# In Aristotelis Libros De Anima Paraphrasis 3.1-3

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ᾿Αρχὴ τοῦ τρίτου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/3.1-3

Έπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν, κινήσει τε τῇ κατὰ ΙΙΙ3 τόπον καὶ τῷ νοεῖν καὶ τῷ κρίνειν καὶ τῷ αἰσθάνεσθαι, περὶ μὲν οὖν τῆς κατὰ τόπον κινήσεως ὕστερον ἐροῦμεν, περὶ δὲ αἰσθήσεως ἤδη διήλθομεν τὸν ἐγχωροῦντα τρόπον ἡμῖν· λείπεται νῦν διελθεῖν περὶ τῆς ἐντὸς καὶ νοητικῆς τῇ ψυχῇ δυνάμεως. καίτοι τινὲς τῶν πάλαι φοσοφησάντων ταὐτόν τι τὴν αἴσθησιν ᾠήθησαν καὶ τὴν νόησιν. ἐπεὶ γὰρ δοκεῖ τὸ νοεῖν καὶ τὸ φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι ἐν ἀμφοτέροις γὰρ τούτοις κρίνει τι ἡ ψυχὴ καὶ γνωρίζει τῶν ὄντων), διὰ ταῦτα ἀπερισκέπτως ἕν τι τὴν αἴσθησιν καὶ τὴν νόησιν ἀπεφήναντο. αὐτίκα Ἐμπεδοκλῆς οὕτω λέγει· πρὸς παρεὸν μῆτις ἀέξεται ἀνθρώποισι. παρόντα γὰρ αὐτῷ ἐνταῦθα τὰ αἰσθητὰ ἐνομίσθησαν· μῆτις δὲ ἡ ἐν τούτοις αὐξά- νουσα ἡ κρίσις καὶ φρόνησις· τῶν δὲ παρόντων κριτήριον αἴσθησις. οὕτω δ’ ἄν καὶ πλακείη συλλογισμός· ἡ μῆτις τὸ παρὸν γινώσκει· τὸ γινῶσκον τὸ παρὸν αἴσθησις· ἡ μῆτις αἴσθησις. καὶ ἐν οἷς αὖ περὶ ἐνυπνίων διέξεισι, καὶ τὸ αἴτιον τοῦ διάφορα γίνεσθαι τοῖς ἀνθρώποις ἀποδιδούς, τῷ τὰς αἰσθήσεις διαφόρους εἶναι, ἀφ’ ὧν ταῦτα· “ὄυεν σφίσιν ἀεί”, φησί, “καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται”, φρόνησιν τὴν ἐν τοῖς ὕπνοις φαντασίαν τιθέμενος. εἰς τοῦτο φέρει καὶ τὸ του ποιητοῦ· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι θεός. πάντες γὰρ οὗτοι τὸ νοεῖν σωματικὸν ὥσπερ καὶ τὸ αἰσθάνεσθαι ὑπολαμβάνουσι, καὶ αἰσθάνεσθαί τε καὶ φρονεῖν τῷ ὁμοίῳ τὸ ὅμοιον ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις διωρισάμεθα. καίτοι ἔδει ἅμα εἰπεῖν αὐτοὺς καὶ περὶ τοῦ ἠπατῆσθαι· καὶ οἰκειότερον γὰρ τοῖς ζώοις καὶ πλείω χρόνον ἐν τούτῳ διατελεῖ ἡ ψυχή· ὥσπερ γὰρ οἱ ἐν λοιμώδει χωρίῳ διατρίβοντες νοσοῦσι τὸν πλεῖστον χρόνον, οὕτω καὶ ἡ ψυχὴ πεσοῦσα ἐν τῇ ὕλῃ τὸν πλεῖστον χρόνον τὴν ἀπάτην νοσεῖ, τόν τε ἐκ τῆς παιδικῆς ἡλικίας χρόνον μέχρι τῆς μαθήσεως, οἱ πολλοὶ δὲ πολλάκις καὶ τὸν σύμπαντα βίον. καὶ αὐτοὶ δὲ οἱ ἐπιστήμονες ὀλίγον πάνυ χρόνον ἐν τῇ θεωρίᾳ διάγουσι, τὰ πολλὰ δὲ πρὸς ἀλλήλους ἠσχόληνται, καὶ τῶν γε τῆς νυκτὸς ἐξαιρέτων τὰ πολλὰ ἐν εἰδώλοις καὶ ἀπάταις διατρίβει ἡ ψυχή, καὶ τῆς ἡμέρας γοῦν οὐκ ὀλίγον. τοιγαροῦν ἀνάγκη ἢ ὥσπερ ἔνιοι λέγουσιν, ὧν κορυφαῖος Πρωταγόρας, πάντα τὰ φαινόμενα εἶναι ἀληθῆ, ἢ τὴν τοῦ ἀνομοίου θίξιν ἀπάτην εἶναι· τοῦτο γὰρ ἐναντίον τῷ τὸ ὅμοιον γινώσκειν τῷ ὁμοίῳ, εἴπερ κατὰ τοὺς διαλεκτικούς, εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. οὐχ οὕτω δὲ ἔχει, ἀλλ’ ἡ αὐτὴ καὶ μία ἐπιστήμη τῶν ἐναντίων· ὁ γὰρ τὸ ἀγαθὸν εἰδὼς ὅτι ἀγαθὸν ἅμα καὶ τὸ κακὸν ὅτι κακὸν οἶδε, καὶ ὁ τὴν ἀρετὴν εἰδὼς ὅτι ὠφελεῖ οἶδεν ὅτι καὶ ἡ κακία βλάπτει. οὐ μόνον δὲ ἐπιστήμη ἡ αὐτὴ τῶν ἐναντίων, ἀλλὰ καὶ ἡ ἀπάτη καὶ ἡ ἄγνοια· ὁ γὰρ ἀγνοῶν βλαβερὸν τὴν κακίαν ἅμα ἀγνοεῖ καὶ ὠφελοῦν τὴν ἀρετήν. εἰ δὲ τοῦτο, ἀδύνατον τῇ τοῦ ὁμοίου θίξει τὸ γινώσκειν γίνεσθαι· τὸ αὐτὸ μὲν γὰρ καὶ ἓν τῶν ἐναντίων ἐστὶ γνωστικόν, ἓν δὲ καὶ τ·αὐτὸν ἅμα τὰ ἐναντία εἶναι ἀδύνατον. τοῦτο δὲ συμβαίνει, εἰ τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται. ὅτι δὲ οὐ ταὐτόν ἐστιν αἴσθησις καὶ νοῦς φανερὸν ἐντεῦθεν· τῆς μὲν γὰρ πᾶσι μέτεστι, τοῦ δ’ ὀλίγοις τῶν ζώων. ἀλλ’ οὐδὲ τῇ διανοίᾳ ταὐτόν, ἐν ἡ ἐστι τὸ ὀρθῶς καὶ τὸ μὴ ὀρθῶς, τὸ μὲν ὀρθῶς φρόνησις καὶ ἐπιστήμη καὶ δόξα ἀληθής, τὸ δέ μὴ ὀρθῶς τὰ ἐναντία τούτων. ἡ μὲν γὰρ αἴσθησις τῶν ἰδίων ἀεὶ ἀληθής, καὶ πᾶσιν ὑπάρχει τοῖς ζώοις· διανοεῖσθαι δὲ ἐνδέχεται καὶ ψευδῶς, καὶ οὐδενὶ ὑπάρχει ᾧ μὴ καὶ λόγος. οὔτ’ αὖ δόξῃ ἔοικε τὸ τῆς αἰσθήσεως πάθημα· ἡ μὲν γὰρ τοῦ καθόλου, ἡ δὲ τοῦ μερικοῦ ἀντιλαμβάνεται. ἀποκέκριται δὲ καὶ τῆς φαντασίας, ὅτι ἡ μὲν παρόντος ἡ δὲ καὶ ἀπόντος, καὶ ἡ μὲν ἐκτὸς ἡ δ’ ἐντὸς ἔχει τὸ γνωστόν. φανερὸν οὖν ἐντεῦθεν ὡς οὐδεμιᾷ τινι τῶν ἐντὸς καὶ γνωστικῶν δυνάμεων τῆς ψυχῆς ταὐτὸν αἴσθησις. Ἵνα δὲ καὶ τὰ λεχθέντα εὐκρινηθείη καὶ πρὸς τὰ ῥηθήσεσθαι μέλλοντα εὐθυπορῶμεν, δεῖ διελεῖν, τίνες καὶ πόσαι αἱ τῆς ψυχῆς δυνάμεις. τῶν γὰρ τῆς ψυχῆς δυνάμεων αἱ μὲν ζωτικαὶ καὶ ὀρεκτικαί, θυμός, ἐπιθυμία, βούλησις καὶ προαίρεσις, αἱ δὲ γνωστικαὶ καὶ κριτικαί· καὶ τούτων αἱ μὲν πρὸς τὰ ἐκτὸς ἀποτείνονται, αἰ δὲ ἔνδον ἔχουσι τὸ γνωστόν. αἰ μὲν οὖν πρὸς τὰ ἐκτὸς ἀποτεινόμεναι πρὸς μερικὸν ἀποτείνονται καὶ καλοῦνται αἰσθήσεις· μερικὸν γὰρ τὸ ἔξω κείμενον, τόδε τὸ χρῶμα καὶ ὅδε ὁ ψόφος. αἱ δὲ ἔνδον ἔχουσαι τὸ γνωστὸν λέγονται κοινότερον πᾶσαι νοήσεις· αὗται δὲ ἢ περὶ τὰ καθόλου εἰσὶν ἢ περὶ τὰ μερικά. ἡ μὲν οὖν περὶ τὰ μερικὰ καταγινομένη λέγεται φαντασία κυρίως καὶ παθητικὸς νοῦς· ἡ δὲ περὶ τὰ καθόλου λέγεται πάλιν κοινότερον νόησις, καθ’ ἣν τὸ φρονεῖν καὶ ἡ λογικὴ ζωή. αὕτη δὲ ἡ κρειτ- τόνως ἐνεργεῖ ἢ κατὰ συλλογισμόν, ἢ οὐ κρειττόνως· εἰ μὲν οὖν κρειττόνως καὶ δίχα συλλογισμοῦ ἁπλαῖς ἐπιβολαῖς ἐπιβάλλει τοῖς πράγμασι, γίνεται ὁ κυρίως νοῦς ὁ κατ’ ἐνέργειαν λεγόμενος καὶ θεωρητικὸς καὶ καθ’ ἕξιν νοῦς. εἰ δὲ μὴ κρειττόνως ἐνεργοίη συλλογισμοῦ, καλεῖται κοινῷ ὀνόματι ὑπόληψις· αὕτη δὲ ἢ κατὰ συλλογισμὸν ἐνεργεῖ ἢ χείρων ἐστὶ τοῦ χρῆσθαι συλλογισμῷ. εἰ μὲν οὖν χείρων εἴη συλλογισμοῦ, καλεῖται δόξα· εἰ δὲ κατὰ συλλογισμὸν ἐνεργεῖ, καλεῖται διάνοια καὶ δυνάμει νοῦς. καὶ αὕτη ἢ περὶ τὰ νοητὰ καὶ ἀίδια ποιεῖται τὴν διατριβὴν ἢ περὶ τὰ πρακτὰ καὶ πολιτικά. ἡ μὲν οὗν περὶ τὰ νοητὰ διατριβὴ καλεῖται ἐπιστήμη, ἡ δὲ περὶ τὰ πρακτὰ καὶ πολιτικὰ καλεῖται διάνοια, καθ’ ἣν τὸ φρονεῖν καὶ νοῦς πρακτικὸς καὶ τέχνη καὶ φρόνησις, ὥσπερ καὶ ἐπὶ τοῦ θεωρητικοῦ ἤτοι θεωρητικὸς νοῦς καὶ ἐπιστήμη ἢ διάνοια καθ’ ἣν αἱ ἐπιστῆμαι· καλοῦσι γὰρ πολλάκις καὶ τὴν μετὰ τοῦ συλλογισμοῦ περὶ τὰ νοητὰ τῆς ψυχῆς ἐνέργειαν θεωρίαν καὶ τὴν τοιαύτην δύναμιν θεωρητικὸν νοῦν. διαφέρει δὲ ὁ πρακτικὸς νοῦς τοῦ θεωρητικοῦ μόνῳ τῷ τέλει· τοῦ μὲν γὰρ ἀλήθεια, τοῦ θεωρητικοῦ, τοῦ δὲ τὸ ἀγαθόν, τοῦ πρακτικοῦ, τέλος · πρὸς γὰρ τὸ τῶν πολιτῶν χρήσιμον καὶ τέχνας καὶ τὰ ἄλλα πρακτὰ συλλογίζεται. διαφέρει δὲ κοινῶς καὶ τοῦ ἐνεργείᾳ νοῦ πᾶς ὁ δυνάμει νοῦς τῇ ὁδῷ. ὁ μὲν γὰρ δυνάμει νοῦς αὐτὸ τοῦτο ὃ λέγεται καὶ ποιεῖ · διανύει γὰρ ἐν τῇ θεωρίᾳ ὁδόν τινα ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα· ὁ δὲ ἐνεργείᾳ νοῦς ἀεὶ ἕστηκεν ἄνευ τοῦ συλλογισμοῦ θεωρῶν. τοσαῦται καὶ αἱ γνωστικαὶ καὶ αἱ κριτικαὶ τῆς ψυχῆς δυνάμεις, καὶ οὐ πλείονες, νοῦς, διάνοια, δόξα, φαν- τασία καὶ αἴσθησις. διανενέμηνται δὲ ταῦτα τοῖς παλαιοῖς κατὰ τὸν ἐγκέφαλον οὕτω· κτὰ μὲν οὖν τὰς ἐμπροσθίους δύο κοιλίας αὐτοῦ τὸ φανταστικὸν ἐν ἀνθρώποις ἱδρῦσθαι λέγουσι, κατὰ δὲ τὴν μέσην τὸ διανοητικὸν καὶ δοξαστικόν, κατὰ δὲ τὴν ὀπίσθιον, ἣν καὶ ἐπικρανίδα καὶ παρεγκεφαλίδα καλοῦσί τινες, τὸ μνημονευτικόν, γνωστικῶν ἐνεργημάτων οἱονεὶ ταμεῖον καθεστηκός· ἃ γὰρ ἄν ἐκ τῆς αἰσθήσεως ἡ φαντασία λάβῃ καὶ κατάσχῃ παρ’ ἑαυτῇ, ταῦθ’ ἡ μνήμη διαδεξαμένη θησαυρίζει παρ’ ἑαυτῇ μενήμη τις οὖσα· ὅθεν κἀκεῖνα μνημονευτά, ἃ καὶ φανταστά. ἐπεὶ δὲ συνέζευκται τῇ διανοίᾳ ἡ φαντασία, καὶ οὐδεμία διανόησις φαντασίας ἐκτὸς διὰ τὸ προηγεῖσθαι πανταχοῦ τὴν αἴσθησιν ἐν τῷ κατ’ αἴσθησιν τῷδε βίῳ, εἴη ἄν ἡ μνήμη μονή τις καὶ δια- νοημάτων καὶ δοξασμάτων καὶ κοινὸν ὥσπερ δοχεῖον ἐνεργημάτων γνωστικῶν, οὐκ αὐτῶν ἐκείνων κατ’ οὐσίαν, ἀλλὰ τῶν τύπων αὐτῶν. καὶ ἐν μὲν τοῖς ἀνθρώποις οὕτω ταῦτα συντέτακται· ἐν δὲ τοῖς ἄλλοις ζώοις δόξης ἐστερημένοις καὶ διανοίας λείπεται πληροῦν καθ’ ὅλον τὸν ἐγκέφαλον τὸ φανταστικὸν καὶ μνημονευτικόν. Ἐπεὶ δὲ περὶ αἰσθήσεως ἐν τοῖς προλαβοῦσι διεληλύθαμεν τί ἐστι καὶ κοινῶς καὶ κατὰ μέρη, καὶ οἷστισι τῶν ἄλλων κεχώρισται, κατὰ τὰ αὐτὰ καὶ περὶ τῶν ὑπολοίπων ἐν τοῖς ἑξῆς θεωρήσωμεν· καὶ πρῶτον περὶ φαντασίας. καίτοι γε τοῦτο ἤδη καὶ αὐτόθεν οἶμαι δῆλον τῷ μὴ παρέργως τῆς διαιρέσεως ἐπαίοντι ὅ τί τε ἕκαστον καὶ οἷστισιν ἀλλήλων κοινωνοῦσι καὶ διαφέρουσι· τῆς ἀκριβείας γοῦν τῆς ἐπιστημονικῆς χάριν τὰ ἑπόμενα προστεθήσονται. ὅτι μὲν οὖν ἑτέρα φαντασία αἰσθήσεως ἀνωτέρω διώριστο· οὐδὲν δ’ ἧττον καὶ νῦν δηλωθήσεται. εἰ δή ἐστιν ἡ φαντασία, καθ’ ἣν φάντασμά τι ἡμῖν γίνεται, καὶ μὴ εἴ τι κατὰ μεταφορὰν λέγομεν, μία τίς ἐστι τούτων δύναμις ἢ ἕξις, καθ’ ἣν κρίνομεν καὶ ἀληθεύομεν ἢ ψευδόμεθα. τοιαῦτα δέ ἐστιν αἴσθησις, δόξα, ἐπιστήμη, νοῦς. ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις δῆλον ἐκ τῶνδε. αἴσθησις μὲν γὰρ πᾶσα ἤτοι δύναμις ἢ ἐνέργεια, οἷον ὄψις καὶ ὅρασις, φαίνεται δέ τι καὶ μηδετέρου τούτων ὑπάρχοντος, οἷα τὰ ἐν τοῖς ὕπνοις· τὰ γὰρ ἐν τοῖς ὀνείρασι χρώματα οὔτε τῆς δυνάμεως οὔτε τῆς ἐνεργείας ὁράματα ὄψεως, ἀλλὰ μόνης φαντασίας. ἔτι αἴσθησις μὲν ἡ κατὰ δύναμιν ἀεὶ πάρεστι τοῖς ζώοις, φαν- τασία δ’ οὔ. ἕτερον δὲ καὶ τῆς ἐνεργείας· εἰ δ’ οὖν, πᾶσιν ἂν ἐνδέχοιτο τοῖς θηρίοις φαντασίαν ὑπάρχειν· δοκεῖ δ’ οὕ. ἔπειτα οὐδὲ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς περὶ τὸ αἰσθητόν, ὅτι φαίνεται τοῦτο ἡμῖν ἄνθρωπος· ἀλλὰ μᾶλλον ὅταν μὴ ἐναργῶς αἰσθανώμεθα, τότε ἢ ἀληθὴς ἢ ψευδής· καὶ ὅπερ δὴ ἐλέγομεν πρότερον, φαίνεται καὶ μύουσιν ὁράματα. ἀλλὰ μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευόντων οὐδεμία ἔσται, οἷον ἐπιστήμη ἢ νοῦς· ἔστι γὰρ φαν- τασία καὶ ψευδής. λείπεται ἄρα ἰδεῖν εἰ τῇ δόξῃ ταὐτόν· γίνεται γὰρ δόξα καὶ ἀληθὴς καὶ ψευδής. ·ὅτι δὲ ἑτέρα, γνοίη ἄν τις ἐντεῦθεν· τοῦτο μὲν γὰρ τὸ πάθος τὸ τῆς φαντασίας ἐφ’ ἡμῖν ἐστιν, ὅταν βουλώμεθα πρὸ ὀμμάτων γὰρ ἔστι τι ποιήσασθαι, ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καὶ εἰδω- λοποιοῦντες· καὶ γὰρ ἀναμνησθῆναί τινος θέλοντες κινοῦμεν τοὺς τύπους, οὓς ἐκ τῆς αἰσθήσεως εἰλήφαμεν), δοξάζειν δὲ οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἐν τοῖς πράγμασιν· ἀνάγκη γὰρ ἢ ψεύδεσθαι ἢ ἀληθεύειν. οὐ γὰρ εἰ θελήσαιμι δοξάσαι ὅτι μείζων μεγέθει ὁ μύρμηξ τοῦ λέοντος, δύναμαι ἄν ποτε τοῦτο δοξάσαι· φαντασίαν μέντοι τοιαύτην ἀναπλάσαι δυνατόν. ἀλλ’ οὐδὲ ἐπ’ ἐμοὶ τὸ συγκαταθέσθαι ὅτι τὰ δὶς δύο τέσσαρά ἐστιν· ἦν γὰρ ἂν καὶ τὸ μὴ συγκαταθέσθαι· νῦν δὲ βιά- ζεται τὸ φαινόμενον ἀληθὲς τὴν καταδοχήν, οἱ δὲ ἐν ταῖς ψευδοδοξίαις ψέγονται ὅτι τὴν ἀρχὴν ἠμέλησαν ἑαυτῶν. ἔτι δὲ ὅταν μὲν δοξάσωμεν δεινόν τι ἢ φοβερόν, εὐθὺς συμπάσχομεν, ὁμοίως δὲ καὶ ἐὰν ᾖ θαρραλέον· κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως ἔχομεν ὥσπερ ἄν εἰ θεώμενοι ἐν γραφῇ τὰ δεινὰ ἢ θαρραλέα· τὸ γὰρ θαρρεῖν ἢ δειλιᾶν καὶ τὰ τῶν ζώων ἄλογα οὐ μόνον τῆς ἐν αὐτοῖς φαντασίας τὸ πάθημα, ἀλλὰ διὰ τὴν ἐν ταύτῃ τοῦ ἡδέος συναίσθησιν καὶ συγκατάθεσιν ἢ λυπηροῦ. ἔτι δόξῃ μὲν ἕπεται πί.στις οὐκ ἐνδέχεται γὰρ οἷς δοκεῖ δοξάζοντα μὴ πιστεύειν), τῶν δὲ θηρίων οὐδενὶ ὑπάρχει πίστις, φαντασία δὲ ἐν πολλοῖς. ἔτι πίστει μὲν ἀκολουθεῖ τὸ πεπεῖσθαι, τῷ δὲ πειθώ, πειθοῖ δὲ λόγος· τῶν δὲ θηρίων ἐνίοις μὲν φαντασία ὑπάρχει, λόγος δὲ οὔ. τοῖς αὐτοῖς δὲ τούτοις καὶ διανοίας ἡ φαντασία καὶ νοῦ δια- κριθήσεται, δι’ ἃ καὶ τῆς δόξης. μήποτε δὲ ἀπὸ συμπλοκῆς αἰσθήσεως καὶ δόξης ἡ φαντασία τὴν γένεσιν ἔχει, ἐπεὶ μηδενὶ ταὐτίζεται τῶν ἁπλῶν. οὐκ ἔστι δέ· εἰ γὰρ συμπλοκὴ δόξης καὶ αἰσθήσεως, ἀνάγκη δήπου περὶ ἓν εἶναι καὶ τὸ αὐτὸ τήν τε αἴσθησιν καὶ τὴν δόξαν, ἐξ ὧν συμπλεκομένων ἡ φαντασία γίνεται, καὶ μὴ ἄλλου μὲν εἶναι δόξαν ἄλλου δὲ αἴσθησιν· οἷον εἰ τοῦ λευκοῦ εἴη φαντασία, δεῖ δηλονότι τὴν δόξαν καὶ τὴν αἴσθησιν, ἐξ ὧν ἡ φαντασία τοῦ λευκοῦ γέγονε, περὶ ἓν καὶ τὸ αὐτὸ <τὸ> λευκὸν ἐνεργῆσαι. οὐ γὰρ εἰ ἡ ἑτέρα μὲν εἴη τοῦ λευκοῦ, οἷον ἡ αἴσθησις, ἡ ἑτέρα δὲ ἑτέρου τινός, οἷον τοῦ γλυκέος, ἡ δόξα ἐκ τῆς τοῦ λευκοῦ αἰσθήσεως καὶ τῆς δόξης τοῦ γλυκέος συμπλεκομένων γένοιτο ἄν λευκοῦ φαντασία· πῶς γὰρ ἄν ἡ τοῦ γλυκέος δόξα εἰς γένεσιν τῆς τοῦ λευκοῦ φαντασίας συνοίσει; δεῖ οὖν ἑνὸς εἶναι καὶ τοῦ αὐτοῦ τήν τε αἴσθησιν καὶ τὴν δόξαν, ἐξ ὧν ἡ φαντασία γενή- σεται. εἰ δὲ τοῦτο, ἐπείπερ τῷ γεωμέτρῃ αἰσθήσει μὲν ποδιαῖος ὁ ἥλιος φαίνεται, δοξάζεται δὲ εἶναι μείζων τῆς οἰκουμένης, εἴπερ ἡ φαντασία ἀπὸ δόξης πέπλεκται καὶ αἰσθήσεως, τὰ ἐναντία συμβήσεται. αἰσθόμενος γὰρ αὐτοῦ ποδιαίου καὶ φαντάσεται ἄρα ὅτι ποδιαῖός ἐστιν· ἀλλὰ μὴν [ὅτι] καὶ πάσης τῆς οἰκουμένης τὸν αὐτὸν φαντασθήσεται διὰ τὸ δοξάζειν οὕτως. ἅμα ἄρα ἀληθῶς καὶ ψευδῶς δοξάζει καὶ φαντάζεται, ὅπερ ἀδύνατον. ἢ οὖν ἡ αὐτὴ μένουσα δόξα πείσεται τὰ ἐναντία, ἢ εἰ μὴ τοῦτο ἐγχωρεῖ, ἀνάγκη ὁπηνίκα φαντάζηται ποδιαῖον τὸν ἥλιον, ἀποβαλεῖν τὴν προτέραν δόξαν ἣν εἶχεν ἀληθῆ περὶ αὐτοῦ καὶ ἑτέραν μεταλαβεῖν ψευδῆ. ἀλλ’ εἰ μετέβαλε τὴν προτέραν δόξαν, ἀνάγκη πᾶσα, ἢ τοῦ πράγματος μεταβαλόντος αὐτοῦ τοῦ ἡλίου, ἢ αὐτοῦ μεταπεισθέντος ἢ ἐπιλαθομένου τοῦτο συμβέβηκεν· ἀλλὰ μὴν οὔτε τὸ πρᾶγμα μετέβαλεν οὔτε μετεπείσθη οὔτ’ ἐπελάθετο· οὐκ ἄρα οὐδὲ τὴν δόξαν μετεβαλεν. εἰ δὲ μὴ τοῦτο, πέπεισται δὲ ὅτι πολλαπλασίων τῆς γῆς, φαντάζεται δὲ καὶ ὅτι ποδιαῖος, ἀνάγκη ἄρα ἐν τῷ αὐτῷ καὶ ψευδῆ καὶ ἀληθῆ αὐτόν, ὥσπερ εἴρηται, δοξάζειν. οὐκ ἄρα συμπλοκὴ δόξης καὶ αἰσθήσεως ἡ φαντασία. Τί οὖν ἐστιν, εἴπερ μὴ ἕν τι τούτων μήτ’ ἐκ τούτων; εἰ μὲν οὖν ἀδύνατον ἦν τὸ κινούμενον ὑφ’ ἑτέρου καὶ αὐτὸ κινεῖν ἕτερον, ἄδηλον <ἂν> ὅ τί ποτε οὖσα τυγχάνει ἡ φαντασία. ἐπεὶ δ’ ἐνδέχεται κινεῖ γὰρ ἡ ψυχὴ τὴν φύσιν καὶ αὕτη τὴν χεῖρα, ἡ δὲ τὴν βακτηρίαν καὶ αὕτη τὴν θύραν κἀκείνη ἴσως ἄλλο τι), ἡ δὲ φαντασία γοῦν κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίνεσθαι ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησις, εἴη ἂν αὕτη κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινομένη. φανερὸν οὖν ὡς οὐκ ἄλλοις ὑπάρχει ἢ οἷς καὶ αἴσθησις· ἀδύνατον γὰρ ὧν μηδέποτε αἴσθησιν ἐλάβομεν φαντασθῆναι· οἱ γοῦν ἐκ γενετῆς τυφλοὶ χρωμάτων οὐκ ἄν ποτε λάβοιεν φαντασίαν, καὶ τὰς. περὶ τῶν νοητῶν φαντασίας ἐκ χρωμάτων καὶ σχημάτων συντέθεικεν ἡ διάνοια ὧν αἰσθήσει κατέλαβε. δέδωκε δὲ τοῖς ζώοις ταύτην ἡ φύσις, ἵνα κατ’ αὐτὴν πολλὰ καὶ ποιήσῃ καὶ πάθῃ· καὶ γὰρ ὁρμῆς καὶ φόβου καὶ ἔρωτος αἴτιον αὐτοῖς ἡ φαντασία ποιητικόν. καὶ τὰ μὲν ἄλογα πάντα κατ’ αὐτὴν πράττει ἅτε νοῦν μὴ ἔχοντα μηδέ τι αὐτῆς τελειότερον· πολλάκις γοῦν ἐν γραφαῖς τεθεαμένα τι ἐπῆλθον· τὰ δὲ λογικὰ νοῦ μετέχοντα οὐ πάντα κατὰ φαντασίαν ποιεῖ. ὅμως μέντοι ὁ ἄνθρωπος ὧν ποιεῖ τὰ πλεῖστα κατὰ φαντασίαν ποιεῖ, καὶ μάλιστα ὅταν ἐπικαλύπτηται τὸν νοῦν πάθει, οἷον νόσῳ ἢ ὕπνῳ. καὶ ἀγαπητὸν κἀν πρὸς βραχὺ ταύτης ἀπαλλαγῆναι τῷ εἰς ἄκρον φιλοσοφίας ἐληλακότι· ὅθεν καὶ ἐν τῷ Φαίδωνι τὸ ἔσχατον τῶν ἀπὸ τοῦ σώματος συμβαινόντων ἡμῖν κακῶν τὴν φαντασίαν ὁ Πλατῶν ἐτίθετο, ἐπειδὴ καὶ μετὰ τὸ σχολάσαι ἄν τὴν ψυχὴν ἀπὸ τῶν τοῦ σώματος φροντίδων αὕτη παρενοχλοῦσα οὐκ ἐᾷ καθαρὰς τὰς νοήσεις ποιεῖσθαι. καὶ δὴ ὅταν ἀπὸ τοῦ λόγου τὰς ἀρχὰς ἔχῃ, κἀκείνῳ συνεργοῦσα τὰ ἐκεῖθεν ἀμερῶς νοούμενα μορφοῦσα καὶ σχηματίζουσα μεριστὰ ποιεῖ καὶ διαστατά, τοῦ νοῦ ἀμερίστως νοοῦντος τὰ μεριστὰ καὶ τὰ ἐσχηματισμένα ἀσχηματίστως. ὁ μὲν γὰρ πρακτι- κὸς νοῦς, καίτοι περὶ μερικὰ βουλευόμενος, λέγει τυχὸν ὅτι δεῖ εἰς τὸ Βυζάντιον ἀπελθεῖν, καὶ ἄνευ φαντασίας τὴν ἐν λόγῳ θεωρουμένην πόλιν ἐνόησεν· ἡ δὲ φαντασία εὐθὺς ἀνέπλασε καὶ σχῆμα καὶ τύπον. ἐπὶ δὲ τοῦ θεωρητικοῦ ὁ μὲν νοῦς ἀπλῶς τὸν εἰδητικὸν τοῦ κύκλου λόγον θεωρεῖ ὅτι ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, ἔχον τὰς ἀπὸ τοῦ κέντρου ἴσας· ἡ δὲ φαντασία εὐθὺς ἐσχημάτισε καὶ ποσόν τινα κύκλον ἐνόησεν. ὅθεν τὸ μὲν νόημα τοῦ νοῦ διὰ τὸ ἀσχημάτιστον καὶ ἀμόρφωτον κατὰ τὸν ἐξῃρημένον τῆς ἰδέας τοῦ κύκλου λόγον γενόμενον παντὶ κύκλῳ ἐφαρμόσαι δύναται· τὸ μέντοι φάντασμα τὸ γενόμενον τοῦ κύκλου οὐκέτι παντὶ δυνατὸν ἐφαρμόσαι· πάντως γὰρ μετά τινος ποσοῦ μεγέθους γέγονεν, ὃ οὐχ οἷόν τε παντὶ κύκλῳ ἐφαρμόσαι. ἡ μὲν οὖν τῷ λόγῳ συνεργοῦσα φαντασία, ἅτε δὴ. χείρων οὖσα τοῦ λόγου, τὰ ὑπ’ ἐκείνου, ὅπερ εἶπον, ἀπαθῶς καὶ ἀμερῶς νοούμενα καὶ μερίζει καὶ μετὰ τύπων καὶ μορφῶν νοεῖ· διὸ καὶ ἐπιθολοῖ τὸν νοῦν, καθαρὰς αὐτοῦ τὰς ἐνερ- γείας γενέσθαι μὴ συγχωροῦσα. ἡ δὲ ἄλογος φαντασία, φημὶ δὴ ἡ τῇ αἰσθήσει συνεργοῦσα καὶ παρ’ αὐτῆς τὰς ἀρχὰς τῆς οἰκείας ἐνεργείας δεχομένη, ἐπειδὴ κρείττων ἐστὶ τῆς αἰσθήσεως, τὰ ἐκείνῃ μεριστῶς γνωσθέντα καὶ παθητῶς ἀμερῶς φαντάζεται αὕτη καὶ ἀπαθῶς. ἔστι δὲ καὶ ψευδὴς καὶ ἀληθὴς φαν- τασία· ἐπεὶ γὰρ κίνησιν αὐτὴν αἰσθήσεως τῆς κατ’ ἐνέργειαν ὡρισάμεθα, ὡς ἄν ἡ αἴσθησις ἕξοι, οὕτω καὶ ἡ φαντασία. τῆς οὖν αἰσθήσεως ἀληθευούσης μὲν ἐν τοῖς ἰδίοις καὶ σφαλλομένης ἢ οὐδαμῶς ἢ ἐλάχιστον, ψευδομένης δὲ ἐν τοῖς κατὰ συμβεβηκός τε καὶ κοινοῖς, καὶ ἡ φαντασία οὕτως ἕξει· ψεύσεται μὲν ἐν τοῖς ἄλλοις, ἀληθεύσει δὲ ἐν τοῖς ἰδίοις. ὡς γὰρ ἄν τυπωθείη ὑπὸ τῆς αἰσθήσεως, οὕτως ἔχοι. συμβαίνει δὲ ψεύδεσθαι τὴν αἴσθησιν κἀν τοῖς ἰδίοις αἰσθητοῖς διὰ τὴν παρὰ μικρὸν διαφοράν, οἷον ὅταν τὸ πράσινον ἢ τὸ ἁλουργὸν μέλαν ὁρᾶ, ἢ ὅταν δύο ἀγγείων γάλακτος κειμένων καὶ ἐμβληθείσης ἐν τῷ ἑτέρῳ σταγόνος αἵματος ὁμοίως λευκὰ ἀμφότερα ὁρᾷ ἡ ὅρασις, οὐ δυναμένη τὴν παρ’ ἐλάχιστα διαφορὰν διαγνῶναι. καθόλου δὲ ἐν πᾶσι τοῖς αἰσθητοῖς τὸ ἀληθεύειν ἢ ψεύδεσθαι συμβαίνει ἢ παρὰ τὴν ποιὰν σχέσιν τοῦ αἰσθητοῦ πρὸς τὸ αἰσθητήριον, ὡς ἐπὶ τοῦ τραχήλου τῆς μελαίνης περιστερᾶς τῆς ἐν ἡλιακῷ ἑστώσης· ἢ παρὰ τὴν ἀπόστασιν, ὡς ὅταν τὰ εὐθύγραμμα πόρρωθεν κύκλους ὁρῶμεν καὶ τὰ χρώματα μελάντερα, ὥσπερ καὶ τὰ σφαιρικὰ δισκοειδῆ καὶ τὰ μεγάλα μικρά, καὶ ἵστασθαι τὰ κινούμενα, τὸν κύκλον εὐθεῖαν· ἢ παρὰ τὸ μεταξύ, ὡς τὴν καθ’ ὑδάτων κώπην κεκλασμένην ὁρῶμεν καὶ τὰ πυρώδη διὰ καπνοῦ ἢ ὁμίχλης φαινόμενα αἱματώδη δοκεῖ· ἢ παρ’ αὐτὸ τὸ αἰσθητήριον, ὡς ὅταν ἐμφράξεως ἐν τῷ ὀπτικῷ νεύρῳ γινομένης κωνώπια ἔξωθεν δοκῇ ὁρᾶν, ἢ ἐρυθρὰ ἢ ὠχρὰ τὰ ἔξωθεν διὰ τὸν ἐπικείμενον ἐν τῷ ὀπτικῷ μορίῳ χυμὸν τοιοῦτον ὄντα, ἢ ὅταν διπλᾶ δοκῶμεν ὁρᾶν παραστρέψαωτες τὸν ἕτερον τῶν ὀφθαλμῶν τῷ δακτύλῳ. εἰ δὲ καὶ παρὰ φαῦλον τὸ περὶ ὀνομάτων φιλοσοφοῦσι πραγματεύεσθαι, ἡμεῖς γε ἀλλ’ ὅσον καὶ κατὰ πάρεργον περὶ τῆς παραγωγῆς τοῦ τῆς φαντασίας ὀνόματος εἴπωμεν. ἐπεὶ γὰρ γένεσις μὲν φαντασίας αἴσθησις, τιμιωτάτη δὲ αἰσθήσεων ὅρασις, φωτὸς δὲ ἀντίληψις ὅρασις, ἀναποδίζων ὁ λόγος παρὰ φωτὸς τὴν φαντασίαν ἐκλάμψαι διισχυρίζεται, 〈ὅτι〉 φαοστασία τις οὖσα καὶ τῶν φανέντων στάσις καὶ ὑπημέμησις. περὶ μὲν οὖν φαντασίας τί ἐστι καὶ διότι ἐστὶν εἰρήσθω ἐπὶ τοσοῦτον. (Ἤ δὲ δόξα καταγίνεται περὶ τὸ καθόλου τὸ πρώτως ἐν τοῖς αἰσθητοῖς, οἷον ὅτι πᾶν λευκὸν διακριτικὸν ὄψεως, πᾶσα χιὼν λευκή. πᾶς ἄνθρωπος δίπους· ἡ αὐτὴ δὲ καὶ ἀναγκαία καὶ ἄμεσος πρότασις καὶ ἀναπόδεικτος. ἔτι γε μὴν καὶ τὰ τῶν διανοητῶν σύμπαντα τὰ ἄνευ λόγου δόξης ἐστίν. ὅτι μὲν γὰρ ἡ ψυχὴ ἀθάνατος ὁ δοξάζων οἶδε, διότι δ’ οὔ ἑτέρῳ γὰρ παρῆκε τῷ ἐπιστήμονι)· καὶ διανοίας τοῦτό γε. καὶ ὅσοις τῶν συλλογισμῶν τὰ συμπε- ράσματα μὴ διὰ μέσου ἀναγκαίου συνάγεται, αἵ τε προτάσεις ἔνδοξοι καὶ τὸ συμπέρασμα, οἷον ὁ ἄνθρωπος γελαστικὸν ἢ χερσὶ χρώμενον, τὸ δὲ τοιοῦτον ζῶον, ὁ ἄνθρωπος ἄρα ζῶον. τάς τε προτάσεις πάσας τῆς ἐνδεχομένης ὕλης δόξης θείη ἄν τις, οὐκ ἐπιστήμης. ἡ μὲν οὖν φαντασία καὶ ἡ αἴσθησις ὥσπερ λέγονται μερικαὶ γνώσεις, οὕτω καὶ εἰσὶ καὶ καθ’ ὅρους μόνον βεβήκασι καὶ ἄνευ συνθέσεως ἐν ἑνὶ τῷ ὑποκειμένῳ ἱστάμεναι· καθόλου δὲ καὶ ἐν συνθέσει κατηγορουμένου καὶ ὑποκειμένου ἡ δόξα. καὶ περαιτέρω γε μὴν προτά- σεως οὐ πρόεισι· διανοίας δὲ οἱ συλλογισμοὶ καὶ αἱ διεξοδικαὶ τῶν λόγων συνθέσεις. ἔστι μὲν οὖν δόξα ἡ τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἄνευ λόγου καὶ καθόλου γνῶσις ἐν πρώτῃ συνθέσει, καὶ ἡ τῶν ἐνδεχομένων καὶ ἄλλοτε ἄλλως ἔχειν καὶ μετὰ λόγου καὶ ἄνευ λόγου γνῶσις. διάνοια δέ ἐστιν ἡ λογικὴ τῆς ψυχῆς ἀνέλιξις, καὶ ἡ ἀπ’ ἄλλου ἐπ’ ἄλλο τῶν νοητῶν καθόλου γνωστικὴ καὶ κριτικὴ τῆς ψυχῆς μετάβασις καὶ ἐνέργεια μετὰ συνθέσεως καὶ διαιρέσεως, καὶ ἡ ἀπὸ τῶν προτέρων ἐπὶ τὰ δεύτερα πρόοδος καὶ ἡ συναφὴ τῶν ἄκρων καὶ ὅπως πρὸς ἄλληλα σχέσεως ἔχουσι, διὰ τῆς παρενθήκης τῶν μέσων φανέρωσις καὶ ἀπόδειξις. ταύτῃ γὰρ τάς τε τῶν ὄντων γνωρίζομεν κοινωνίας καὶ ἑτερό- τητας καὶ τὰς κρίσεις καὶ ζητήσεις ποιούμεθα καὶ τὸ ἀληθὲς ἢ μὴ θηρώμεθα· οὐδὲν γὰρ ἕτερόν ἐστι διάνοια ἢ συλλογισμός. αὕτη ἢ περὶ τῶν ἀιδίων πραγμα- τεύεται αἰτιολογοῦσα, καὶ ἔστι τοῦτο ἐπιστήμη καὶ θεωρία ἀναγκαίας καὶ ἀληθεῖς τὰς προτάσεις λαμβάνουσα, καὶ τὰς μὲν δεομένας ἀποδείξεων, οἷον ὅτι τὸ σημεῖον ἀμερές, παρ’ ἑαυτῆς εἰς γένεσιν ἐπιστήμης εἰσφέρουσα, τὰς δὲ αὐτο- πίστους, οἷον ὅτι ὁ θεὸς ἀγαθὸς καὶ τὰ ὅμοια, παρὰ τοῦ νοῦ· ἢ περὶ τῶν τρεπτὰ ἐχόντων τὰ ὑποκείμενα, καὶ ποιεῖ τὰς τέχνας· ἢ περὶ τὰ ἀνθρώπινα καὶ πολιτικά, τὸ ἐν τούτοις ζητοῦσα καλὸν καὶ τοῦ συμφέροντος προμηθουμένη, καὶ ποιεῖ τὴν φρόνησιν. ἔστι δὲ καὶ ἐπιστήμη μὲν γνῶσις μετ’ αἰτίας τῶν καθόλου καὶ ἀεὶ κατὰ ταὐτὰ ὄντων, τέχνη δὲ γνῶσις μετὰ λόγου τῶν τρεπτὰ ἐχόντων τὰ ὑποκείμενα ἢ ἕξις ὁδῷ βαδίζουσα μετὰ φαντασίας, φρόνησις δὲ ἕξις μετὰ ὀρθοῦ λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπινα ἀγαθὰ ἢ κακά, περὶ ὧν καὶ τὸ βουλεύεσθαί ἐστι. πεῖρα γὰρ γνῶσις πράγματος ἑνὸς ἄλογος, ἐμπειρία δὲ γνῶσις πλειόνων ἄνευ τῆς αἰτίας ἢ μνήμη καὶ τήρησις ἄλογος τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων. γένεσις δὲ ἐπιστήμης μὲν νοῦς καὶ διάνοια, τέχνης δὲ δόξα λογικὴ καὶ διάνοια, πείρας δὲ αἴσθησις, ἐμπειρίας δὲ αὕτη τε καὶ φαντασία καὶ ἄλογος δόξα, φρονήσεως δὲ φύσις εὖ ἔχουσα καὶ διάνοια μετὰ πολυπειρίας καὶ ἱστορίας καὶ τῆς τῶν αὐτῶν πολλάκις εἰς τἀναντία πραγμάτων μεταβολῆς κοινωνία καὶ θεωρία. καὶ ἔοικεν ἡ διάνοια ὥσπερ ὑφάντῃ ἀποτε- λοῦντι τὸ ὕφασμα, ὡς ἂν ἡ κρόκη καὶ ὁ στήμων αὐτῷ χορηγήσαιεν, καὶ ἔστι διὰ ταῦτα καὶ ἀληθὴς καὶ ψευδής. εἰ μὲν γὰρ παρὰ τοῦ νοῦ τὰς προτάσεις λαμβάνοι, τὸν ἐπιστημονικὸν ποιεῖ συλλογισμόν· εἰ δὲ παρὰ τῆς δόξης, τὸν διαλεκτικόν· εἰ δὲ παρὰ τῆς φαντασίας καὶ αἰσθήσεως, τὸν σοφιστικόν. κατὰ ταὐτὰ δὲ ἐπαμφοτερίζει καὶ δόξα καὶ φαντασία. ἀεὶ δὲ ἀληθὴς νοῦς καὶ ἐπιστήμη, καὶ ἡ τῶν ἰδίων αἴσθησις καὶ τέχνη τῷ λόγῳ καὶ φρόνησις. πέντε δ’ οὐσῶν δυνάμεων γνωστικῶν, ἁπλαῖ μὲν νοῦς, φαντασία καὶ αἴσθησις, σύνθετοι δὲ μέχρι μὲν προτάσεως δόξα, ἡ δὲ περαιτέρω διάνοια. νοῦς μὲν γὰρ καὶ αἴσθησις, τὸ ἀκρότατον καὶ τὸ ἔσχατον, ἁπλῆν ποιοῦνται τὴν γνῶσιν καὶ τὴν ἐνέργειαν καὶ ἄχρονον καὶ κρείττω λόγου. ἥ τε γὰρ αἴσθησις ἀχρόνως ἐπι- βάλλει τοῖς αἰσθητοῖς καὶ ἀπλῶς οὐ δεῖται τοῦ διδάξοντος ἐν τοῖς ἰδίοις ἑκάστῃ, ὅτι τόδε ἐστὶ τὸ προσπεσόν, ἀλλ’ ἅμα τε προσέβαλε καὶ ἅμα ᾔσθετο τοῦ ἀληθοῦς, οἷον ἡ ὄψις ἀθρόως λευκῷ ὁμιλήσασα εὐθὺς ἐπέγνω αὐτὸ ἄνευ ἀπάτης ἀσυλλογίστως καὶ ἔτι οὐ πραγματεύεται. κατὰ τὰ αὐτὰ οὖν καὶ ὁ νοῦς τήν τε τῶν ὅρων ποιεῖται λῆψιν καὶ τῶν κοινῶν ἐννοιῶν, οἷον ὅτι τόδε ζῶον ἢ ἄνθρωπος ἢ οὐσία καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. νοῦ γὰρ εὕρεμα οἱ ὅροι καὶ αἱ ἁπλαῖ φωναὶ αἱ δέκα κατηγορίαι, ὅθεν καὶ τὰ πολλὰ ὁ νοῦς οὐ συντίθησι διανοίας γὰρ τοῦτό γε ἢ δόξης), ἢ μόνον ἐν τοῖς κοινοῖς ἀξιώμασιν. ἔτι ὥσπερ ἡ αἴσθησις τῶν ἰδίων ἀεὶ ἀληθής, ψεύδεται δὲ ἐν τοῖς συμβεβηκόσιν οὐ γὰρ ἄν ποτε ὑγιὴς ὄψις προσβαλοῦσα λευκῷ οὐ γνοίη εὐθὺς αὐτό, ἀλλ’ εἰ τὸ λευκὸν ζῶον ἢ μή, ἢ κινεῖται ἢ ἵσταται), οὕτω καὶ ὁ νοῦς ἀναμάρτητον ποιεῖται τὴν ἀπλῆν τῶν ὅρων θίξιν καὶ τὴν τῶν κοινῶν ἐννοιῶν, καὶ ἀεὶ ἀληθὴς ἐν τούτῳ· τὸ γάρ τοι ψεῦδος ἐν συμπλοκῇ θεωρεῖται. διττὸν τοίνυν τὸ ἀληθές, τό τε ἐν τοῖς ἁπλοῖς θεωρούμενον, ὃ δὴ καὶ ὑποστατικὸν καλεῖται, τὸ ἐν αἰσθήσει καὶ νῷ, καὶ τὸ ἐν συνθέσει; τὸ ἐν συλλογισμῷ καὶ προτάσεσιν, ᾧ δὴ καὶ τὸ ψεῦδος ἀντίκειται. ἐὰν γὰρ μὴ δεόντως συντιθῆται ἢ ἀποδιίστηται ἄλλο ἀπ’ ἄλλου, ὃ δὴ διανοίας καὶ δόξης ἔργον ὡμολογήσαμεν, ψεύδεται. διαφέρει δὲ νοῦς καὶ αἴσθησις καὶ ἐν τούτῳ, ὡς ὁ μὲν τῶν καθόλου, ἡ δὲ τοῦ μερικοῦ ἀντιλαμβάνεται, καὶ τοῦ μὲν ἀίδιον, τῆς δὲ φθαρτὸν τὸ ὑποκείμενον. ἔτι ἡ διάνοια καὶ δυνάμει νοῦς ὀνομάζεται. ἀνάγεται γὰρ πρὸς ἅπερ ὁ νοῦς ἁπλαῖς ἐπιβάλλει νοήσεσι διὰ πολυπραγμοσύνης τε καὶ ζητήσεως καὶ συνεπαίρεται τῷ ἐνεργείᾳ νῷ, καταγίνεται δὲ περὶ τὰ διανοητὰ εἴτ’ οὖν τοὺς καθόλου τῶν πραγμάτων λόγους, ὥσπερ ὁ νοῦς περὶ τὰ νοητά, καὶ μέσην ἔχει τάξιν τῶν τε πρώτων καὶ τῶν τελευταίων τῆς ψυχῆς γνωστικῶν δυνάμεων. ᾗ δὴ καὶ μάλιστα συγγενής ἐστι τῇ ἡμετέρᾳ ψυχῇ, ἐπειδὴ καὶ αὕτη· τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει (μέση γάρ ἐστι τῆς τε ἀμερίστου καὶ μεριστῆς καὶ ταύτῃ ἡ ψυχὴ ὁδηγῷ χρῆται πρὸς τὴν τῶν νοητῶν θεωρίαν· τοῦτο γὰρ δὴ τῆς ψυχῆς ἡ τελείωσις. διὰ γὰρ τὸν συνεθισμὸν τῶν αἰσθητῶν, ἐπειδὴ σύντροφος αὐτοῖς ἀδυνατεῖ πρὸς τὴν τῶν καλλίστων καὶ νοητῶν θεωρίαν νομίζει γὰρ κἀκεῖ σώματα εἶναι καὶ σχῆμα καὶ μέγεθος), καὶ περὶ τοῦ θείου δὴ τὰ αὐτὰ φαντάζεται. ὅθεν δεῖ αὐτὴν ἐπὶ τὴν αὑτῆς ὁδεύουσαν τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων ταῦτα δὲ τὰ διανοητά, οἵα αὐτή τε καὶ ἡ περὶ αὐτῆς θεωρία, ἔτι τε τὰ μαθήματα, ἃ τὴν οὐσίαν ἄυλον ἔχει, εἰ καὶ μὴ τὴν ὕπαρξιν), ἵν’ ἐν τούτοις συνεθισθεῖσα ἐνεργεῖν ἀύλως ὁδῷ προελθοῦσα καὶ ἐπὶ τὰ παντελῶς χωριστὰ τῆς ὕλης, λέγω δὴ τὰ θεῖα, χωρήσῃ. εἰ δέ ποτε ἡ διάνοια καὶ περὶ τῶν νοητῶν συλλογίζοιτο, ἀλλ’ οὐ καθ’ αὑτήν, τῷ δὲ νῷ συμπλακεῖσα, ὥσπερ καὶ ἐπὶ τῶν αἰσθητῶν συμπλακεῖσα τῇ φαντασίᾳ. ἐπεὶ δὲ φθάνομεν εἰπόντες τὴν δόξαν εἰδέναι τὰ τῶν διανοητῶν σύμπαντα ἄνευ λόγου καὶ τὸ καθόλου ἐν τοῖς αἰσθη- τοῖς, πόθεν ἡ γνῶσις τούτου τῇ δόξῃ, εἴπερ μὴ ὑπὸ διανοίας; εἰ γὰρ αὕτη περὶ τὰ αἰσθητά, σχολῇ γ’ ἄν ἢ αἰσθήσει τοῦτο ἢ φαντασίᾳ ληπτόν, ἀτόμων οὔσαις καὶ μερικῶν γνωστικαῖς. ἢ οὐκ ἄτοπον προχείρως καὶ διανοίᾳ τοῦτο θηρᾶσθαι λέγειν· ὃ γὰρ ἐφ’ ἑνὸς τῶν ὁμοουσίων καὶ δύο καὶ τριῶν, καὶ ἐπὶ πάντων θείη ἄν τις, εἰ καὶ μὴ ἀεί. τὸ δὲ ἀληθὲς ὅτι ἡ λογικὴ ψυχὴ τοὺς λόγους τῶν πραγμάτων συνουσιωμένους ἔχει παρ’ ἑαυτῇ, τῷ καταδεδυκέναι δὲ ἐν τῇ ὕλῃ κατεχώσθησαν ὡς ὁ ἐν τῇ τέφρᾳ κρυπτόμενος σπινθήρ. ὥσπερ οὖν ὅταν τις μικρὸν τὴν τέφραν διορύξῃ, ὁ σπινθὴρ εὐθὺς ἀναλάμπει, καὶ οὐχ ὁ διορύξας τὸν σπινθῆρα ἐποίησεν, ἀλλὰ μόνον τὰ ἐμποδίζοντα ἔπαυσεν, οὕτω τοι καὶ ἡ δόξα ἐρεθιζομένη ὑπὸ τῆς αἰσθήσεως προβάλλει τοὺς λόγους τῶν ὄντων. καὶ τοὺς διδασκάλους οὔ φασι τὴν γνῶσιν ἡμῖν ἐντιθέναι, ἀλλὰ τὴν οὖσαν καὶ οἷον κρυπτομένην ἐκφαίνειν. λαμβάνει μέντοι ἡ διάνοια, ὥς γε εἴρηται, ἀπὸ νοῦ τὰς ἀ·ρχὰς τῶν ἐπιστημῶν· νοῦς γὰρ ἀρχὴ ἐπιστημῶν, ᾗ τοὺς ὅρους γινώσκομεν. ὅροι δὲ αἵ τε κοιναὶ ἔννοιαι καὶ οἱ ἐν συλλογισμοῖς ἁπλοῖ. ὡς γὰρ τὸ ἐπὶ παντὸς εἶναι τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀναπο- δείκτως ἴσμεν, οὕτω καὶ ὅτι τόδε τι ἄνθρωπός ἐστιν ἢ ψυχὴ ἤ τι τοιόνδε. τοσαῦτα καὶ περὶ διανοίας.)

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
