# In Aristotelis Libros De Anima Paraphrasis 2.1-2

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, Ἀρκὴ τοῦ δευτέρου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/2.1-2

Πειρατέον δὲ οὕτω γε πάλιν ἐπελθεῖν περὶ αὐτῆς. διδασκαλικώτερον δὲ τὴν τῆς ψυχῆς ἱστορίαν μετιόντες καὶ δήπου τοῖς διδασκαλικοῖς τῶν τρόπων ἑπόμενοι τὸ δὲ ἄρχεσθαι ἐκ τῶν ἀσαφῶν μὲν τῇ φύσει, φανερωτέρων δὲ ἡμῖν· τοῦτο γὰρ σαφὲς καὶ κατὰ τὸν λόγον γνωριμώτερον γίνεται) τοῦ διότι τὸ ὅτι προεκτεθείκαμεν. ὅτι μὲν γάρ ἐστι ψυχὴ δεδειγμένον ἔχομεν ἐντε- λέχεια γὰρ σώματος φυσικοῦ ὀργανικοῦ· διότι δὲ καὶ ὅπως ἐντελέχεια, λείπεται προσεξετάζειν τοῖς ἐφεξῆς. οὐ γὰρ μόνον τὸ ὅτι δεῖ ἔχειν τὸν ὁριστικὸν λόγον, ὥσπερ οἱ πλεῖστοι τῶν ὅρων ἔχουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ὑπάρχειν δεῖ. τοῖς δυσὶ δὲ τούτοις κἀκεῖνα τὰ τέτταρα τῶν προβλημάτων ὑπάγεται, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι· τά τε γὰρ πρῶτα τρία ὡς περὶ τὴν τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ στρεφόμενα εὕρεσιν τῷ ὅτι περιελήφθησαν, ταὐτὸν δὲ τῷ διότι τὸ διὰ τί ἐστι τὸ τάξει τελευταῖον καὶ ἔσχατον. οὐχ ὥσπερ δὲ τὸ ὅτι διὰ τοῦ βραχυτάτου ἐνδειξάμενοι ἀπηλλάγημεν, οὕτω καὶ περὶ τοῦ διότι ὀλίγα εἰπόντες ἀρκέσομεν· ἀλλ’ εἰ καὶ ἐν ὅλοις τοῖς ἐφεξῆς δυσὶ βιβλίοις περὶ αὐτοῦ πραγματευομένοις γένοιτό τι διαλαβεῖν ἱκανόν, ἀγαπᾶν χρή. εἰ γὰρ τὴν ὅλην ψυχὴν ἑρμηνεῦσαι δεῖ, ὅπως ὅλου τοῦ σώματος ἐντελέχεια, καὶ ὅπως τὰ μέρη τῶν μερῶν, πρότερον δεῖ. εἰ δὲ ταῦτα τριττά, τὰ μὲν λογικὰ τὰ δὲ αἰσθητικὰ τὰ δὲ φυτικά, δεήσει περὶ τοῦ καθ’ ἕκαστον ἰδίως ἐπελθεῖν· καὶ πρῶτον περὶ τῶν φυτικῶν, τί θρεπτικὸν καὶ τίνων καὶ ὅπως, καὶ πρὸ τούτων τί τὸ τρέφον, τί τὸ γεννητικὸν καὶ τίνων καὶ διὰ τί· οὕτω καὶ περὶ τοῦ αὐξητικοῦ. εἶτα ὁ τῶν αἰσθήσεων καὶ αἰσθητηρίων ἄνα. κύψει λόγος διεξιόντων, πῶς καὶ τούτων ἡ ψυχὴ ἐντελέχεια, ὑπὲρ ὧν ὅσον μὲν ἐργῶδες καὶ σαφὲς καὶ δι’ ὀλίγων εἰπεῖν, προιοῦσι γνωσθήσεται αἵ τε λογικαὶ δυνάμεις ὅλον τὸ τρίτον καὶ τελευταῖον τοῦ συντάγματος ἰδιώσαντο. καὶ ὡς πρὸς μὲν τὴν διδασκαλίαν, ὥσπερ εἴρηται, καὶ τὴν τῆς γνώσεως ἄνα. γωγὴν ἀρίστη τάξις ἡ ἀπὸ τῶν σαφεστέρων καὶ συντρόφων τῇ αἰσθήσει ἐπὶ τὰ δυσληπτότερα προοδεύουσα ἐπεὶ ἄλλως γε τίς οὐκ οἶδεν ἐν τῷ παντὶ προηγεῖσθαι μὲν τὰ τέλεια τῶν ἀτελῶν καὶ τὰ ἀρχηγικώτερα καὶ μᾶλλον αἴτια τῶν ἐκεῖθεν ἠρτημένων; οὐκοῦν πρότερον νοῦς, εἶτα αἴσθησις, εἶτα φυτικόν, ἃ τοῖς ζώοις ἀνάπαλιν συντετάχαται. οὕτω κἄν τὸ διότι τοῦ ὅτι πρότερον λέγοιτ᾿ ἄν ἐν τοῖς τῆς φύσεως λόγοις ὧν γὰρ ἐκείνη ποιεῖ, τοὺς λόγους, καθ’ οὕς, φθάνει προαποκειμένους ἔχουσα τύχη γὰρ καὶ αὐτόματον πρὸς τὴν φύσιν ἀντιδιέσταλται. δεῖ δὲ μὴ λανθάνειν καὶ καθ’ ὅσους τρόπους τὸ σαφὲς καὶ τὸ ἀσαφὲς ἡμῖν ἐλλαμβάνεται. ἔστι μὲν· γὰρ τὸ‘ καθόλου καὶ συγκεχυμένον, ὡς ἐν τῇ Φυσικῇ λέγεται, τοῦ μερικοῦ καὶ διηρθρωμένου μᾶλλον γνωριμώτερον ἡμῖν καὶ σαφέστερον, οἷον τὸ ἀπλῶς εἰδέναι σῶμα τοῦ ὅτι τοιόνδε, οἷον οὐρά- νιον ἢ ἐπίγειον καὶ τοίως ἢ τοιώσδε κέκραται, καὶ τὸ ἀπλῶς ζῶον τοῦ τοιοῦδε. εντι σαφέστερον καὶ τὸ τῇ αἰσθήσει πρῶτον, ὕστερον δὲ τῇ φύσει, ὡς τὰ με- ρικὰ τῶν καθόλου καὶ τὰ κατὰ σύνθεσιν τῶν ἁπλῶν· καὶ τρίτον τὸ ὅτι διότι. καὶ γὰρ ὅτι ἔχομεν ψυχὴν καὶ ὅτι ἀθάνατος εὐχερέστερον τοῖς πολλοῖς εἰδέναι, παρακολουθῆσαι δὲ τῷ ταῦτα κατασκευάζοντι λόγῳ ἔστιν οἷς καὶ τῶν ὑπὲρ τοὺς πολλοὺς ἐργωδέστατον. τούτων οὕτω διαιτηθέντων πάλιν ἐπαναλα- βόντες λέγομεν, ὡς δεῖ τῷ ὅρῳ προσκεῖσθαι καὶ τὴν αἰτίαν τοῦ πράγματος καὶ μὴ ὥσπερ· νῦν οἱ πλεῖστοι τῶν ὅρων ἔχουσιν· ὥσπερ γὰρ συμπεράσματα τὸ ὅλον οἱ λόγοι τῶν ὅρων εἰσὶ καὶ πλέον οὐδέν. λαμβανομένων γὰρ τῶν ὅρων τῶν μὲν ἐκ τῆς ὕλης, ὡς κἀν ταῖς ἀρχαῖς διωρίσθη, τῶν δὲ ἐκ τοὐ εἴδους τῶν δὲ ἐκ τοῦ συναμφοτέρου κρείττων μὲν τοῦ ἐξ ὕλης ὁ εἰδικός τελεώτερος γὰρ διὰ τὴν αἰτίαν), κρείττων ὅ ἀμφοτέρων ὁ ἐξ ἀμφοῖν τελεώτατος γάρ, τό τε πρᾶγμα ἔχων καὶ τὴν αἰτίαν αὐτοῦ. μεταγόμενοι δὲ πρὸς συλλογισμὸν ὁ μὲν ἔσται συμπέρασμα, ὁ δὲ μέσος ὅρος, ὁ δὲ παρὰ τοσοῦτον συλλογισμὸς τέλειος καὶ αὐτάρκης ἀπόδειξις, παρ’ ὅσον τῇ θέσει παρήλλακται. ἄλλως γὰρ ὑφ’ ἑνὸς ὁ ὅρος συνείρεται καὶ ἑτέρως ἡ ἀπόδειξις ἐκδιαλελυμένων τῇ ἐκθέσει τῶν ὅρων ἐν τῷ συλλογισμῷ πλέκεται, ἥ τε τάξις τῆς ἀγωγῆς ἑτέρα. σαφη- νιεῖ δὲ τεθὲν τὸ παράδειγμα θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. οὗτος ἐκ τοῦ συνάμφω ὃν εἰ διαλύσαιμεν, ὁ μὲν ἔσται ὕλης, ζέσις τοῦ περὶ καρδίαν αἵματος, ὁ δὲ μόνον εἶδος, θυμός ἐστιν ὄρεξις ἀντιλυπήσεως. συλλογιζομένων δὲ οὕτω θέσεως ἕξουσιν· ὁ θυμούμενος ὀρέγεται ἀντιλυπῆσαι, τοῦ τοιούτου δὲ ζεῖ τὸ περὶ καρδίαν αἷμα· τοῦ θυμουμένου ἄρα ζεῖ τὸ περὶ καρδίαν αἷμα. ὅλος μὲν ὁ συλλογισμὸς ὅρος καὶ ἀπόδειξις, τῶν μερῶν δὲ ὁ μὲν μέσος ὁρισμός, ὃν ἐξ αἰτίας καὶ εἴδους ἐλέγομεν, ὁ ἐξ ὕλης δὲ τὸ συμπέρασμα. καὶ καθόλου δέ, ὡς κἀν τοῖς Ἀναλυτικοῖς λέγεται, πᾶς ὅρος ἢ ἀπόδειξις θέσει διαφέρουσα ἢ ἀρχὴ ἀποδείξεως, εἰ μέσος καὶ αἴτιος, ἢ συμπέρασμα ἀποδείξεως, εἴπερ ὕλη καὶ ὑποκείμενον. οὕτω δὲ σαθρῶς ἔχει καὶ τοῖς ἐκείνως ὁριζομένοις, τί ἐστι τετραγωνισμός, τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον οὗτος γὰρ ἐκ μόνης τῆς ὕλης ὢν συμπέρασμά ἐστι τῆς ὅλης ἀποδείξεως. ἀλλ’ ὁ λέγων, τί ἐστι τετραγωνισμός, ὅτι μέσης εὕρεσις, τούτου μὲν κρείττων, ὅτι τοῦ πράγματος λέγει τὸ αἴτιον, χερείων δὲ τοῦ συνάμφω καὶ τῆς τελείας ἀποδείξεως, οἷον τετραγωνισμός ἐστι τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον ποιῆσαι δι’ εὕρεσιν μέσης ἀναλόγου. καὶ τέλειος μὲν ὅρος τοῦτο, ἀποδείξις δὲ ὁ αὐτὸς οὕτως· ὁ τετραγωνίσαι βουλόμενος μέσην ἀνάλογον ζητεῖ εὑρεῖν· ἡ μέση εὑρεθεῖσα ἴσον ἑτερομήκει ὀρθογώνιον καὶ ἰσόπλευρον ποιεῖ· ὁ ἄρα τετραγωνίζων ἴσον ἑτερομήκει ὀρθογώνιον καὶ ἰσόπλευρον ποιεῖ. ἡμεῖς δ’ ἄν τοῦτο καὶ πρῶτον ἐθήκαμεν τὸ παράδειγμα καὶ μόνῳ ἠρκέσθημεν ἀκριβοῦντι τὴν τῶν κειμένων διάνοιαν, εἰ μὴ ἐκεῖνο δήπουθεν εὐλαβήθημεν θορυβῆσαι καὶ ξενοφωνῆσαι τοῖς ἀγεωμετρήτως ἡμῖν ἐντυγχάνουσιν· ὅθεν τῷ θυμῷ τὸν τάραχόν πως προκαταστέλλομεν. ἔτι δὲ καὶ ταῖς ἐπαγωγαῖς ἐπᾴσοντες διαλυσόμεθα τέλεον. ἔστι δὲ τετράγωνον μὲν ὃ ἰσόπλευρόν τέ ἐστι καὶ ὀρθογώνιον, ἑτερόμηκες δὲ ὃ τετράπλευρον μὲν καὶ ὀρθογώνιον, οὐκ ἰσόπλευρον δέ. πλευρὰ δὲ ἐν τούτοις ἐπὶ πλευρὰν πολλαπλασιασθεῖσα, ἡ πλάγιος πρὸς τὴν κατ’ εὐθεῖαν, τὸ ὅλον γίνεται. οἱ γοῦν τὸ ἑτερόμηκες τετραγωνίσαι βουλόμενοι μέσην ἀνάλογον ζητοῦσι καὶ ἐπεὶ ἑτερόμηκές ἐστι τὸ τὰς ἀπαντικρὺ πλευρὰς ἴσας ἀλλήλαις ἔχον, ἀνίσους δὲ πρὸς τὰς ἑτέρας καὶ θέσει διαφόρους, εἰ τὰς μὲν αὐτοῦ ἀνὰ ἡ πηχῶν φέρε θήσομεν τὰς δὲ ἀνὰ β΄, τὴν μέσην τῶν ἡ καὶ β΄ εὑρεθεῖσαν ἀνάλογον εὐθεῖαν ἐκείνην εἶναι τὴν μέσην ὑποληπτέον, ἣν ζητοῦμεν. αὕτη δὲ τὰ δ΄ ὡς γὰρ τὰ δ πρὸς τὰ η΄, τὰ β΄ πρὸς τὰ δ΄. τὸ γοῦν ἀπὸ ταύτης ἀναγραφὲν τετρά- γωνον ἴσον ἔσται τῷ προρρηθέντι ἑτερομήκει. δὶς γὰρ ἡ ις΄ οὕτω γὰρ ἐκείνῳ αἱ πλευραὶ εἶχον· καὶ τετράκις δ΄ ις΄, ὅπερ ἦν τὸ ἐκ τῆς ἀναλόγου τετράγωνον. ἀλλ’ αὕτη μὲν ἡ ἀναλογία ἐν διπλασίονι λόγῳ· ἐν ἡμιολίῳ δὲ οὕτω. τετράκις θ΄ λς΄ τοῦτο ἑτερόμηκες. μέσος δὲ ἀνάλογος τῶν θ΄ καὶ δ ὁ ς΄ ἐλήφθη γὰρ ἀπὸ μὲν τῶν δ΄ τὸ ἥμισυ, ἀπὸ δὲ τῶν θ τὸ τρίτον, καὶ συγκραθέντα πρὸς ἄλληλα τὸν ς΄ πεποιήκασι μέσον ὄντα καὶ ἀνάλογον. ὅταν γὰρ τρεῖς ἀριθμοὶ ἀνάλογοι ὦσι, τὸ ἀπὸ τῶν ἄκρων ἴσον ἔσται τῷ ἀπὸ τοῦ μέσου. Tοσαῦτα παρειπόντες διὰ σαφήνειαν πάλιν ἐπανιόντες λέγομεν. τὴν ἀρχὴν ἐντεῦθεν τῆς σκέψεως ποιησάμενοι. τὸ ψυχὴν ἔχον σῶμα πρὸς τὸ μὴ ἔχον οὐκ ἄλλῳ ἢ τῷ ζῆν διορίζομεν. τὸ δὲ ζῆν εἰς πλείω τὸν ἀριθμὸν βλέψαντες εἴποιμεν· κἄν εἰ μόνον ἓν ὑπάρχει τι τούτων, ζῆν αὐτὸ λέγομεν. καὶ γὰρ ζωαὶ καὶ αἴσθησις καὶ νοῦς καὶ ἡ κατὰ τόπον κίνησις καὶ στάσις, ἔτι δὲ καὶ ἡ κατὰ τὸ τρέφειν καὶ αὐξάνεσθαι καὶ φθίνειν κίνησις· διὸ καὶ τὰ φυόμενα πάντα ζωῆς τινος δοκεῖ μετέχειν· αὐτὰ γὰρ ἐν αὑτοῖς φαίνεται τοιαύτην δύ- ναμιν ἔχοντα καὶ ἀρχήν, δι’ ἧς αὔξησίν τε λαμβάνει καὶ φθίσιν κατὰ τοὺς ἐναντίους τόπους. οὐ γὰρ ἄνω μὲν τρέφεται, κάτω δ’ οὔ, ἀλλὰ καὶ κάτω καὶ ἄνω καὶ πάντη. τούτῳ γὰρ τὴν πρόσθεσιν τῆς αὐξήσεως διεστέλλομεν, ὅτι ἡ μὲν εἰς πᾶν τὸ σῶμα καὶ κατὰ πάσας τὰς διαστάσεις, ἡ δὲ ἐν μέρει καὶ ἐφ’ ἑνί, ὥσπερ ἐν τῷ σωρῷ ἐπιβαλὼν σῖτον ἕτερον οὐχ ἅπαντα ηὔξησας, ἀλλ’ ἐκεῖνο τὸ μέρος τὸ δεδεγμένον τὴν πρόσθεσιν. ταῦτά τε οὖν ἐν τοῖς φυτοῖς ὁρᾶται· τρέφεται γὰρ καὶ διὰ τέλους ζῇ, ἕως ἄν δύναται λαμβάνειν τροφήν. δύναται δὲ τὸ θρεπτικὸν τῶν ἄλλων χωρίζεσθαι καὶ καθ’ αὑτὸ εἶναι, ὡς ἐν τοῖς φυτοῖς ὁρᾶται, αἰσθήσεως ἀμοιροῦσι καὶ λόγου· τούτου δὲ τἄλλα χωρισθῆναι καὶ ταῦτα ἐν τοῖς θνητοῖς ἀδύνατον. ἐπὶ μὲν γὰρ τοῖς θείοις ἴσως καὶ ἄχρηστος παντάπασιν ἡ θρεπτικὴ δύναμις μὴ οὔσης αὐξήσεως ἢ μειώσεως· ἀπροσδεᾶ γὰρ ἐκεῖνα καὶ θνητῆς πάσης δυσχερείας ἀνώτερα. ἀνθρώποις δὲ καὶ ἀλόγοις καὶ πρὸ τούτων φυτοῖς, οἷς πολλῶν ἐπιδεᾶ, καὶ τὸ τῆς τροφῆς διὰ τὴν ῥοὴν καὶ ἀπορροὴν αὐτόθεν ἀναγκαιότατον, προσανυφαῖνον τὸ ἀπορρεῦσαν ἐν σώματι κἀν τῇ ὕλῃ πασχούσῃ τὰ ἑαυτῆς τὸ εἶδος συνέχον ἐν τῇ ταὐτότητι. καὶ μέντοι καὶ θυμὸς καὶ ἐπιθυμία τοῖς θνητοῖς προσριφή- σεται, ἐφ’ οἷς καὶ τὸ βλάπτον καὶ ὠφελοῦν, τῇ μὲν ἵνα διώκῃ τὸ σῶζον, τῷ δὲ τὸ βλαβερὸν ἀποκρούηται. τὸ μὲν οὖν ἁπλῶς ζῆν διὰ ταύτην ὑπάρχει τὴν ἀρχήν, τῆς τροφῆς λέγω, πᾶσι τοῖς ζῶσιν εἰς πάντα φθάνουσαν. τὸ δὲ ζῶον, ἐπείπερ αἱ τέλειαι τῶν προσηγοριῶν τοῖς τελειοτέροις ἐπάγονται τῶν εἰδῶν, ἐκλήθη πρῶτον διὰ τὴν αἴσθησιν, ὥστε καὶ εἴ τι μὴ κινοῖτο μήδ’ ἀλλάττοι τόπον, ἔχει δὲ αἴσθησιν, ζῶον ἄν εἶναι φαῖμεν, καὶ οὐ μόνον κατὰ τὸ ἁπλοῦν τοῦ ζῆν σημαινόμενον. φαίνεται δὲ πολλὰ τοιαῦτ’ εἶναι τῶν ζώων μόνιμα καὶ μόνης τῆς ἁπτικῆς κοινωνοῦντα αἰσθήσεως. αὕτη γὰρ κοινοτάτη αἰσθήσεων καὶ φύσει πρώτως ἐνυπάρχει πᾶσι· τὸ γὰρ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν ἀναιρούμενον οὕτως ἄν καλοῖτο. ὥσπερ γὰρ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς ἁφῆς καὶ πάσης αἰσθήσεως, <ὡς> εἶναι αὑτό, οὕτως αὕτη πάλιν τῶν ἄλλων αἰσθήσεων πάντα γὰρ τὰ ζῷα ἔχοντα φαίνεται τὴν ἁπτικὴν μόνην αἴσθησιν. δι’ ἣν δὲ αἰτίαν ταὐτόν τι τούτων ἑκατέροις συμβέβηκεν, ὕστερον ἐροῦμεν ἐπὶ τέλους κατὰ σχολήν · νυνὶ δ’ ἐπὶ τοσοῦτον εἰπόντες ἀρκέσομεν, ὡς ἐπείπερ τὸ σώζεσθαι τοῖς ζῶσι διὰ τὸ τρέφεσθαι, τροφὴ δὲ ὑγρὸν καὶ θερμὸν καὶ τὰ τούτοις ἐναντία, τοῖς μὲν οὖν· φυτοῖς διὰ τὸ μόνιμον ἀπέχρησεν εἰς τροφὴν τὸ προστυχὸν ἔγγιον, οἰκεῖον ὄν, τὰ δὲ κατὰ τόπον κινητικὰ καὶ ἄποθεν τὸ θρέψον ἐκποριζόμενα ἐνδεᾶ τῆς κὰτ τὴν ἁφὴν διακρίσεως τοὐ ὠφελοῦντος καὶ βλάπτοντος. ταῦτ’ ἄρα τῶν ἄλλων κοινότατα καὶ ἀναγκαιότατα, τροφὴ μὲν εἰς σωτηρίαν, ταύτης δὲ ἁφῇ τὰ ζῷα μετέχουσιν. αὐτῶν δὲ τούτων καὶ τῶν ἄλλων πάντων ἀρχὴ καὶ αἰτία ψυχὴ καὶ ἐν τούτοις ὥρισται, θρεπτικῷ, αἰσθητικῷ, διανοητικῷ, κινήσει. ὃ δὲ πρότερον ἠπορήσαμεν οὐδὲν κωλύει καὶ πάλιν ἐπαπορήσασθαι τῆς ἀκολουθίας διδούσης· πότερον γὰρ τῶν ἀπηριθμημένων ἕκαστόν ἐστι ψυχὴ καὶ ἀλλήλων ἀπέσχισται, ὡς ἄν εἰ καὶ πολλαὶ ψυχαὶ ἦσαν, ἢ μιᾶς τὰ πάντα μόρια ψυχῆς; καὶ εἰ τοῦτο, πότερον ὥστ’ εἶναι χωριστὰ μόνῳ λόγῳ καὶ ἐννοήματι, ὅλα δὲ τῇ περιχωρήσει διὰ πάντων ἓν καὶ τῷ ὑποκειμένῳ ταὐτά, ἢ καὶ τόπῳ; ὥσπερ καὶ ποιεῖν ἐλέγομεν Τίμαιον, ἄλλοις ἄλλα συντάττοντα τοῖς σωματικοῖς τὰ ψυχικά· καὶ περὶ μέν τινων οὐ χαλεπὸν ἰδεῖν, ὡς οὐ τοπικῶς ἀλλήλων διῄ- ρηνται, ἀλλὰ διὰ παντὸς ἰσομοίρως τοῦ ὑποκειμένου σώματος ἥκουσιν, οἷον τροφὴ καὶ αὔξησις ἐπὶ τοῖς φυτοῖς, αἴσθησις δὲ καὶ κίνησις ἐν τοῖς ζώοις. περὶ δὲ τῶν ἄλλων τὸ ἀληθὲς είπεῖν ἔχει ἀπορίαν. τὰ μὲν γὰρ φυτὰ φαίνεται διαιρούμενα ζῆν καὶ χωριζόμενα ἀπ’ ἀλλήλων, ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν καὶ τῷ ὑποκειμένῳ μιᾶς ἐν ἑνὶ ἑκάστῳ τῶν φυτῶν, δυνάμει δὲ πολλῶν· καὶ περί τινας δὲ ἄλλας διαφόρους τῆς ψυχῆς δυνάμεις ὁρῶμεν συμβαῖνον ἐν τοῖς διατεμνομένοις τῶν ζώων τισί· καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν τοῖς ἐντόμοις ἔχει διαιρεθεῖσι καὶ κίνησιν τὴν κατὰ τόπον. προσβιά- σαιτο δ’ ἄν τις καὶ φαντασίαν καὶ ὄρεξιν· ὅπου μὲν γὰρ αἴσθησις, λύπη τε καὶ ἡδονὴ παρακολουθεῖ, ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία. περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέ πω φανερόν, εἴτε παντὶ τῷ ὑπο- κειμένῳ συμπέφυκε σώματι ἢ ἑνὶ τῶν μερῶν κατακεκλήρωτο. ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι ὥσπερ τοῦ φθαρτοῦ τὸ ἀίδιον. ὅτι μὲν οὖν οὐκ ἔστι ταῦτα οὕτω μόρια τῆς ψυχῆς, ὥστ’ εἶναι χωριστὰ καθάπερ φασί τινες, δῆλα ἐκ τούτων καὶ τῶν πρότερον εἰρημένων· τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερόν· αἰσθητικῷ γὰρ εἶναι καὶ δοξα- στικῷ ἕτερον, εἴπερ καὶ τοῦ αἰσθάνεσθαι τὸ δοξάζειν, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν εἰρημένων ἕκαστον. ὃ δὲ περὶ τῶν ἄλλων αἰσθήσεων ὑποθράττει, ὡς οὔτε ἐν σώματι παντὶ καὶ ἴδιον ἑκάστῃ τὸ συγγενὲς αἰσθητήριον ἢ πάσαις κατὰ κοινοῦ μόνος ὑπέστρωται ὁ ἐγκέφαλος, ὅθεν προέρχονται διαιρούμεναι καὶ πρὸς ὃν ἐπιστρέφουσι κατὰ τὸ ἀμερὲς συναπτόμεναι, ὑπερβαίνομεν ἐπει- γόμενοι. ἐκεῖνο δὲ λέγομεν ὃ καὶ πολλάκις εἰρήκαμεν, ὡς ἐνίοις μὲν τῶν ζώων ὑπάρχει τὰ ψυχικὰ μέρη πάντα, ἐνίοις δὲ ἐλάττω, τοῖς δὲ ἓν μόνον. τὸ δὲ αὐτὸ τοῦτο συμβάν ἐστι καὶ περὶ τὰς αἰσθήσεις· τὰ μὲν γὰρ ἔχει πάσας, τὰ δὲ ἐλάττ·ους, τὰ δὲ μίαν, ὡς εἴρηται, τὴν ἀναγκαιοτάτην, ἁφήν. ταῦτα γοῦν καὶ τὴν διαφορὰν τοῖς ζῶσιν ἐποίησε καὶ τὸ βέλτιον καὶ τὸ χεῖρον καὶ τὸ τιμιώτερον καὶ τὸ ἀτιμότερον ἐπεισήγαγε κεφάλαιον. ὥσπερ <γὰρ> πᾶσα τῶν ὄντων ἡ τάξις καὶ πρόοδος πᾶν γὰρ τὸ καλῶς ἔχον ἢ ὂν ὀρθός ἐστι λόγος, οὗτος ὅ ἐκεῖθεν), οὕτω τοι καὶ τοῖς ζῶσι ψυχῇ. φανερὸν οὖν ἄλλως, ὅτι νοῦς καὶ ψυχῆς καὶ ὄντος ὑπερεκτέταται. Ἐπεὶ δὲ ὥσπερ ᾧ ἐπιστάμεθα λέγεται διχῶς τὸ μὲν γὰρ ἐπιστήμην εἶναι φαμέν, τὸ δὲ ψυχήν· καὶ γὰρ καὶ τῇ ἐπιστήμῃ καὶ τῇ ψυχῇ ἐπίστασθαι λέγομεν, καὶ τὸ μὲν ὡς ὕλη καὶ ὑποκείμενον, τὸ δὲ ὡς εἶδος· ὁμοίως δὲ καὶ ᾧ ὑγιαίνομεν τὸ μὲν ὑγεία καὶ εἶδος, τὸ δὲ τοῦ σώματός τινι μορίῳ, οἷον ὀφθαλμῷ, ἢ καὶ ὅλῳ τῷ σώματι), οὕτω καὶ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα διττόν, τὸ μὲν τῇ ψυχῇ, τὸ δὲ τῷ ὀργανικῷ σώματι, φανερὸν οὖν ὅτι ὡς εἶδος ἡ ψυχὴ ἐν τῷ συνθέτῳ καὶ οὐχ ὡς ὑποκείμενον καὶ ὕλη, καὶ καλῶς οὕτως αὐτὴν ἐν τοῖς ἄνω ἡμεῖς ὡρισάμεθα εἶδος προσειπόντες καὶ ἐντελέχειαν τοῦ φύσει ὀργανικοῦ σώματος· τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων ἢ ἀνάλογόν γε εἴδει καὶ ὕλῃ τὴν σύστασιν ἐχόντων, διπλῶς καὶ τῷ σημαινομένῳ τῶν αὐτῶν ὀνομάτων πολλάκις ἐν τοῖς τοιούτοις προσχρώμεθα, τὸ μὲν πρὸς τὴν ὕλην, τὸ δὲ πρὸς τὸ εἶδος ἀποσκοπούμενοι. ἀλλὰ κύριον μὲν τὸ τοῦ εἴδους καὶ πρῶτον, δεύτερον δὲ τὸ τῆς ὕλης· τῷ γὰρ τοῦ εἴδους μετεσχηκέναι λέγεται τοῦθ’ ὅπερ λέγεται. οἷον λευκοὶ καὶ τῇ λευκότητι λεγόμεθα καὶ τῇ ἐπιφανείᾳ, καὶ θερμοὶ καὶ ψυχροὶ ταῖς τοιαῖσδε ποιότησι καὶ τῷ σώματι, καὶ ὑγιεῖς καὶ ἐπιστήμονες ὡσαύΤως· ἀλλὰ τούτων ἡ μὲν λευκότης καὶ θερμότης καὶ ὑγεία καὶ ἐπιστήμη εἶδός τι καὶ μορφὴ καὶ λόγος, τὸ δὲ θερμὸν σῶμα καὶ λευκὸν καὶ ψυχρὸν καὶ· ὑγιαῖνον καὶ ἡ ψυχὴ οἷον ὑποκείμενα καὶ ὕλη· καὶ αἱ μέν πως οἷον ἐνέργειαι καὶ τελειότητες τῶν δεκτικῶν, ἡ μὲν ἐπιστήμη τοῦ ἐπιστημονικοῦ, ἡ δὲ ὑγεία τοῦ ὑγιαστοῦ καὶ αἱ λοιπαὶ ὁμοίως, τὰ δὲ οἷον τὰ δεδεγμένα καὶ διατιθέμενα, τὸ σῶμα καὶ ἡ ψυχή · δοκεῖ γὰρ ἐν τῷ πάσχοντι καὶ διατιθεμένῳ τὴν τῶν ποιητικῶν ἐνεῖναι ἐνέργειαν. καίπερ μιᾶς οὔσης τῆς τοῦ ποιοῦντος καὶ πάσχοντος ἐνεργείας, ἀρχομένης μὲν ἀπὸ τοῦ ποιοῦντος, στηρι- ζομένης δὲ ἐν τῷ πάσχοντι, ὅμως τῷ τὸν μὲν ἐπὶ τῆς οἰκείας μένειν ἀκίνητον τελειότητος, τὸν δὲ ἀλλοιοῦσθαι καὶ μεταβάλλειν ἀγόμενον πρὸς τὸ τέλειον, μᾶλλον τὸ κινεῖσθαι προστίθεμεν. οὐ γὰρ ὁ ὑγιάζων ἢ διδάσκων ἰατρὸς καὶ ἐπιστήμων, καθὸ ὑγιάζει ἢ διδάσκει, ὁ μὲν κινεῖται πρὸς ὑγείαν, ὁ δὲ πρὸς ἐπιστήμην, ἀλλ’ ὁ νοσῶν καὶ ὁ μανθάνων πρὸς τὰς οἰκείας ἄγονται ἐξαλλατ- τόμενοι καὶ μεταποιούμενοι τελειότητας, καθ’ ἃς δυνάμει εἰσίν, ὑπὸ τῶν ἐνερ- γείᾳ ὄντων ὥσθ’ ὑγείαν ἐνταῦθα καὶ ἐπιστήμην οὐ τὴν ἐν τοῖς κινοῦσι καὶ πρώτοις, ἀλλὰ τὴν ἐν τοῖς διατιθεμένοις καὶ πάσχουσι λέγομεν. εἰ οὖν οὕτω ταῦτα, ἡ δὲ ψυχὴ τοῦτο ᾧ ζῶμεν καὶ αἰσθανόμεθα καὶ κινούμεθά ἐστι πρώτως, ἡ ψυχὴ ἄρα ὡς εἶδός τι καὶ λόγος ἐστὶν ἐν τῷ συνθέτῳ, ἀλλ’ οὐχ ὡς ὑποκείμενον καὶ ὕλη, ὥσπερ εἴρηται. ἔτι τριχῶς λεγομένης τῆς οὐσίας, ὧν τὸ μὲν ὕλη, τὸ δὲ εἶδος, τὸ δὲ ἐξ ἀμφοῖν τούτων καὶ σύνθετον, ἡ μὲν ὕλη δύναμις, ὡς ἐλέγετο πρότερον, τὸ δὲ εἶδος ἐντελέχεια. ἀλλ’ αὕτη σώματός τινος· οὐ γὰρ τοῦ ἁπλῶς, ἀλλὰ τοῦ τοιοῦδε τοῦ ὀργανικοῦ. ἐπεὶ δὲ τρία εἴδη τῶν ψυχῶν ἐν τῇ ὅλῃ φύσει τῶν ἐμψύχων κατενοήσαμεν κατὰ τὸ φύσει πρότερον καὶ ὕστερον διαφέροντα, καὶ τὸ μὲν πᾶσι, τὸ δὲ τισί, τὸ δὲ ἑνὶ μόνῳ τῷ ἀνθρώπῳ νοῦς καὶ λόγος ἐγγίνεται, κατὰ κοινοῦ μὲν ἐντελεχείας τῶν ὑποδεδεγμένων σωμάτων αὐτὰς ὠνομάκαμεν, ὁ τρόπος δὲ διαφέρει. τὴν μὲν γὰρ φυτικὴν καὶ αἰσθητικήν, ὡς ἄν εἰ καὶ τὸ ἁπλῶς εἶδος τὸ φυσικὸν ἢ τεχνητὸν ἐν τῇ προστυχούσῃ ὕλη ἐγγίνεσθαι εἴποιμεν, οἷον τὸ τοῦ λίθου καὶ ἀνδριάντος, οὕτως εἴδη καὶ ἐντελεχείας καὶ ταύτας διοριζόμεθα συγγεννωμένας τοῖς ὑποκειμένοις καὶ συναπολλυμένας· τὴν δὲ λογικὴν ψυχὴν ἑτέρως, εἴπερ τοῦ πλωτῆρος μεμνήμεθα χωριστοῦ ὄντος κἀν τῇ νηὶ μὴ μέρους ὄντος αὐτῆς. ὅθεν καὶ ὥσπερ ἐκείνης ἀπολλυμένης οὐδὲν ἧττόν ἐστιν ἄνθρωπος, πλὴν μέν- τοι ἄλλως τὸ εἶναι αὐτῷ πλωτῆρι ἔφθαρτο συνεχόμενον τῇ νηὶ καὶ ταῖς περὶ τὸν πλοῦν ἐνεργείαις αὐτοῦ, αἷς καὶ κυβερνήτης ἐτύγχανε, μόνας δὲ τὰς οἰκείας ὑπολείπεται ἔχων καὶ φυσικάς, καθ’ ἃς ἄνθρωπος, οὕτω τοι καὶ περὶ τῆς λογικῆς ψυχῆς λέγομεν μένειν μὲν καὶ μετὰ τὴν διάλυσιν οὐδὲν ἧττον καθ’ αὑτήν, μὴ μέντοι ψυχὴν κυρίως ἢ ἐντελέχειαν τυγχάνειν σώματος· φθείρεται γὰρ αὐτῆς τοῦτο· τί γὰρ ζωοποιήσει, ἢ τίσιν ὀργάνοις αἴσθησιν ὀρέξει καὶ κίνησιν συμφθαρεῖσι τῷ σώματι; ἔσται δὲ νοῦς ὅλη τῶν οἰκείων καὶ συγγενῶν ἀντιλαμβανομένη τρανέστερον. δεῖ γὰρ αὐτήν ποτε, ἃ νῦν περιφαντάζεται καὶ ἐν σκιαῖς ὁρᾷ καὶ ὥσπερ οἱ χειμαζόμενοι σκοπουμένη πόρρωθεν, τὰ θεῖα λέγω καὶ νοητά, καὶ συγγενέσθαι τούτοις ἀμέσως καὶ κατὰ νοῦν ἐνεργῆσαι, καὶ μὴ μάτην τοῦτο αὐτῇ δεδόσθαι παρὰ τῆς φύσεως. διὰ τοῦτο καλῶς ὑπολαμβά- νουσιν, οἷς δοκεῖ ὅτι οὔτε ἄνευ σώματος ἡ ψυχή, καθὸ εἶδος καὶ ἐντελέχεια, εἴπερ μηδὲ ἀπλῶς εἶδος ἄνευ ὕλης ἡ κυβερνήτης ἄνευ νηός, οὔτε σῶμά τι ἡ ψυχή· ἀλλὰ σῶμα μὲν οὐκ ἔστι, σώματος δέ τι· εἶδος γὰρ αὐτοῦ καὶ οὐσία ἡ κατὰ λόγον· καὶ διὰ τοῦτο ἐν σώματι τοιούτῳ ὀργανικῷ καὶ δυνατῷ ζῆν καὶ τὸ ὅλον εἰπεῖν ψυχικῷ, ἀλλ’ οὐχ ὥσπερ οἱ πρότερον εἰς σῶμα τὸ τυχὸν ἐνήρμοζον αὐτήν, οὐδὲν προσδιορίσαντες, ἐν τίνι καὶ ποίῳ τὴν ποίαν, ὡς μὴ δέον κατάλληλον ταῖς διαφόροις ἐνεργείαις καὶ εἴδεσιν ἀποδιδόναι τὰ ὄργανα ἄλλο μὲν γὰρ ἔσται τὸ τῆς λογικῆς ὄργανον τοῦ τῆς ἀλόγου καὶ ἀμφοτέρων τὸ τῆς φυτικῆς, αἵ τε χρησόμεναι ταῖς ἐνεργείαις καὶ ταῖς φύσεσιν ἕτεραι· τά τε ὑπουργήσοντα τοσοῦτον πρὸς ἄλληλα τὸ διάφορον ἕξουσιν, ὅσον τὸ οἰκεῖον πρὸς τὰς συγγενεῖς ψυχὰς καὶ κατάλληλον. φύρουσι δὲ ταῦτα οἱ τὰς μετεμψυχώσεις ψυχώσεις καὶ τὰς παλιγγενεσίας εἰσάγοντες· καὶ ἧττον μὲν οἱ μόνοις τοῖς ὁμοειδέσι τὴν μετάβασιν ὁριζόμενοι καὶ τὴν αὐτὴν λογικὴν διάφορα μὲν ἀλλάττειν σώματα, ἀνθρώπινα δέ· ὅσοι δὲ καὶ πρὸς τὴν ἄλογον ἢ ἀναίσθητον ἀποικίζουσιν, ὥσπερ ἵππον καὶ βοῦν τὸν ποτὲ ἄνθρωπον γίνεσθαι, μᾶλλον δο- κοῦσιν ἄλογοι καὶ ἀναίσθητοι, οὕτω πρὸς τὰ ἐναργῆ παντελῶς ἐσκοτωμένοι. οὐδὲ γὰρ φαίνεται τὸ τυχὸν εἶδος πρὸς τὸ τυχὸν ἐγγίνεσθαι ὑποκείμενον· οὔτε γὰρ ὄψις γεύσεται οὔτε γλῶσσα ὄψεται οὔτε ὀσμαῖς ἀκοὴ ὑποκείσεται οὔτε φωνῶν ἡ ὄσφρησις αἰσθανθήσεται. ἀλλ’ οὐδ’ ὁ χαλκὸς οὗτος ὄστρακον ἢ τὸ ἀνάπαλιν ἔσεται. τοῦτο δὲ γίνεται καὶ κατὰ λόγον· ἑκάστου γὰρ ἡ ἐνπλωτῆρι τελέχεια ἐν τῷ δυνάμει ὑπάρχοντι τοιούτῳ καὶ τῇ οἰκείᾳ ὕλῃ ἐγγίνεσθαι Ὁτι μὲν οὖν ἐντελέχειά τις ἐστὶν ἡ ψυχὴ τοῦ δυνάμει ἔχοντος εἶναι τοιούτου σώματος, καὶ διότι, φανερὸν ἐκ τούτου· νυνὶ δέ που καιρὸς καὶ περὶ τῶν μερῶν ἐπελθεῖν, ὅπως ἕκαστον ἐντελέχεια ἑκάστῳ τῶν τοῦ σώματος λέγεται. οὐ γὰρ καθάπαξ ἐπὶ τῷ καθόλου ἵστασθαι δεῖ, ἀλλὰ καὶ τὰ μέρη ζητεῖν καὶ διαιρούμενον ἐφοδεύειν κατ’ εἴδη οὐκοῦν τίνες τε αἱ δυνάμεις τῆς ψυχῆς καὶ τίσι καὶ πόσαι ὑπάρχουσι καὶ δι’ ἥντινα τὴν αἰτίαν, καὶ πῶς διαλαβεῖν ἀναγκαῖον, ποῖαί τε χωρισταὶ καὶ τίνων καὶ ποῖαι ἀχώριστοι· καὶ ὅτι ταῖς μὲν κρείττοσιν αἱ χείρους ἕπονται, τὸ ἀνάπαλιν δ’ οὔ.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
