# In Aristotelis Libros De Anima Paraphrasis 2.1-3

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ᾿Αρχὴ τοῦ τρίτου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/2.1-3

Ἔτι καὶ τοῦτο προσαπορητέον οἰκεῖον ὄν τῇ ἀρχῆς προθέσει, εἰ ὑπολείπει ΙΙΙ2 τις αἴσθησις· ἐπεὶ γὰρ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, εἰ ἔστι τις ἄλλη περὶ τὰ αἰσθητὰ ἐνέργεια, καθ’ ἣν ταῖς ἐνεργείαις τῶν αἰσθητικῶν ἐφιστάνομεν, εἴτε προσέβαλον τῷ αἰσθητῷ εἴτε μή, καὶ ποίαν τινὰ ἴσχουσι τὴν διάθεσιν, ἣν δὴ καὶ συναίσθησιν εἴποι τις, πότερον ἄλλης τινὸς αἰσθήσεως αὕτη ἡ ἐνέργει κεχωρισμένης τῶν ἀπηριθμημένων, ἢ περὶ τὰ ἴδια τῶν αἰσθη- τῶν ἑκάστη τῶν αἰσθήσεων οὐ μόνον ἐνεργεῖ, ἀλλὰ καὶ ἐφιστάνει τῇ ἑαυτῆς ἐνεργείᾳ· οἷον ὁρῶντες τόδε τὸ λευκὸν ἑαυτοὺς οὕτω διακειμένους συνέγνωμεν. ἀνάγκη δὲ ἢ τῇ ὄψει αἰσθάνεσθαι τούτου ὅτι ὁρᾷ ἢ ἑτέρᾳ. ἀλλ’ εἰ ἑτέρᾳ, ἡ αὐτὴ μία ἀμφοτέρων ἐστὶν ἀντιληπτική, τῆς τε ὁρώσης ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος, καὶ δύο τοῦ αὐτοῦ αἰσθητοῦ καθ’ αὑτὸ ἔσονται αἰσθήσεις. εἰ γὰρ ἡ ἑτέρα μὲν καὶ δευτέρα ἀντελάβετο ὅτι εἶδεν ἡ ὄψις, ἡ αὐτὴ δὲ καὶ τοῦ χρώματος ἀντιλήψεται πρός τι γάρ), ἀντελαμβάνετο δὲ τῶν χρωμάτων καὶ ἡ ὄψις, τοῦτο δὴ τὸ ἄτοπον ἕψεται· δύο γὰρ αἰσθήσεις τοῦ αὐτοῦ καὶ ἑνὸς αἰσθητοῦ μὴ κατὰ συμβεβηκὸς ἀντιλήψονται. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὥστε οὐδὲν ἄν ἴδιον αἰσθητόν, ἀλλὰ πάντα κοινά, καὶ οὐ πέντε αἰσθήσεις ἀλλὰ δέκα. ἔτι ἐπειδὴ πολλάκις ἐπιστήσαντες τῇ τῆς ὄψεως ἐνεργείᾳ ἐφιστάνομεν αὐτῷ τούτῳ πάλιν, ὅτι ἐπεστήσαμεν ὅτι ἡ ὄψις εἶδε καὶ συναισθανόμεθα ἑαυτῶν ἐπιστησάντων, ἀνάγκη καὶ ταύτην τὴν αἴσθησιν τὴν τρίτην ἢ ἑτέραν εἶναι παρὰ τὴν πρὸ αὐτῆς ἐπιστήσασαν ἢ τὴν αὐτήν. καὶ εἰ μὲν ἑτέρα, πάλιν περὶ ἐκείνης ὁ αὐτὸς λόγος· καὶ τοῦτο ἐπ’ ἄπειρον· εἰ δὲ ἡ αὐτή, ἵνα μὴ ἐνεργείᾳ ἀπείρους αἰσθήσεις ποιήσωμεν, καὶ ἐνδέχεται ὅλως τὴν αὐτὴν ἐπιστῆσαι καὶ ὅτι ἐπέστησε πάλιν ἐπιστῆσαι, διὰ τί μὴ αὐτόθεν ἐπὶ τῆς ὄψεως τοῦτο ποιοῦμεν, τιθέμενοι καὶ αἰσθάνεσθαι τὴν αὐτὴν καὶ τῇ ἑαυτῆς ἐφιστᾶν ἐνεργείᾳ; ἀποκληρωτικὸν γὰρ τὸ τῇ δευτέρᾳ μὲν αἰσθήσει ἢ τρίτῃ διδόναι τοῦτο, μὴ εὐθὺς δὲ καὶ τῇ πρώτῃ. λείπεται τοίνυν ἐκ τῶν εἰρημένων αὐτὴν ἑκάστην αἴσθησιν καὶ τῶν αἰσθητῶν λέγειν ἀντιλαμβάνεσθαι καὶ τῆς ἑαυτῆς ἐνεργείας· ὥστε αὐτὴ ἑαυτῆς ἀνιιλήψεται. ἔχει δὲ ἀπορίαν. εἰ γὰρ ἡ ὄψις ἐφιστάνει τῇ ἑαυτῆς ἐνεργείᾳ, τὸ δὲ τῇ ὄψει αἰσθάνεσθαι ὁρᾶν ἐστι, τοῦτο δὲ χρωμάτων ἐστὶν ἀντιλαμβάνεσθαι, κέχρωσται ἡ ὄψις ἄρα καίπερ οὖσα πρώτη τοῦ αἰσθητοῦ γνωριστική· εἰ γὰρ ὄψεταί τις τὸ ὁρῶν, καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον. λύσομεν δὲ ἐνστάσει καὶ ἀντιπαραστάσει χρησάμενοι. πρῶτα μὲν γὰρ φανερὸν ὡς οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι οὐδ’ ἁπλοῦν καὶ μονοειδές. οὐ γὰρ εἴ τι ὁρᾶται πάντως χρῶμά ἐστι, καὶ οὐ μόνον τὰ ὁρατὰ ὁρῶμεν ἀλλὰ καὶ τὰς στερήσεις τῶν ὁρατῶν. καὶ γὰρ ὅταν μὴ ὁρῶμεν, τῇ ὄψει κρίνομεν, οἷον ὁρῶμεν τὸ φῶς καὶ τὸ σκότος, ἅπερ οὗκ εἰσι χρώματα, εἰ καὶ μὴ ὡσαύτως· τὸ μὲν γὰρ καταφάσει τὸ δ’ ἀποφάσει. ὥστε οὐχ ῄ ὁρᾷ ἡ ὄψις τὴν ἑαυτῆς ἐνέργειαν, ἤδη κεχρῶσθαι ἀνάγκη ταύτην. ἔπειτα καὶ τὸ ὁρῶν ἔστιν ὡς κεχρωμάτισται, καὶ οὐκ ἄτοπον τοῦτο λέγειν· τὸ γὰρ αἰσθη- τήριον δεκτικὸν τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης ἕκαστον. διὸ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἰσθήσεις καὶ φαντασίαι, τὰ τῶν αἰσθητῶν δηλαδὴ ἐγκαταλείμματα, ἐν τοῖς αἰσθητηρίοις. ἀποστήσαντες γὰρ τοῦ ἡλίου τὰς ὄψεις οὐκ εὐθὺς ἀναγνῶναι δυνάμεθα, ὡς ἐνόντος ἔτι ἐν τῷ αἰσθητηρίῳ τοῦ ἐκ τοῦ φωτὸς ἐγγινομένου πάθους· καὶ θαλάττης ἀποστάντες μετὰ τὸν πλοῦν ἔτι περιηχεῖσθαι τὰ ὦτα δοκοῦμεν. ἔτι δὲ σφοδρὸν χρῶμα ἑωρακότες ἢ λαμπρόν, εἶτα βλέψαντες εἰς ὄλλο, οὐχ οἷόν ἐστιν ἐκεῖνο ὁρῶμεν, ἀλλ’ οἷον ἦν τὸ προεωραμένον, ἢ μικτόν τι, τοῦ αἰσθητηρίου ἔτι σώζοντος καὶ τὸ τοῦ πρώτου πάθος, καὶ διὰ τὸ ὑπὸ τοῦ δευτέρου παθεῖν οἷον μῖξίν τινα καὶ ἀμφοτέρων τῶν παθημάτων γίνεσθαι. καὶ πρὸς τούτοις ἡ αἴσθησις κατὰ φαντασίαν τινὰ γενομένη τηρεῖ πως ἐν ἑαυτῇ τὰ φαντάσματα καὶ μηκέτι τῶν αἰσθητῶν παρόντων. ταύτῃ γὰρ καὶ διαφέρει τὰ ὡς ἔμψυχα καὶ κατὰ φαντασίαν τινὰ τῶν αἰσθητῶν τὰ εἴδη χωρὶς τῆς ὕλης λαμβάνοντα τῶν ἀψύχων οἷον κατόπτρων. καὶ ταῦτα μὲν γὰρ ἄνευ τῆς ὕλης τὰ εἴδη δέχεται, παρόντων δὲ μόνον· τὰ δὲ ἔμψυχα καὶ ἀπελθόντων, ὅτι μετὰ φαντασίας ἡ πρώτη εἰσδοχή. καὶ τούτων οὕτω διαιτηθέντων ἔτι κἀκεῖνα ἐπισκέψασθαι δεῖ, ἃ καί τισι τῶν φιλοσοφη- σάντων ἠπόρηται καὶ καλῶς διαλέλυται. εἰ γὰρ ἡ ὄψις αὐτὴ ἑαυτῆς αἰσθή- σεται, αὐτὴ πρὸς ἑαυτὴν ἔστ’ ἂν τοῦθ’ ὅπερ ἐστίν· αὕτη γὰρ ἔσται ὁρῶσα καὶ ὁρωμένη. οὐδὲν δὲ τῶν πρός τι αὐτὸ πρὸς ἑαυτό ἐστιν ἀλλὰ πρὸς ἕτερον· ἡ δὲ αἴσθησις τῶν πρός τι. ἢ οὐ ταὐτὸν ὄψα τε εἶναι καὶ κεχρωσμένῃ· ὁρᾷ δὲ αὑτὴν. οὐχ ὡς ὄψιν, ἀλλ’ ὡς ὁρῶσαν ὄψιν καὶ εἶδος εἰληφυῖαν τοῦ ὁρωμένου πρὸς ὃ ἦν ὄψις. εἰ δὲ διὰ τοῦτο ὁρατόν τε καὶ ὁρώμενον γέγονεν, οὐκ ἔσται ἡ ὄψις ὄψεως ὄψις, ἀλλὰ κεχρωσμένης ὄψεως καὶ εἶδος ἐχούσης τὸ τοῦ ὁρωμένου. οὕτω δήπου ἄν εἴη καὶ ὁ κατ’ ἐνέργειαν νοῦς νοῶν αὑτόν· οὐ γὰρ ᾗ νοῦς ἑαυτὸν νοεῖ, ἀλλ’ ᾗ νοητός. ἔτι κἀκεῖνο περὶ τῶν αὐτῶν ζητήσωμεν· εἰ γὰρ τὸ ὁρᾶν καὶ ἁπλῶς τὸ αἰσθάνεσθαι πασχούσης τι τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ γίνεται, ὁρᾷ δὲ καὶ ἡ ὄψις ἑαυτήν, καὶ πείσεται ὑφ’ αὑτῆς. οὐδὲν δ’ ὑφ’ αὑτοῦ πάσχει· δεῖ γὰρ τὸ πάσχον δυνάμει εἶναι τοιοῦτον ὅπερ τὸ ποιοῦν ἐνεργείᾳ. ἔσται γοῦν ἡ αὐτὴ κατὰ τὸ αὐτὸ καὶ δυνάμει καὶ ἐνεργείᾳ. καὶ τοῦτ’ ἄλυτον καταλιπόντες ἕτερόν τι προσθήσομεν· εἰ ἡ αἴσθησις ἄλογος οὖσα ἐπιστρέφει πρὸς ἑαυτὴν γινώσκουσα ἑαυτῆς τὴν ἐνέρ- γειαν, τὸ δὲ τοιοῦτον χωριστὸν σώματος, πᾶσα δὲ χωριστὴ σώματος ἐνέργεια καὶ τὴν οὐσίαν ἔχει χωριστήν, τοῦτο δὲ ἀθάνατον, ἀθάνατον ἄρα καὶ τὴν ἄλογον ψυχὴν ὑποληψόμεθα, εἴπερ καὶ αἴσθησιν. ἢ οὐκ ἐπειδὴ γινώσκει ἡ ὄψις ὅτι αἰσθάνεται, ἤδη καὶ χωριστὴ σώματος καὶ ἀθάνατος. μέση γὰρ ἡ αἴσθησις τῆς τε λογικῆς ψυχῆς καὶ τῆς φύσεως. τῆς οὖν φύσεως μήτε τὴν ἐνέργειαν ἑαυτῆς γινωσκούσης μήτε τὴν οὐσίαν, πρὸς τὰ ἐκτὸς δ’ ἀποτεινομένης μόνον κατὰ τὸ τρέφειν ἢ γεννᾶν, μηδαμοῦ δὲ πρὸς ἑαυτὴν ἐπιστρε- φούσης, τῆς δὲ λογικῆς καὶ κατ’ ἐνέργειαν καὶ κατ’ οὐσίαν ἐπιστρεφούσης γινώσκει γὰρ οὐ μόνον τὴν ἐνέργειαν αὑτῆς, ἀλλὰ καὶ τὴν οὐσίαν, καὶ διὰ τοῦτο καὶ καθάπαξ χωριστή ἐστι σώματος), εἰκότως ἡ ἄλογος μέσην ἔχουσα τάξιν κατά τι μὲν χωριστὴ κατά τι δὲ ἀχώριστος, τὴν μὲν ἐνέργειαν ἑαυτῆς γινώσκουσα, οὐκέτι δὲ καὶ τὴν οὐσίαν, καὶ χωριστὴ μὲν τοῦ παχέος σώματος, ἀχώριστος δὲ τοῦ πνεύματος, τῆς φύσεως καὶ τοῦ παχέος ἀχωρίστου οὔσης. ἐπεὶ δὲ φθάνομεν εἰρηκότες τὴν αἴσθησιν δέχεσθαι καὶ στέγειν τὰ εἴδη τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης ἐπὶ ποσόν τινα χρόνον, τὰ ἐκείνοις ἑξῆς προσθήσομεν. καὶ τὴν ἐνέργειαν τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ τὴν αὐτὴν μὲν καὶ μίαν εἶναι λέγειν ἀνάγκη τῷ ὑποκειμένῳ· τὸ δὲ εἶναι αὐταῖς οὐ ταὐτό, λέγω δὲ οἷον ὁ ψόφος ὁ κατ’ ἐνέργειαν καὶ ἡ ἀκοὴ ἡ κατ’ ἐνέργειαν. κατ’ ἐνέργειαν δὲ λέγομεν, ὅτι ἔστι καὶ ἀκοὴν ἔχον μὴ ἀκούειν καὶ τὸ ἔχον ψόφον οὐκ ἀεὶ ψοφεῖ, ἃ καὶ δυνάμει λέγεται. ὅταν οὖν ἐνεργῇ τὸ δυνάμενον ἀκούειν καὶ ψοφῇ τὸ δυνάμενον ψοφεῖν, τότε ἡ ἀκοὴ καὶ ὁ ψόφος ὡς ἐνεργείᾳ ἅμα γίνεται τῷ ὑποκειμένῳ, τῇ σχέσει δὲ καὶ τῷ λόγῳ διαφέρει, ὥσπερ ἀνάβασις καὶ κατάβασις, δίδαξις καὶ μάθησις. ὧν εἴποι ἄν τις τὸ μὲν εἷναι ἄκουσιν, τὸ δὲ ψόφησιν. τὸ γὰρ ἐνεργείᾳ αἰσθήσει εἶναί ἐστι τὸ ἔχειν τὰ εἴδη τῶν αἰσθητῶν χωρὶς ὕλης· πάλιν τὸ κατ’ ἐνέργειαν αἰσθητῷ εἶναί ἐστι τὸ ἔχεσθαι τὸ εἶδος αὐτοῦ χωρὶς ὕλης ὑπὸ τῆς αἰσθήσεως. ἓν ἄρα τῷ ὑποκειμένῳ ἡ ἑκατέρα ἐνέργεια, τῷ δὲ λόγῳ διάφορος, ἥτις ἀπὸ μὲν τοὐ αἰσθητοῦ θεω- ρουμένη ἐπὶ τὴν αἴσθησιν καλεῖται ἀκουστὸν ἢ ὁρατὸν ἤ τι τοιοῦτον, ἀπὸ δὲ τῆς αἰσθήσεως ἐπὶ τὸ αἰσθητὸν ὅρασις καὶ ἄκουσις καὶ τὰ τοιαῦτα. εἰ δὲ ἔστιν ἡ κίνησις καὶ ἡ ποίησις καὶ τὸ πάθος ἐν τῷ ποιουμένῳ, ἀνάγκη καὶ τὸν ψόφον καὶ τὴν ἀκοὴν τὴν κατ’ ἐνέργειαν ἐν τῇ κατὰ δύναμιν εἶναι· ἡ γὰρ τοῦ ποιητικοῦ καὶ κινητικοῦ ἐνέργεια ἐν τῷ πάσχοντι ἐγγίνεται· διὸ καὶ οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι. ἡ μὲν οὖν τοῦ ψοφητικοῦ ἐνέργεια ψόφος ἢ ψόφησις, ἡ δὲ τοῦ ἀκουστικοῦ ἀκοὴ ἢ ἄκουσις· διττὸν γὰρ ἡ ἀκοὴ καὶ διττὸν ὁ ψόφος. ὁ ὅ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων καὶ αἰσθη- τῶν. ὡς γὰρ ἐν τοῖς Φυσικοῖς κίνησιν ἐλέγομεν τὴν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόοδον καὶ ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ κινεῖται γὰρ ἐπὶ τὴν τελειότητα οὐχ ὁ διδάσκων ἀλλ’ ὁ μανθάνων· τὸ γὰρ ποιοῦν ἤδη τοῦτό ἐστιν ἐνεργείᾳ, ὅπερ γίνεται τὸ πάσχον· τὴν γὰρ ἐφ’ ὃ κινεῖ τελειότητα ἤδη ἔχει), καὶ πᾶσα ποίησις καὶ πάθος ἐν τῷ ποιουμένῳ καὶ πάσχοντι, ἀλλ’ οὐκ ἐν τῷ ποιοῦντι, καὶ οὐκ ἀνάγκη πᾶν τὸ κινοῦν κινεῖσθαι, οὕτως ἐπειδὴ καὶ τὸ αἰσθη- τὸν τὸ κατ’ ἐνέργειαν τῷ τὴν αἴσθησιν κινεῖν ἐστι τοιοῦτον, ἀνάγκη τὴν τοιαύτην κίνησιν ἐν τῇ αἰσθήσει εἶναι. ἀλλ’ ἐπ’ ἐνίων μὲν ὠνόμασται τὰ μέσα οἷον ψόφησις καὶ ἄκουσις, ἐπ’ ἐνίων δὲ ἀνώνυμον θάτερον· ὅρασις γὰρ λέγεται ἡ τῆς ὄψεως ἐνέργεια, ἡ δὲ τοῦ χρώματος ἀνώνυμος, καὶ γεῦσις ἡ τοῦ γευστικοῦ, ἡ δὲ τοῦ χυμοῦ ἀνώνυμος. ἐν τούτοις δὲ μεμνῆσθαι χρή, πῶς ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαι καὶ πάσχειν τὴν αἴσθησιν ἐτίθεμεν πρότερον, καὶ πῶς ἐλέγομεν δυνάμει. οὐ γὰρ κινεῖται κατὰ τὴν ἀτελῆ κίνησιν, ἀλλ’ ὡς μὴ πρότερον ἐνεργοῦσα ὕστερον διὰ τὸ παρεῖναι τὸ αἰσθητὸν τὴν ἐνέργειαν προβαλλομένη ἀθρόαν καὶ αὐτὴν καὶ ἀμέριστον καὶ ἅμα πᾶσαν, ἀλλ’ οὐχ οἵα ἡ κίνησις ἐν μερισμῷ καὶ συνεχείᾳ· ὥστε ὅταν λέγηται κινεῖσθαι, καταχρη- στικῶς λέγεται διὰ τὸ ὅλως ἀπὸ τοῦ μὴ ἐνεργεῖν εἰς τὸ ἐνεργεῖν μεταβάλλειν, οὐχὶ διεξοδικῶς ἀλλ’ ἀθρόως, καθ’ ἣν καὶ ἡ τῶν ἀτόμων εἰδῶν παρουσία καὶ ἀπουσία ἐπιτελεῖσθαι πέφυκεν. ἐπεὶ δὲ μία μέν ἐστιν ἐνέργεια τοῦ αἰσθητοῦ καὶ τοῦ αἰσθητικοῦ, τὸ δὲ εἶναι ἕτερον, ἀνάγκη ἅμα φθείρεσθαι καὶ σώζεσθαι τὴν οὕτω λεγομένην ἀκοὴν καὶ ψόφον, καὶ χυμὸν δὴ καὶ γεῦσιν καὶ τὰ ἄλλα ὁμοίως. εἰ γὰρ μία τῷ ὑποκειμένῳ ἡ ἑκατέρα ἐνέργεια ἐν τῷ πάσχοντι οὖσα, ἀνάγκη ἅμα καὶ συνυπάρχειν καὶ συναπόλλυσθαι· συναναιρεῖται γὰρ τῇ τοῦ κινοῦντος ἐνεργείᾳ καὶ ἡ τοῦ κινουμένου, ὁμοίως δὲ καὶ συνεισάγεται· τὰ δὲ κατὰ δύναμιν λεγόμενα οὐκ ἀνάγκη. καὶ ἡμεῖς μὲν οὕτως· οἱ δὲ πρότερον φυσιολογοῖ οὐ καλῶς ἔλεγον, οὐθὲν οἰόμενοι οὔτε λευκὸν οὔτε μέλαν εἶναι ἄνευ ὄψεως, οὐδὲ χυμὸν ἄνευ γεύσεως, οὐδὲ ὅλως αἰσθητὸν ἄνευ αἰσθή- σεως. τῇ μὲν γὰρ ἔλεγον ὀρθῶς, τῇ δὲ οὐκ ὀρθῶς· διχῶς γὰρ λεγομένης τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ, τῶν μὲν κατὰ δύναμιν τῶν δὲ κατ’ ἐνέργειαν, ἐπ’ ἐνίων μὲν τοῦτο συμβαίνει τὸ λεχθέν, τῶν κατ’ ἐνέργειαν, ἐπὶ δὲ τῶν ἑτέρων, τῶν κατὰ δύναμιν, οὐ συμβαίνει· ἀλλ’ ἐκεῖνοι ἀπλῶς καὶ ἀδιο- ρίστως ἔλεγον περὶ τῶν λεγομένων οὐχ ἀπλῶς. Ἐπεὶ δ’ ὁρῶμεν τὴν αἴσθησιν φθειρομένην ταῖς ὑπερβολαῖς τῶν αἰσθητῶν καὶ ἐλλείψεσιν, ἐκεῖνο ἐννοῆσαι χρὴ ὡς ἐν μεσότητί τινι καὶ λόγῳ τυγχάνει οὖσα τοῦτο πάσχουσα. οὕτω δ’ ἂν τοῦτο καὶ συλλογίσαιο· ἡ κατ’ ἐνέργειαν ἀκοὴ καὶ ἡ κατ’ ἐνέργειαν φωνὴ ἔστιν ὡς ἓν καὶ ἔστιν ὣς οὐχ ἓν ·τὸ αὐτό· τῷ μὲν γὰρ ὑποκειμένῳ ἕν, ὥσπερ εἴρηται, τῷ δὲ λόγῳ διάφορον· ἡ δὲ φωνὴ συμφωνία τις καὶ συμμετρία· λόγος δὲ ἡ συμφωνία· καὶ τὴν κατ’ ἐνέργειαν ἀκοὴν λόγον τινὰ εἶναι ἀνάγκη. καὶ διὰ τοῦτο καὶ φθείρει ἕκαστον ὑπερβάλλον, καὶ τὸ ὀξὺ καὶ τὸ βαρύ, τὴν ἀκοήν· ὑπὸ γοῦν μεγάληί βροντῆς πολλοὶ ἐβλάβησαν, οὓς καὶ ἐμβροντήτους καλοῦμεν· ὁμοίως δὲ καὶ ἐν χυμοῖς τὴν γεῦσιν, καὶ ἐν χρώμασι τὴν ὄψιν τὸ σφόδρα λαμπρὸν ἢ ζοφερόν, καὶ ἐν ὀσφρήσει ἡ ἰσχυρὰ ὀσμὴ καὶ πικρὰ καὶ γλυκεῖα, ὡς λόγου τινὸς οὔσης τῆς αἰσθήσεως. καὶ γὰρ ἐν ὁτῳοῦν λόγῳ οἷον τῷ διπλασίῳ εἴτε προσθείης τι εἴτε ἀφέλῃς, φθείρεις τὸν λόγον. οἷον τὰ εἴκοσι διπλάσια τῶν δέκα· εἴτε γοῦν καὶ ὑπὸ τῆς ἐνδείας ἡ αἴσθησις· ἀλλ’ ἡ μὲν ὑπερβολὴ οὐ τὴν ἐνέργειαν μόνον φθείρει ἀλλὰ καὶ τὴν δύναμιν ἡ γὰρ μεγάλη βροντὴ αὐτὸ τὸ αἰσθητήριον βλάψασα ἐστέρησε δηλονότι τῆς ἐν τούτοις δυνάμεως), ἡ δὲ ἔνδεια τὴν ἐνέργειαν μόνην φθείρει τῆς δυνάμεως ἀπαθοῦς μενούσης· ἐὰν γὰρ πάνυ μικρὸς γένηται ὁ ψόφος οὐκ ἔστιν ἀκουστός, ἡ μέντοι γε ἀντιληπτικὴ δύναμις σώζεται. ἴσως δὲ καὶ ἡ πολλὴ ἔνδεια τῶν αἰσθητῶν ἀπαμβλύνει τῇ ἀργίᾳ τὰς αἰσθήσεις· ἡ γοῦν ὄψις ἐπὶ πολὺ διατρίψασα ἐν σκότῳ ἀμβλυώττει, ἴσως δὲ καὶ ἐπὶ πλέον χρονίσασα παντελῶς ἐκλείπει· τὸ δὲ σκότος ἔνδειά ἐστι τοῦ ὁρατοῦ. ὅπερ δὲ ἐπὶ ἀκοῆς καὶ ὄψεως, τοῦτο καὶ ἐπὶ πασῶν λέγομεν. ἔνθεν καὶ ἀμιγῆ εἰλικρινῆ ὄντα τὰ αἰσθητὰ ἀηδῆ εἰσιν, ὅταν δὲ μιχθῇ καὶ ἐς λόγον ἔλθῃ, ἡδέα καὶ λυσιτελῆ. οἷον οἱ χυμοὶ ἄμικτοι πρὸς ἀλλήλους ὄντες οὐχ ἡδεῖς· τό τε γὰρ ἄκρατον γλυκὺ ἔκλυτόν ἐστι καὶ τὸ ἄκρατον πικρὸν ἢ ἁλμυρὸν διαβρωτικά, καὶ ἅλες καθ’ ἑαυτοὺς μὲν ὄντες εἰς οὐδὲν χρήσιμοι, μιγνύμενοι δὲ ἐδέσμασιν εὖ ἔχουσιν. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων οἷον τῶν τῆς ἁφῆς· τὸ πῦρ καὶ ὁ κρύσταλλος ἄκρατα ὄντα λυπηρὰ καὶ φθαρτικά εἰσι· τὸ θερ- μαντὸν δὲ καὶ ψυκτὸν ὡς κεκραμένα ἡδέα. Ἔτι τοῖς περὶ αἰσθήσεως λόγοις καὶ τοῦτο προσθέντες, ὅτι κράτιστον τῶν περὶ αὐτῆς ζητημάτων, τὸν λόγον παύσομεν ὡς ἐπὶ τὴν λογικὴν ψυχὴν καὶ τὸν νοῦν ἐπειγόμενοι πόρρωθεν. ἑκάστη μὲν οὖν τῶν αἰσθήσεων τοῦ ὑποκει- μένου αὐτῇ αἰσθητοῦ ἐστι γνωριστική, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθη- τήριον, καὶ κρίνει τὰς τοῦ ὑποκειμένου αἰσθητοῦ διαφοράς, οἷον λευκὸν μὲν καὶ μέλαν ὄψις, γλυκὺ δὲ καὶ πικρὸν γεῦσις· ὁμοίως δὲ ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. ἀλλ’ ἐπε·ιδὴ οὐ μόνον ὅτ’ τὸ λευκὸν ἕτερόν ἐστι τοῦ μέλανος γινώσκομεν τῶν ὑπὸ τὴν αὐτὴν καὶ μίαν αἴσθησιν τὴν ὅρασιν, ἀλλ’ ὅτι καὶ τὸ λευκὸν ἕτερόν ἐστι τοῦ ψόφου καὶ τῆς ὀσμῆς τῶν ἐν διαφόροις ἕκαστον γὰρ τῶν ἑτερογενῶν αἰσθητῶν πρὸς ἕκαστον κρίνομέν τινι καὶ αἰσθα- νόμεθα ὅτι διαφέρει), ἀνάγκη τὴν διάκρισιν ταύτην τῶν αἰσθητῶν αἰσθήσει τινὶ γίνεσθαι μιᾷ καὶ κοινῇ· οὐδὲ γάρ τινι τῶν πέντε τοῦτο γινώσκομεν, οὕτε μὴν ἐνδέχεται κεχωρισμένοις κρίνειν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, ἀλλὰ δεῖ ἑνί τινι ἄμφω δῆλα εἶναι. εἰ γὰρ ἡ ὄψις μὲν τοῦ λευκοῦ ἀντιλάβοιτο, ἡ ἀκοὴ δὲ τοῦ ψόφου, μὴ εἴη δέ τι ἕτερον τὸ τούτων ἀμφοῖν ἀντιλαμβανόμενον, οὐδὲν ἔσται τὸ διακρῖνον ὅτι τὸ λευκὸν ἕτερον τοῦ ψόφου, ἀλλ’ ὥσπερ εἰ τοῦ μὲν ἐγὼ τοὐ δὲ σὺ αἴσθοιο, καὶ οὐδέτερος τὸ τοῦ ἑτέρου γνοίη πάθος. καὶ πρὸς τούτοις τὴν κοινὴν ταύτην αἴσθησιν ἀμερῆ τε εἶναι χρεὼν καὶ ἀσώματον· οὐ γὰρ δεῖ ὑπολαμβάνειν σάρκα ἢ ὅλως σῶμα εἶναι τὸ ἔσχατον αἰσθητήριον· ἀνάγκη γὰρ ἦν ἁπτόμενον αὐτοῦ κρίνειν τὸ κρῖνον καὶ κατὰ μέρη, ὡς ἄν τῷδε μὲν τῷ μορίῳ τοῦδ’ ἄν αἰσθάνοιτο, τῷδε δὲ τοῦδε, καὶ συνιδεῖν οὐκ ἦν πάλιν τὴν διαφοράν. συνέβαινε γὰρ πάλιν τὰ εἰρημένα· οὐδὲν γὰρ τῶν μερῶν οἶδεν ἀμφότερα τὰ αἰσθητά. δεῖ δὲ ἀμφότερα εἰδέναι τὸ μέλλον λέγειν ὅτι τόδε τοῦδε ἕτερον. ὅτι μὲν οὐχ οἷόν τε κεχωρισμένοις κρίνειν τὰ κεχωρισμένα φανερόν· ὅτι δ’ οὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ ἀλλ’ ἀχρόνως ἐν τῷ αὐτῷ νῦν ἀμφοτέρων τῶν κριθησομένων δεῖ ποιεῖσθαι τὴν αἴσθησιν, δῆλον ἐντεῦθεν. ὥσπερ γὰρ τὸ αὐτὸ λέγει ὅτι ἕτερον τὸ ἀγαθὸν καὶ κακόν. οὕτω καὶ ὅτε θάτερον λέγει ὅτι ἕτερον, καὶ θάτερον, οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε. εἰ γὰρ οἶδεν ὅτι διαφέρει τὸ λευκὸν τοῦ ψόφου, οἶδεν ἅμα καὶ ὅτι ὁ ψόφος τοῦ λευκοῦ διαφέρει· ὥστε ἄμφω οἶδε τὴν διάκρισιν αὐτῶν εἰδυῖα. ἡ δὲ διάκρισις ἄχρονος. καὶ ἡ ἀμφοτέρων ἄρα γνῶσις ἄχρονος καὶ ἐν τῷ αὐτῷ νῦν. εἰ γὰρ νῦν μὲν τοῦ λευκοῦ αἴσθοιτο, ἄλλοτε δὲ τοῦ ψόφου, πῶς αὐτὰ διακρίνει ἀπ' ἀλλήλων; ἡ γὰρ διάκρισις τῇ ἀντιπαραθέσει γνωρίζεται· τὰ δὲ κεχωρισμένα πῶς ἄν παραθείη; εἰ δὲ ταῦθ’ οὕτω, καὶ μία οὖσα καὶ ἀμερὴς ἡ κοινὴ αἴσθησις ἐν ἑνὶ καὶ τῷ αὐτῷ νῦν τῶν διαφόρων ἢ καὶ τῶν ἐναντίων αἰσθάνεται, τὸ δὲ αἰσθά- νεσθαι πάσχειν τί ἐστι, τὸ δὲ πάσχειν κινεῖσθαί πως, κινεῖσθαι δέ τι ἀδύνατον ἅμα καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ κατὰ τὸ αὐτὸ τὰς ἐναντίας κινήσεις, καὶ αἰσθάνεσθαί τι ἅμα ἀδύνατον. καὶ μήποτε ἡ αἴσθησις κατὰ μὲν τὸ ὑποκείμενον ἕν ἐστι καὶ ταὐτὸν τῷ ἀριθμῷ, τῇ δὲ οὐσίᾳ πλείω, πλειόνων οὐσῶν ἐν τῷ ἑνὶ ὑποκειμένῳ τῶν δυνάμεων, ὡς ἐν τῷ μέλιτι ὄντι κατ’ ἀριθμὸν ἑνὶ πλείους εἰσὶ δυνάμεις, τὸ γλυκύ, τὸ ξανθόν, καὶ ἐν τῷ μήλῳ τὸ εὐῶδες, τὸ ἐρυθρόν, τὸ μαλακόν. καὶ ᾗ μὲν διαφόρους ἔχει δυνάμεις, οὐδὲν κωλύει τῶν διαφόρων καὶ τῶν ἐναντίων αὐτὴν ἀντιλαμβάνεσθαι κατὰ τὸν αὐτὸν χρόνον· ᾗ δὲ μία ἐστὶ τῷ ὑποκειμένῳ, ὡς ἓν αἰσθάνεται καὶ κρίνει τὰ ἐναντία. ἢ ταύτην μὲν καὶ παροπτέον, ὅτι εὐέλεγκτος. διαφόρων μὲν γὰρ εἰδῶν οὕτως ἔχουσαν τῷ αὐτῷ νῦν αἰσθάνεσθαι οὐκ ἀδύνατον· ἐναντίων δὲ πῶς ἐνεργείᾳ; ἐκείνην δὲ ἀντεισακτέον τὴν ἀληθῆ, ἣν καὶ πρότερον πρότερον εἰ γὰρ τὴν κοινὴν αἴσθησιν τῇ ἐν τῷ μέσῳ τοῦ κύκλου εἰκάσαις στιγμῇ, λύσαις ἄν τὸ ἄπορον. ὡς γὰρ ἐκείνη μία οὖσα πλεῖστά ἐστι τόσα γὰρ ὅσα τῶν εὐθειῶν πέρατα πρὸς αὐτὴν ἀπαντᾷ), οὕτω καὶ ἡ αἴσθησις, ἀσώματος οὖσα δύναμις καὶ ἀμερὴς καὶ ἁπλῆ, ἵδρυται ἐν τῷ πέρατι τῶν αἰσθητηρίων πλειόνων ὄντων· τοῦτο δέ ἐστι τὸ πνεῦμα, ἐν ᾧ τὸ ἡγεμονικόν. καθ’ ὅσον μὲν οὖν μία ἐστὶ παντὸς ἐκείνου σώματος δύναμις καὶ ἀσώματος, ἀδιαίρετός ἐστι καὶ μία· καθ’ ὅσον δὲ οὐ μόνον τοῦ παντὸς σώματος δύναμίς ἐστιν, ἀλλὰ καὶ ἑκάστου τῶν μερῶν αὐτοῦ ἀμερίστως γὰρ ἐν ὅλῳ ἐστὶν ἡ αὐτή), κατὰ τοῦτο οὐ μία ἄν εἴη ἀλλὰ πλείους. ἕκαστον γὰρ τῶν αἰσθητηρίων τῶν μερικῶν ὡς ἐπί τι πέρας τὴν τῶν αἰσθητηρίων διακονίαν ἐπὶ τὸ πνεῦμα ἀναπέμπει, καὶ ἡ ἐν αὐτῷ λοιπὸν ἱδρυμένη αἴσθησις τὴν κρίσιν τῶν αἰσθητῶν ποιεῖται. ᾗ μὲν οὖν ἀδιαί- ρετον, ἓν τὸ κρῖνόν ἐστι καὶ ἅμα· ᾗ δὲ διαιρετὸν οὐχ ἓν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα. ᾗ μὲν οὖν δυσὶ χρῆται τῷ πέρατι, δύο κρίνει, καὶ κεχωρισμένα ἔστιν ὡς κεχωρισμένον· ᾗ δὲ ἑνί, ἅμα. ἔστι δὲ πρὸς ταύτην τὴν ἀπορίαν κἀκεῖνο συντόμως εἰπεῖν, ὡς εἰ μὲν οὕτως ἐκινεῖτο ἡ αἴσθησις ὡς αὐτὴ ἐν τῷ αἰσθάνεσθαι τῶν αἰσθητῶν λευκὴ ἢ μέλαινα γίνεσθαι, τῷ ὄντι ἦν ἀδύνατον αὐτὴν ἅμα τῶν ἐναντίων ἀντιλαμβάνεσθαι· εἰ δὲ οὐχ οὕτω γίνεται, ἀλλὰ γνωστικῶς μόνον τὰ εἴδη τῆς ὕλης ἀποσυλᾷ, οὐκέτι ὁμοίως ἄπορον· δυνατὸν γὰρ τοὺς ἀσωμάτους λόγους τῶν ἐναντίων ἅμα τοὺς αὐτοὺς εἶναι, ἐπεὶ καὶ μία τῶν ἐναντίων ἡ ἐπιστήμη. ἡ γὰρ φύσις ποιοῦσα τὸν ὀφθαλμὸν ἅμα τοῦ λευκοῦ καὶ μέλανος προβάλλει τὸν λόγον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς ὁρᾶται γινόμενον. τὸ μὲν γὰρ ὁρᾶν, ὡς ἐλέγετο, διὰ τούτου τῷ τοῦτο πάσχειν· τῷ μέντοι τοῦτο μὴ ὡς χρωννύμενον πάσχειν ὑλικῶς ὑπὸ τῶν χρωμάτων, οὐδὲν κωλύεται ἅμα διὰ τοῦ αὐτοῦ τὸ μέλαν καὶ τὸ λευκὸν ὁρᾶσθαι. διὰ γὰρ τοῦ αὐτοῦ μορίου τοῦ ἀέρος ἄλλος μὲν τὸ μέλαν ἄλλος δὲ τὸ λευκὸν ὁρᾷ, καὶ οὐ πάσχει τι ὑπὸ τῶν ἐναντίων τὸ αὐτό, ἐπεὶ μὴ ὑλικὸν τὸ πάθος. φανερὸν ἐκ τούτου ὡς καὶ αἱ μερικαὶ αἰσθήσεις ἀμερεῖς εἰσιν, εἴπερ ἀμφοτέρων ἅμα τῶν ἐναντίων ἀντιλαμβάνονται. διαφέροι δ’ ἄν ἡ κοινὴ αἴσθησις αὕτη τῆς φαντασίας, ὅτι ἡ μὲν ἀπόντων τῶν αἰσθητῶν τοὺς τύπους ἔχει, ἡ δὲ παρόντων. περὶ μὲν οὖν τῆς ἀρχῆς ᾗ φαμεν τὸ ζῶον αἰσθητικὸν εἶναι, διωρίσθω τὸν τρόπον τοῦτον.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
