι, ταύτῃ φθείρει)· ἡ δὲ τῶν ἁπτῶν ὑπερβολὴ οἷον θερμοῦ καὶ ψυχροῦ καὶ σκληροῦ ἀναιρεῖ τὸ ζῶον. παντὸς μὲν γὰρ ὑπερβολὴ αἰσθητοῦ ἀναιρεῖ τὸ αἰσθητήριον, ὥστε καὶ τὸ ἁπτὸν ὑπερβάλλον τὴν ἁφήν· ταύτῃ δ’ ὥρισται τὸ ζῆν. καὶ σύνεστι μὲν ἀεὶ αὕτη τῷ ζώῳ ἐξ ἀνάγκης· τοῦ εἶναι γὰρ ἕνεκα, αἱ δὲ ἄλλαι τοῦ εὖ, καὶ γένει ζώων οὐ τῷ τυχόντι, ἀλλὰ τισίν. οἷον τῷ πορευτικῷ ἀνάγκη ὑπάρχειν· εἰ γὰρ μέλλει σώζεσθαι, ὡς ἐλέγετο, οὐ μόνον δεῖ ἁπτόμενον αἰσθάνεσθαι, ἀλλὰ καὶ ἄποθεν· τοῦτο δ’ ἄν εἴη, εἰ διὰ τοῦ μεταξὺ αἰσθητικὸν εἴη, τῷ ἐκεῖνο μὲν τὸ μεταξὺ ὑπὸ τοῦ αἰσθητοῦ πάσχειν καὶ κινεῖσθαι, αὐτὸ δὲ ὑπ’ ἐκείνου. ὥσπερ γὰρ τὸ κινοῦν κατὰ τόπον μέχρι τινὸς μεταβάλλειν ποιεῖ, καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν καὶ αὐτὸ καὶ ἐστι διὰ μέσου ἡ κίνησις μία κατ’ ἀλληλουχίαν, πολλῶν ὄντων τῶν ἑξῆς κινούντων καὶ κινουμένων, τὸ πρῶτον δὲ κινοῦν ἀκίνητον καὶ κινεῖ καὶ ὠθεῖ αὐτὸ οὐκ ὠθούμενον, καὶ αὖ πάλιν τὸ ἔσχατον αὐτὸ ἀκίνητον καὶ μόνως ὠθεῖται οὐκ ὦσαν, τὰ δὲ μέσα ἄμφω, οὕτω καὶ ἐπὶ τῆς ἐν αἰσθήσει ἀλλοιώσεως. οἷον ὁ μὲν ἄνθρωπος κινεῖ τὴν χεῖρα, ἡ δὲ τὴν βακτηρίαν, αὕτη δὲ τὴν θύραν, κἀκείνη πρὸς ἀκίνητον ὠθίσθη τὸν τοῖχον. ὁ μὲν οὖν ἄνθρωπος μόνως ἐκίνησεν, ἡ δὲ θύρα μόνως ἐκινήθη, τὰ δὲ μεταξὺ καὶ ἐκινήθη καὶ ἐκίνησε. κατὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τῶν αἰσθανομένων γίνεται, οἷον ἐπὶ τῆς ὄψεως· ὁ μὲν γὰρ ἥλιος κινεῖ τὴν ἐν ταῖς σφαίραις διαφάνειαν, ἐκεῖναι δὲ τὸν ἀέρα, ὁ δὲ τὸ ὕδωρ, τὸ δὲ τὸ αἰσθητήριον τοῦ ὄντος ἐν τῷ ὕδατι· καὶ διὰ τοῦτο καὶ ἐν ὕδατι ὄντες ὁρᾶν δυνάμεθα τὸν ἥλιον καὶ τὰ ἄστρα. ὁ μὲν οὖν ἥλιος μόνως κινεῖ καὶ τὰ ἄστρα, τὸ δὲ αἰσθητήριον μόνως κινεῖται, τὰ δὲ μεταξὺ καὶ κινεῖται καὶ κινεῖ. ἔτι ἐπὶ τοῖς αὐτοῖς καὶ ἑτέρῳ παραδείγματι χρησόμεθα πρὸς σαφήνειαν. ὥσπερ ἄν εἴ τις εἰς κηρὸν βάψειέ τι σφραγιστήριον, μέχρι τούτου ἔβαψεν, ἕως ὁ κηρὸς ἐνεδίδου κινούμενος, λίθος δὲ οὐδὲν πάθοι οὐδὲ κινηθείη διὰ σκληρότητα, ἐν ὕδατι δέ, ὅτι καὶ κηροῦ πολλῷ μαλακώ- τερον, μέχρι πόρρω βάψει, ἔτι δὲ μάλιστα ὁ ἀὴρ ἐπὶ πλεῖστον κινηθήσεται καὶ ποιήσει καὶ πάθοι, ἐάν περ μένῃ καὶ εἷς ᾖ, κατὰ τὰ αὐτὰ δὴ συμβαίνει καὶ τὰ περὶ αἴσθησιν. διὸ καὶ περὶ ἀνακλάσεως βέλτιον λέγειν τὸν ἀέρα πάσχειν ὑπὸ τοῦ σχήματος καὶ τοῦ χρώματος ἢ τὴν ὄψιν ἐξιοῦσαν ἀνακλᾶσθαι, καὶ πάσχειν καὶ κινεῖν, μέχρις οὗ ἂν ᾖ εἷς ἐπὶ δὲ τοῦ λείου ἔστιν εἷς), διόπερ οὗτος πάλιν τὴν ὄψιν κινεῖ. καθόλου δὲ περὶ ὁράσεως οὕτω διωριστέον, ὡς οὐκ ἀκτίνων ἐκπεμπομένων κωνικῶς ἢ σωματικῶς ἢ ἀσωμάτως, ὥς τινες λέ- γουσιν, αἱ ἀνακλάσεις γίνονται, ἀλλὰ τῷ τὰς ἐνδιδομένας ἐνεργείας ἀπὸ τῶν ὁρατῶν τῷ ἀέρι ὡς διαφανεῖ ὄντι εἰδοποιεῖν αὐτὸν ἕνα ὄντα καὶ τῇ συνεχείᾳ καὶ τῇ κατ’ εἶδος ταὐτότητι καὶ τῇ συμμετρίᾳ τοῦ διαστήματος, καὶ τῷ μὲν ὁρατικῷ προσπιπτούσας αἰσθητηρίῳ κινεῖν αὐτό· λείῳ δέ τινι καὶ πεφωτι- σμένῳ καὶ πυκνῷ προσπεσούσας καὶ οὔσας ἐν τῷ δεξαμένῳ ἀέρι ὡς ἔτι μένοντι ἑνὶ καὶ μὴ διακοπέντι ἢ διὰ τραχύτητα ἢ ἀραιότητα ἢ διὰ σκοτεινότητα, τοὐ ἀντερείσαντος λείου καὶ στερεοῦ ὄντος, καὶ διὰ τοῦτο οὐ πορρωτέρω προϊούσας, ἀλλ’ οἷον εἰς τοὐπίσω ἐπανιούσας καὶ τῷ ἐνδόντι αἰσθητῷ, ἐὰν ὁρατικὸν ᾖ, γινομένας ὁρατάς, ποιεῖν τὴν ἀνάκλασιν τὴν ἐπὶ τῆς ὄψεως· οἷον ἀπὸ τοῦ χρώματος καὶ τοὐ σχήματος τοῦ ἐμοῦ προσώπου ἐνδοθείσης τῆς ὁρατικῆς ἐνεργείας τῷ μεταξὺ ἀέρι τοῦ τε προσώπου καὶ κατόπτρου καὶ μενούσης δι’ ὅλου τοῦ μεταξύ, καὶ διὰ τὸ τὴν πρόσω κωλύεσθαι φορὰν ὑπὸ τοῦ λείου ἅμ καὶ φυλάσσοντος ἕνα τὸν μεταξὺ ἀέρα ἐπανακαμπτούσης ἕως τοῦ ἐμοῦ προσώπου πάλιν· ὅπερ ἐπειδὴ οὐ μόνον ἐστὶν αἰσθητὸν ἀλλὰ καὶ ὁρατικόν, ὄψεται τὴν ἐνδιδομένην αὐτῷ ὡς ἀπὸ τοῦ ὁρατοῦ ἐνέργειαν, τουτέστιν ὡς ἀπὸ χρώματος καὶ σχήματος· καὶ τοῦτο καλεῖσθαι ἀνάκλασιν, τὴν οἷον ἐπανάκαμψιν καὶ εἰς τὸ ἐξ ἀρχῆς ἐνδεδωκὸς ἐνέργειαν. κατὰ τὸν αὐτὸν τρόπον. καὶ τὰς ἄλλας γίνεσθαι ἀνακλάσεις, ὅσαι καὶ μὴ κατ’ ὀρθὰς γίνονται γωνίας ὁραταὶ καὶ ἀκουσταί, ὅσαι τε δι’ ἀέρος καὶ ὕδατος καὶ ὅσαι κατὰ διάφορα σχήματα τῶν λείων γίνονται· ἡ γὰρ ἀνάκλασις οὐ μόνον κατ’ ὀρθὰς γίνεται γωνίας ἀλλὰ καὶ κατὰ πάσας τὰς κατ’ ἰσότητα πρὸς τὸ ὑποκείμενον ἐπίπεδον ἀντικειμένας, ὡς καὶ τοῖς μαθηματικοῖς διώρισται. διὸ οὐ πρὸς τὸ ἐνδεδωκὸς μόνον ἀντανακλᾶται ἡ ἐνέργεια τοῦτο γὰρ ὅτε κατ’ ὀρθάς), ἀλλὰ καὶ πρὸς ἄλλα τὰ κατ’ ἰσότητα τὴν εἰρημένην ἔχοντα πρὸς τὸ κάτοπτρον σχέσιν. εἰ δέ τι τῶν ἐνταῦθα λεγομένων περὶ ὁράσεως μὴ συνᾴδει τοῖς ἔμπροσθεν, οὐ δεῖ θαυμάζειν· ἐπὶ γὰρ τῶν οὕτω δυσχερῶς ἐχόντων πρὸς τὴν περίληψιν μόλις ἄν τις τῇ τῶν διαφόρων λόγων ἐντυχίᾳ καὶ γυμνασίᾳ ἴσχυσέ τι λαβεῖν πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν. καὶ περὶ τοῦ φωτίζειν δὲ ὅλως καὶ ὁρᾶν εἰσὶν οἳ λέγουσιν ἕτερα καὶ τῶν νῦν καὶ τῶν προτέρων, ὡς τῇ ποιᾷ σχέσει τοῦ τε φωτίζοντος καὶ φωτιζομένου καὶ ὁρῶντος καὶ ὁρωμένου γίνεσθαι, καὶ μὴ διά τινος μεταξὺ ἐνεργείας ἢ ἀλλοιώσεως, ὡς ἐπὶ τῶν ἄλλων εἶχεν αἰσθήσεων. ἐπ’ ἐκείνων μὲν καὶ διὰ χρόνου καὶ τῶν μεταξὺ ἡ κίνησις ἦν, οἷον ἐπ’ ἀκοῆς καὶ ὀσφρήσεως· οὐ γὰρ ἅμα ὁ ἐγγὺς καὶ πόρρω τοῦ αὐτοῦ ψόφου ἢ ὀσμῆς ᾔσθετο, ὅτι κατὰ φορὰν καὶ ἀλλοίωσιν· ἐπὶ δὲ φωτὸς καὶ ὁράσεως ἀθρόως ἀχρόνως ἅμα, ὅτι κατὰ σχέσιν· τοιαῦτα γὰρ τὰ πρός τι. δεξιὸν γάρ του ἢ ἴσον ἢ διπλάσιον ἀχρόνως γίνεται· καὶ ὡς ἐπὶ τούτων ἅμα τῷ τὸ ἓν ἀπεῖναι οὐδὲ τὸ ἕτερον ἔσται ἅμα γὰρ τῷ μεταβληθῆναι διπλάσιον καὶ ἥμισυ ἔφθαρτο), οὕτω καὶ ἐπὶ τοῦ φωτός· ἅμα τῷ φανῆναι ἐφώτισε καὶ τῷ ἀπεῖναι ἐσκότισεν. ἐπὶ δὲ τῶν κατ’ ἀλλοίωσιν οὐχ οὕτως· οὐ γὰρ εὐθὺς τοῦ θερμάναντος οἰχομένου καὶ ὁ ἀὴρ ἀπέβαλε τὴν θερμότητα, ἀλλ’ ἔτι ἔχει. διοίσει μέντοι τὰ περὶ φωτὸς τῶν πρός τι, ὡς ἐκεῖ τὸ ἐγγὺς καὶ πόρρω ἀδιά- φορον πρὸς τὸ γενέσθαι σχέσιν, καὶ πανταχόθεν δυνατόν, ἐνταῦθα δὲ δεῖ συμμετρίας τῷ ἀποστήματι καὶ κατ’ εὐθεῖαν μόνην. καὶ ταῦτα ὡς ἐν πα- ρεκβάσει παρεξετάσαντες πάλιν ἐπανίωμεν. ἡ μὲν οὖν ἁφὴ τοῦ εἶναι ἕνεκα τοῖς ζώοις οὔτε γὰρ οἷόν τε μὴ ζῶον ἔχειν αὐτὴν οὔτε ζῶον ἄλλην πρὸ ταύτης), αἱ δὲ ἄλλαι τοῦ εὗ εἶναι, οἷον ὄψις, ἐπεὶ ἐν ἀέρι καὶ ὕδατι, ὅπως ὁρᾷ, καὶ ὅλως ἐπεὶ ἐν διαφανεῖ· γεῦσις δὲ διὰ τὸ ἡδὺ καὶ λυπηρόν, ἵν’ αἰσθάνηται τοῦ ἐν τῇ τροφῇ καὶ ἐπιθυμῇ καὶ κινῆται· ἀκοὴ δὲ ὅπως σημαίνῃ τι αὑτῷ· γλῶσσα δὲ ὅπως σημαίνηῃ τι ἑτέρῳ. Καὶ δὴ τούτων οὕτω πεπερασμένων ἔτι βραχύ τι περὶ τῶν κατὰ τὴν παροῦσαν πραγματείαν συμβάντων ἡμῖν ὑπομνήσαντες τέλος ἐπιθῶμεν τοῖς εἰρημένοις. τῶν περὶ ψυχῆς πραγματευσαμένων οἱ μὲν μαθηματικώτερον οἱ δὲ λογικώτερον τὴν σκέψιν πεποίηνται, καὶ προσηκούσας ἑκάτεροι τῇ ἐξ ἀρχῆς προθέσει τὰς ἀποδείξεις ἐπέφερον· καὶ ἄμφω μέντοι ὡς πρὸς νοῦν μᾶλλον ἢ ψυχὴν ἡνωμένην καὶ προσχρωμένην σώματι πεπραγματεῦσθαι ἐγνώσθησαν. ὅσοι δὲ καὶ φυσικῶς τι περὶ αὐτῆς εἰπεῖν ἐπεχείρησαν καὶ τὸ πρὸς· τὴν ὕλην κατατεταγμένον αὐτῆς θεωρῆσαι καὶ καθ’ ὅσον κοινωνεῖ σώματος, οὗτοι δέ οἳ περὶ τῆς τοῦ παντὸς εἰπεῖν ἐπέβαλον φύσεως, ὡς ἐν τοῖς ἄλλοις, κἀν τούτοις περαίνουσιν ἁπλῶς ἐπελθόντες καὶ κατὰ πάρεργον· ὅπως δὲ ὅλη τέ ἐστι καὶ μερῶν ἔχοι, τίς δὲ αὐτῆς καὶ ἡ πρὸς τὴν ὕλην κοινωνία, καὶ ἐφ’ ὅσον τό τε τῶν ἐνεργειῶν καὶ δυνάμεων πολυειδὲς καὶ διάφορον, καὶ περὶ τούτων ἐντελῶς τι παρῆκαν εἰπεῖν. ἔχουσι μέντοι ὅμως χάριν ἰδίως ἀμφό- τεροι οἵ τε μαθηματικῶς καὶ λογικῶς ζητοῦντες καὶ οἱ φυσικῶς περὶ αὐτῆς σκοποῦντες. ὃ γὰρ οὐκ ἔχει τις παρὰ τούτων λαβεῖν, παρ’ ἐκείνοις ἐν- τεύξεται· καὶ ὡς μὲν ἀθάνατος δήπουθεν καὶ ἀνώλεθρος οἱ λογικοὶ καὶ μαθηματικοὶ λέγουσι, τὴν δ’ αὗ αὐτῆς πρὸς τὴν ὕλην καὶ τὴν φύσιν σχέσιν μᾶλλον δ’] ἄν τις παρὰ τῶν φυσικῶν ἐκπορίσαιτο. δῆλον δ’ ἂν ἐκ τούτων εἴη καὶ τῆς προθέσεως τῆς ἡμετέρας τὸ σκόπιμον· ὃ γὰρ ἀμφοτέροις ἐλλεῖ- πον συνέγνωμεν, τῷ παρ’ ἑκατέροις βοηθοῦμεν ὑπάρχοντι καὶ συνάγομεν ἄμφω τοῦτο γὰρ ἔδοξε κάλλιον) καὶ τὰς παραδοθείσας ἀρχὰς προάγομεν εἰς τελείωσιν, ἀπὸ μὲν τῆς ὕλης καὶ τῆς αἰσθήσεως διὰ · τὸ σαφὲς ἀπαρξάμενοι, πρὸς δὲ τὸν νοῦν καταλήξαντες. εἴ τις δὲ κἀν τοῖς θεωρήμασιν ἐπιθήκη καὶ τῶν εὑρισκομένων ἐπέκτασις, οὐκ ἄχρηστός ἐστι· τίνι γὰρ μᾶλλον ἄν τις ἡσθείη καὶ ὑποίσοι πόνον ἢ αὑτὸν γινώσκων; ἐπεὶ δὲ ἀθάνατος ἡ ψυχὴ οὖσα δέδεικται, ἐπιμελείας δεῖ πλείστης, ὅπως ὡς βελτίστη ἔσται· μὴ καθαρὰ γὰρ ἀπαλλαγεῖσα σώματος πρὸς κακὸν αὐτῇ τὸ γεγενῆσθαι ἀθάνατον. εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ἕρμαιον ἂν ἦν τοῖς κακοῖς ἀποθανοῦσι τοὐ τε σώματος ἅμα ἀπηλλάχθαι καὶ τῆς αὑτῶν κακίας μετὰ τῆς ψυχῆς· νῦν δὲ ἐπειδὴ τὸ ζῆν αὐτῇ παραμόνιμον φαίνεται, οὐδεμία ἄν εἴη ἄλλη ἀποφυγὴ κακῶν οὐδὲ σωτηρία πλὴν τοῦ ὡς φρονιμωτάτην καὶ δικαιοτάτην γενέσθαι μετὰ ἀνδρίας καὶ σωφροσύνης. τὰς γὰρ ᾀδομένας τῶν ψυχῶν ἐκτίσεις μετὰ τὸν τῇδε βίον καὶ τὰς τῶν ἀνοσίων εἰσπράξεις ἔργων καὶ τὴν εἰς τέλος ἐν πυρὶ τῆς ἀδικίας κατάλυσιν, τάς τε ἀμοιβὰς τῶν ἀγαθῶν κατὰ τὰ ἴσα μέτρα καὶ τὴν τοῦ καλλίστου μετουσίαν καὶ θειοτάτου τὰς ἐλλάμψεις, τὰς θεώσεις, τὰς ἀναβάσεις ἀληθῆ νομίζειν χρή. προνοίας γὰρ οὔσης καὶ λόγου τὸ πᾶν ἐπιστατοῦντος, πῶς οἷόν τε μὴ εἶναι κρίσιν καὶ τῶν βεβιωμένων ἐξέτασιν, ἢ λεγομένην μὴ πιστεύεσθαι ὅσιο; καὶ μέντοι καὶ σωμάτων ἔσται ἀνάστασις ταῖς ἰδίαις ψυχαῖς αυνέσεσθαι, ἣν δὴ καὶ παλιγγενεσίαν ὁ ἀληθὴς πρεσβεύει λόγος· καὶτὴν εἰς τοῦτο τῶν πολλῶν συλλογισμῶν καὶ πλοκῶν τοῦ σωτῆρος φωνὴν πιστοτέρα ἡγούμεθα. οὐδὲν ἢ μικρὸν ὤνησεν.