# In Aristotelis Libros De Anima Paraphrasis 4.1

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, Ἀρχὴ τοῦ πρώτου τμήματος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/4.1

Παραδέδοται δὲ καὶ ἄλλη τις δόξα περὶ ψυχῆς πιθανὴ μὲν πολλοῖς καὶ οὐδεμιᾶς ἧττον τῶν λεγομένων, φθάνει δὲ λόγους ὥσπερ εὐθύνας δεδωκυῖα, διὰ τῶν οἰκείων καὶ δεδημευμένων ἐληλεγμένη λόγων τῶν τε πρὸς Εὔδημον ἡμετέρων καὶ τῶν ἐν τῷ Φαίδωνι Πλάτωνος, οὐχ ἧττον δὲ καὶ νῦν εὐθυνθήσεται· ἁρμονίαν γὰρ αὐτήν τινες λέγουσιν. ἐπεὶ γὰρ κρᾶσις τῶν ἐναντίων ἡ ἁρμονία καὶ σύνθεσις καὶ πολυμιγέων καὶ δίχα φρονεόντων ἕνωσις, ἑώρων δὲ καὶ τὸ σῶμα ἐξ ἐναντίω συγκείμενον, ἁρμονίαν τὴν ψυχὴν τοῦ συγκρίματος ὑπετόπασαν. καίτοι ἡ μὲν ἁρμονία ἢ λόγος τις καὶ ποιὰ σχέσις τῶν μιχθέντων πρὸς ἄλληλα, ὡς ἐπὶ χορδῶν φέρε εἰπεῖν τήνδε πρὸς ταύτην τὸν διπλασίονα καὶ ἄλλην πρὸς ἄλλην ἕτερον λόγον ἔχειν, ἢ σύνθεσις λίθων καὶ ξύλων ὑπὸ τέχνης ἡρμοσμένων ἢ φύσεως· πῶς ὅ ἄν τι τούτων εἴη ψυχή, οὐσία οὖσα; ἔτι τὸ κινεῖν οὐκ ἔστιν ἁρμονίας· κατ’ οὐδὲν γὰρ εἶδος κινήσεως ἡ ἁρμονία τὰς χορδὰς κινήσειεν, ἀλλ’ ὁ τεχνίτης ἔξωθεν, αὕτη δ’ ἐπιγίνεται· ψυχὴ δὲ κινεῖ τὸ σῶμα, καὶ τοῦτο μάλιστα πάντες αὐτῇ ὡς εἰπεῖν ἀπονέμουσιν. ἁρμόζει δὲ μᾶλλον καθ’ ὑγείας λέγειν ἁρμονίαν καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν, κάλλους, ἰσχύος, αἰσθήσεως. ἔτι ἡ ἁρμονία τοῖς ἡρμοσμένοις οὐ μάχεται, ἀλλ’ ἕπεται οὕτως, ὡς̣ ἄν ἔχοι τὰ ἡρμοσμένα, ἔχουσα· ψυχὴ δὲ μάχεται σώματι καὶ ἄρχει αὐτοῦ καὶ παρεμποδίζει τὰς ἐπιθυμίας. ἔτι ἁρμονία ἁρμονίας μᾶλλον καὶ ἧττον λέγεται, ψυχῆς δὲ ψυχὴ ὁμοειδὴς μᾶλλον ἢ ἧττον οὐ λέγεται. καὶ ἐρετὴν μὲν καὶ κακίαν ἡ αὐτὴ μεταβαλλομένη δέχεται, οὖσαν τὴν μὲν ἁρμονίαν καὶ συμφωνίαν τῶν ἐν αὐτῇ μερῶν καὶ δυνάμεων, τὴν δὲ ἀναρμοστίαν. ἀπᾴδει γοῦν ἁρμονίαν λέγειν ἁρμονίαν καὶ ἀναρμοστίαν εἰσδέχεσθαι καὶ ποιότητα ὑποκεῖσθαι ποιότησιν. ἔτι φανερώτατα ὁ λόγος ἐλέγχεται, εἴ τις πειραθείη ἀποδιδόναι τὰ πάθη τῆς ψυχῆς τοῖς τῆς ἁρμονίας εἴδεσιν. εἴπερ γὰρ ἡ ὅλη ψυχὴ τῇ ὅλῃ ἁρμονίᾳ ταὐτόν, καὶ τὰ μέρη τοῖς μέρεσι. μέρη δὲ ψυχῆς μὲν τυχὸν θυμός, ἐπιθυμία καὶ τἄλλα, ἁρμονίας δὲ Λύδιον, Φρύγιον καὶ τὰ λοιπά. ποῖα γοῦν ποίοις ἁρμόσαιμεν., πότερον ὁ θυμὸς Λύδιος ἁρμονία ἢ Φρύγιος, καὶ πῶς οὐ γελοῖον; καὶ τὸ λέγειν δὲ τὸν νοῦν διπλασίονα λόγον ἔχειν τῶν κεκραμένων, τὸν ἡμιόλιον δὲ τὴν αἴσθησιν καὶ ἄλλον ἄλλο τῶν ἀτοπωτάτων ἐστίν. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. ἐπεὶ δὲ καὶ διττὸν τὸ τῆς ἁρμονίας, ὡς φθάνομεν διελόμενοι εἰς δύο γὰρ ταῦτα ἀποβλέψαντες λέγομεν κυριώτατα μὲν τὴν σύνθεσιν τῶν μεγεθῶν, οὐ τῶν μαθηματικῶν δέ, ἀλλὰ τῶν ἐχόντων θέσιν καὶ κίνησιν· ὁπόταν γὰρ οὕτως ἁρμόσωσι λίθοι, ξύλα, ὡς μηδὲν ἐντὸς συγγενὲς παραδέχεσθαι, ἁρμονία μάλιστα λέγεται· δεύτερον δὲ τὸν τῶν μεμιγμένων λόγον, ἐκεῖθεν τοὔνομα φέροντες), οὐδ’ ὁποτέρως εὔλογον ἂν εἴη τὴν ψυχὴν ἁρμονίαν καλεῖν. αὐτίκα γὰρ ἡ τῶν μορίων σύνωσις λίαν εὐεξέλεγκτος. πολλαὶ γὰρ αἱ συνθέσεις αὐτῶν καὶ διάφοροι· ἄλλη γὰρ χειρὸς καὶ ποδὸς ἑτέρα καὶ τῶν ἄλλων οὕτω. ποία γοῦν τούτων ψυχή, ἢ πᾶσαι; τίνος δὲ <δεῖ> μέλους ἢ πῶς τὸν νοῦν σύνθεσιν εἷναι ἢ τὸ αἰσθητικὸν ἢ ὀρεκτικόν; ὁμοίως δ’ ἄτοπον καὶ τὸ τὸν λόγον τῆς μίξεως εἶναι τὴν ψυχήν. ἐπεὶ γὰρ οἱ λόγοι τῶν ἐν τῷ σώματι κράσεων τῶν τε ὁμοιομερῶν καὶ ἀνομοιομερῶν πολλοὶ καὶ παντοδαποί οὐ γὰρ τὸν αὐτὸν ἔχει λόγον ἡ μῖξις τῶν στοιχείων, καθ’ ἣν σὰρξ καὶ καθ’ ἣν ὀστοῦν, καίπερ ὕλης οὔσ·ης τῆς αὐτῆς), συμβήσεται γοῦν πολλὰς τὸν ἕνα καὶ κατὰ πᾶν τὸ σῶμα ἔχειν ψυχάς, εἴπερ πάντα μὲν ἐκ τῶν στοιχείων μεμιγμένων τὰ μέρη, ὁ δὲ τῆς μίξεως λόγος ἁρμονία καὶ ψυχή. ἀπαιτήσειε δ’ ἄν τις τοῦτο καὶ παρ’ Ἐμπεδοκλέους· ἕκαστον γὰρ τῶν ἐν σώματι μερῶν ἐν λόγῳ τινί φησιν εἶναι· εἰ γοῦν τὰ εἴδη τῶν μορίων λόγος ἐστὶ κατ’ αὐτὸν τῆς κράσεως, ἔστι δὲ καὶ ἡ ψυχὴ εἶδος τοῦ ὅλου ζώου, πότερον καὶ αὐτὴ εἶδός ἐστι τῶν μιχθέντων, ἐξ ὧν τὸ ὅλον, ἢ ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μιχθεῖσιν; εἰ μὲν γὰρ ὁ λόγος ἡ ψυχὴ τῶν κεκραμένων, πῶς φησι “γαίῃμὲν γὰρ γαῖαν ὀπώπαμεν”; οὐ γὰρ τὰ στοιχεῖα ὁ λόγος. καὶ προσέτι ψυχαὶ ἐν τῷ ζῴῳ. εἰ ὅ ἕτερόν τι οὖσα παρὰ τὸν λόγον ἐγγίνεται, πάλιν πῶς φησι “γαίῃ γαῖαν ἐγνώκαμεν’’; εἰ δὲ τὰ στοιχεῖα ἡ ψυχή, τί δήποτε ἐπὶ μὲν τῶν ἄλλων ὀστοῦ καὶ σαρκὸς καὶ τῶν ὁμοίων οὐ τὰ στοιχεῖα ἀλλὰ τὸν λόγον αἰτιᾶται, ἐπὶ δὲ ψυχῆς τὰ στοιχεῖα; καίτοι κρεῖττόν τι τῆς ὕλης τὸ εἶδος. ἔτι δὲ πότερον καὶ ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως, ἣν αὐτὸς τῆς τῶν στοιχείων ἐποίει συγκρίσεως, ἢ τῆς κατὰ λόγον; καὶ εἰ ταύτης, πότερον καὶ αὐτὴ ἡ φιλία λόγος ἐστὶν ἢ παρὰ τὸν λόγον ἕτερον, οὐκ εὐπετές ἐστιν παρ’ αὐτοῦ μαθεῖν. τοσαῦτα δὲ καὶ πρὸς Ἐμπεδοκλέα ὡς ἐν παρεκβάσει διηπορήκαμεν. ἐπανιτέον δὲ πάλιν, ὅθεν παρήλθομεν· ἔχει γὰρ ἔτι ἡ τῇς ἁρμονίας δόξα πιθανὰς τὰς ἀντιλαβάς. οὐ γὰρ ο·ὕτως ἁπλῶς παρὰ τῶν ἀντεισαγόντων ἐτίθετο. εἰ γὰρ ἕτερον, φασίν, ἡ ψυχὴ τῆς κατὰ λόγον μίξεως, τί δήποτε ἅμα τὸ σάρκα εἶναι ἀναιρεῖται καὶ αὐτὴ συναναιρεῖται; ταῦτα δὲ κἀν τοῖς ἄλλοις πάσχει τοῖς ὁμοιομερέσιν· συναναιρεῖται γὰρ ἑκάστῳ ἀναιρουμένῳ καὶ τελεία φθορὰ παρακολουθεῖ τοῦ ζώου. οὐχ οὕτω δὲ ἔδει, εἴπερ ἕτερον ἦν τῆς ἁρμονίας τῆς ἐν σώματι ἡ ψυχή, ἀλλ’ ὥσπερ τὸν κιθαρῳδὸν καὶ τῆς τῶν χορδῶν ἁρμονίας χαλασθείσης ἔτι παρεῖναι τῇ κιθάρᾳ οὐδὲν κωλύει, ἕτερον ὄντα τῆς κιθάρας καὶ τῆς ἁρμονίας, οὕτως ἔδει ποτὲ καὶ τῆς ἐν σώματι ἁρμονίας ἀπολλυμένης ἔτι παρεῖναι τὴν ψυχήν, εἴπερ μὴ ἦν ἁρμονία. πάλιν εἰ μή ἐστιν ἡ ψυχὴ ὁ λόγος τῆς μίξεως τῆς ἐν ἑκάστῳ τῶν μορίων, τί δήποτε πάντα φθείρεται ψυχῆς ἀπολιπούσης; εἴποι δ’ ἄν τις πρὸς ταῦτα, ὥσπερ τῇ διαφανείᾳ τὸ φῶς, οὕτω τοι καὶ ἐπὶ ψυχῆς ἔχει καὶ τῆς σωματικῆς ἁρμονίας· ἀναιρεθείσης γὰρ ταύτης ἀναιρεῖται καὶ ἡ ψυχή, μᾶλλον δὲ ἡ εἰς τὸ σῶμα τῆς ψυχῆς ἐνέργεια, ὥσπερ καὶ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς ἀναιρεθέντος οὐ τὸ φῶς ἀναιρεῖται, ἀλλ’ ἡ τούτου εἰς αὐτὸ ἐνέργεια. πάλιν δ’ αὖ καὶ ψυχῆς ἀπολιπούσης ἀπολείπει εὐθὺς καὶ ἁρμονία, διότι τὸ συνέχον αὐτὴν καὶ προσανυφαῖνον ἀεὶ τὸ ἐλλιμπάνον τῶν ἡρμοσμένων αὕτη ἐστί. καὶ παρεῖναι μέντοι ἴσως τῷ σώματί ποτε καὶ μετὰ τὴν διάλυσιν οὐδὲν κωλύει, ἐνεργῆσαι δέ τι εἰς αὐτὸ τῶν οὐκ ἐνδεχομένων ἐστίν, ὡς οὐδὲ τὸν κιθαρῳδὸν εἰς τὴν ἀνάρμοστον λύραν. ἀλλ’ οὔτε μήν, ἐπείπερ ἔστιν αἷς τῶν κράσεων αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται, ἤδη καὶ ὅλη τῶν κράσεων ἀποτέλεσμα, ὡς ἰατροὶ λέγουσιν, ἀλλὰ κατιούσῃ μὲν πρὸς γένεσιν τῇ ψυχῇ τὰ πάθη δέδονται ἔχοντα τὸ εἶναι ἐν ὑποκειμένῳ τῷ πνεύματι, διαβαίνοντα δὲ καὶ πρὸς τὸ παχὺ τοῦτο σῶμα· οὐκ ἄνευ μέντοι τῆς τοιᾶσδε κράσεως γίνεται, ὥσπερ οὐκ ἄνευ τῶν χορδῶν ἡ ἁρμονία. ὡς γὰρ τὰ αὐτομάτως φυόμενα δεῖται μὲν πάντως τῆς Τοιᾶσδε γῆς, δεῖται δὲ καὶ ὑετοῦ, οὐ μὴν τοῦτο καθάπαξ ἀπόχρη πρὸς γένεσιν, ἀλλ’ ἐκεῖθεν οἱ λόγοι τούτων ἐκ τῆς ὅλης δημιουργίας προέρχονται, οὕτω τοί φαμεν κἀν τῇ τοιᾷδε κράσει ἐκ τῆς ὅλης δημιουργίας τοὺς τῶν παθῶν ἐνιέναι λόγους κατὰ τὴν ἀξίαν ἑκάστῃ τῶν λογικῶν ψυχῶν. καὶ ὥσπερ τὸ εἶδος ἐν τοῖς αὐτομάτοις γενόμενον οὔτε ἐκ τῆς μίξεως τῆς γῆς καὶ τοῦ ὕδατος ἀπλῶς ἐπεγένετο οὔτ’ ἔξωθεν αὐθυποστάτως προϋφεστηκὸς ἐγγίνεται, ἀλλ’ οἱ λόγοι οἱ δημιουργικοὶ ἐν τῇ τοιᾷδε τῶν στοιχείων ἐπιτηδειότητι ἐγγεννῶσιν, οὕτω δὴ καὶ τὰ τῶν παθῶν εἴδη ἐν ταῖς του σώματος τελεσιουργουνται κρασεσιν· οὐ γὰρ δεῖ τὰ αἴτια χείρονα ποιεῖν τῶν αἰτιατῶν. ὅτι μὲν οὔθ’ ἁρμονίαν οἷόν τ’ εἶναι ἢ κράσεων ἀποτέλεσμα τὴν ψυχὴν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων. κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι τὴν τοπικὴν κίνησιν ἔστι καὶ κινεῖν. ἑαυτήν, καθάπερ εἴπομεν, οἷον κινεῖσθαι μὲν τὸ σῶμα ἐν ᾧ ἐστιν, τοῦτο δὲ κινεῖσθαι ὑπὸ ψυχῆς· ἄλλως δ’ οὐχ οἷόν τε κατὰ τόπον κινεῖσθαι. εὐλογώτερον δ’ ἀπορήσειεν ἄν τις περὶ αὐτῆς ὡς κινουμένης εἰς τὰ τοιαῦτα ἀποβλέψας. φαμὲν γὰρ τὴν ψυχὴν λυπεῖσθαι, χαίρειν, θαρρεῖν, φοβεῖσθαι, ἔτι δὲ ὀργίζεσθαί τε καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι· ταῦτα δὲ πάντα κινήσεις εἶναι κατὰ τὸ ποιὸν δοκοῦσιν. ὅθεν οἰηθείη τις ἂν αὐτὴν κινεῖσθαι. ὅτι δὲ καὶ τοῦτο οὔτ’ ἀληθὲς οὔτ’ ἀναγκαῖον, δῆλον ἐντεῦθεν· εἰ γὰρ καὶ ὅτι μάλιστα δοίημεν τὸ λυπεῖσθαι ἢ χαίρειν κινήσεις εἶναι, τί μᾶλλον ἔσται ἡ ψυχὴ κινουμένη; ἡμεῖς μὲν γὰρ ζητοῦμεν, εἰ ἡ ψυχὴ αὐτὴ καθ’ αὑτὴν κινεῖται. τὸ δὲ ὅμοιον ὡς κἄν εἴ τις λέγοι τὴν ψυχὴν κινεῖσθαι τῷ ὑφαίνειν ἢ οἰκοδομεῖν· βέλτιον γὰρ ἴσως μὴ λέγειν τὴν ψυχὴν ταύτας κινεῖσθαι τὰς. κινήσεις, τὸ χαίρειν, τὸ ἐλεεῖν, τὸ ὑφαίνειν, τὸ μανθάνειν, ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ εἴτ’ οὖν τὸ συναμφότερον, τοῦτο δὲ μὴ ὡς ἐν ἐκείνῃ τῆς κινήσεως οὔσης οὐ γὰρ ἰδίως ταῦτα κινήσεις ψυχῆς, οὐδ’ ὥσπερ ἄν εἴποιμεν τὸν ἄνθρωπον τῇ χειρὶ κινεῖσθαι ἀντιλαμβανόμενον ταύτῃ τινός, οὕτω καὶ τῇ ψυχῇ λέγομεν κινεῖσθαι), ἀλλ’ ὅτι ὁτὲ μὲν μέχρις ἐκείνης ἡ κίνησις ὁτὲ δὲ ἀπ’ ἐκείνης. χρῆται μὲν γὰρ ἡ ψυχὴ ὀργάνῳ τῷ ἐν ἐγκεφάλῳ λεπτοτάτῳ πνεύματι, ὃ δὴ καὶ σύμφυτον αὐτῇ φασιν Ἕλληνες καὶ ἀχώριστον καὶ μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος ὡς ἐξ ἀιδίου προσηρτημένον· ὃ δὴ καὶ αὐγοειδὲς καλοῦσι σῶμα. δεῖ γὰρ ἔχειν αὐτὴν ὃ ζωοποιήσει ἀεί, εἴπερ μὴ μάτην φύσει ζωοποιός. τούτῳ γοῦν ἐνιδρυμένη ὡς αἰσθομένη καὶ κρίνουσα εἰσδέχεται τὰς τῶν αἰσθητῶν προσβολάς. μέσον γὰρ τοῦτο ψυχῆς ἐν τῇ κοινωνία καὶ τοῦ παχέος ἵσταται σώματος, καὶ τῶν ἐξωτερικῶν εἰς φυχὴν κινήσεων ἕδρα καὶ τελευταία περάτωσις, ἀρχὴ δ’ αὖ τῶν ἐκεῖθεν εἰς τὸ σῶμα διικνουμένων ἐνεργειῶν καὶ διάδοσις. ὅθεν ἡ μὲν αἴσθησις ἀπὸ τωνδὶ <τῶν> αἰσθητῶν καὶ ἀνατρέχει πρὸς τοῦτο ἐντευξομένη τῇ ψυχῇ, ἡ δ’ ἀνάμνησις αὖ αὐτόθεν πρὸς τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς· μνησθέντες γὰρ πολλάκις φοβεροῦ τινος ὠχριάσαμεν καὶ τὸν πλοῦν ἐννοοῦντες ἐναυτιάσαμεν. καὶ σχεδὸν τὰ ἐν σώματι πάντα πάθη, ἃ τὰ μὲν κατὰ ποιάν τινα φορὰν τὰ δὲ κατ’ ἀλλοίωσιν, διὰ τούτου συμβαίνει, οἷον ἐπὶ τοῦ θυμοῦ· ὁ μὲν λόγος κρίνας τὸ πνεῦμα ἐκίνησε, τὸ δὲ τὸ περὶ καρδίαν ζέσαν αἷμα διέχυσεν εἰς τὴν ἐπιφάνειαν πρὸς ἄμυναν τοῦ λυπήσαντος, ὡς ἄν βασιλεὺς μὲν στρατηγῷ, ὁ δὲ τῷ στρατιώτῃ τοῦ πολεμίου τὴν σφαγὴν ἐπιτάξειε. καὶ τὸ διανοεῖσθαι δὲ οὐκ ἄνευ τινὸς κινήσεως γίνεται, ἕως ἄν τῷ σώματι ψυχὴ σύνεστιν, ἀλλ’ ἢ τῇ τοῦ ἐγκεφάλου. ἤ τινος ἑτέρου μορίου, ὅθεν καὶ τὰ πρόσωπα τῶν διανοουμένων ξηρότερα γίνεται. μόνος δὲ ὁ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις καὶ οὐ φθείρεσθαι. μάλιστα γὰρ ἄν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως· εἰ γὰρ ἦν ἀχώριστος σώματος ὥσπερ δῆτα θυμὸς καὶ ἐπιθυμία, ἔδει συνακμάζειν καὶ συμφθίνειν τῷ σώματι. ἐπεὶ δὲ οὐχ οὕτως ἔχει, ὅτι μὴ καὶ τοὐναντίον φρόνησις γάρ, φησὶ Πλατῶν, καὶ δόξαι ἀληθεῖς καὶ βέβαιαι ἀγαπητὸν ὅτῳ κἂν εἰς βαθὺ γῆρας ἐγγένοιντο), ἀθάνατος ἄν εἴη καὶ τῆς φθορᾶς ἀνεπίδεκτος. εἰ δὲ λῆροι ὡς τὰ πολλὰ τῶν γερόντων οἱ ἔξωροι καὶ μωραίνει κἀν ταῖς μέθαις καὶ τοῖς ὕπνοις καὶ νόσοις ἔστιν αἷς ἄνθρωπος, οὐ τῷ τὸν νοῦν αὐτόν τι πάσχειν τοῦτο προσγίνεται· ἀλλ’ ὥσπερ ἐπὶ τῶν αἰσθητηρίων τῷ χρόνῳ παχυνθέντων τῶν ἐν ὀφθαλμοῖς χιτώνων οὐ κατὰ τοὺς νέους οἱ γέροντες βλέπουσιν, εἰ δὲ λάβοι ὁ πρεσβύτης ὄμμα νέον, ἴδοι ἄν ὥσπερ ὁ νέος, ὡς τῆς αἰσθητικῆς δυνάμεως ἀπαθοῦς μενούσης, οὕτω τοι καὶ· τὰ ἐν τῷ γήρᾳ συμπίπτοντα οὐ τῷ τὴν ψυχήν τι πεπονθέναι, ἀλλ’ ἐν ᾧ ἐστι, τὸ σῶμα δήπου, μοχθηράς ὕλης ἐμπιπλάμενον τῇ ἐπὶ ποσὸν ἢ ποιὸν τῶν χυμῶν ἀμετρίᾳ ὥς τις φλύαρος γείτων ἐκκρούει καὶ τῶν οἰκείων ἐξίστησι· καὶ οὕτω δὴ τὸ καὶ τὸ θεωρεῖν μαραίνεται ἄλλου τινὸς ἔσω φθειρομένου, τοῦ πνεύματος, εἰς ὃ πρώτως αἱ ψυχικαὶ δυνάμεις ἐλλάμπουσιν, αὐτὸ δ’ ἀπαθές ἐστι. τὸ δὲ διανοεῖσθαι ἢ φιλεῖν ἢ μισεῖν καὶ τὰ τοιαῦτα οὐκ εἰσὶν ἐνέργειαι νοῦ (ὁ γὰρ νοῦς θειότερόν τι ἴσως καὶ ἀπαθές), ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο, ἡ ἐκεῖνο, τοῦ συναμφοτέρου δηλαδὴ ζώου. διὸ καὶ τούτου φθειρομένου οὔτε φιλεῖ οὔτε μισεῖ οὔτε μνημονεύει· οὐ γὰρ ἐκείνου ἦν ἀλλὰ τοῦ κοινοῦ, ὃ ἀπόλωλεν. οὐ μνημονεύει δὲ ἡ ψυχὴ ἀπολυθεῖσα τοῦ σώματος, ἅθ’ ἑστῶσαν τὴν γνῶσιν καὶ μὴ παραρρέουσαν ἔχουσα, ὡς αὐτοῖς ὁμιλοῦσα τοῖς πράγμασι· καὶ μνήμη μὲν τῶν πάλαι ἐγνωσμένων, ψυχῇ δὲ τότε τὸ πρότερον καὶ τὸ ὕστερον ἐπι- λέλοιπεν, εἰ μήπου κατὰ τὴν προχείρισιν τῶν θεωρημάτων· ἕστηκε γὰρ ἀεὶ καὶ ἐν τῷ νῦν ἐξετάζεται. ὅτι μὲν οὖν οὐχ οἷόν τε κινεῖσθαι τὴν ψυχήν, φανερὸν ἐκ τούτου· εἰ δ’ ὅλως μὴ κινεῖται, δῆλον ὡς οὐδ’ ὑφ’ αὑτῆς. Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτατον· τὸ λέγειν εἶναι τὴν ψυχὴν ἀριθμὸν κινοῦντα ἑαυτόν, ὥσπερ ἔλεγε Ξένοκράτης. ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἴδια δ’ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. πῶς γὰρ χρὴ νοῆσαι μονάδα κινουμένην; οὔτε γὰρ αἰσθήσει τοῦτο οὔτε νῷ ληπτόν. καὶ ὑπὸ τίνος: καὶ γὰρ οὐδὲ τοῦτο εὔπορον. καὶ ἐπεὶ ἅπας ἀριθμὸς ὅ τε φυσικὸς ὅ τε μαθηματικὸς πλῆθός εἰσι καὶ σωρεία μονάδων καὶ ἀνάγκη κινουμένου συγκινεῖσθαι τὰς μονάδας, πότερον αὐτὴ ἑαυτῇ ἑκάστη μονὰς αἰτία κινήσεως ἢ ἄλλη ἄλλῃ; ᾗ μὲν γάρ ἐστι κινητικὴ καὶ κινητή, διαφέρειν δεῖ· ᾗ δὲ ἀμερής, καὶ ἀδιάφορος. πῶς δὲ καὶ κινεῖται; πότερον κατ’ εὐθεῖαν ἢ κύκλῳ, ἢ κατὰ ποσὸν ἢ κατὰ ποιόν; τοῦτο δὲ καὶ πόρισμα ἔσται τῷ τὴν παροῦσαν δόξαν εὐθύνοντας καὶ ποσοῦ διωρισμένου παντὸς τὴν ψυχὴν ἐκτὸς αποδείκνυσθαι, ὥσπερ τοῦ συνεχοῦς ἐν τοῖς πρὸς Τίμαιον πρότερον. ἐπεὶ οὖν φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν, καὶ αἱ τῶν μονάδων τῆς ψυχῆς κινήσεις, εἴπερ ἡ ψυχὴ ἀριθμός, θυμὸς λέγ·ω καὶ ἐπιθυμία καὶ τἄλλα γραμμαὶ ἔσονται. εἰ γὰρ αἱ τοῦ ἐνταῦθα ψυχικοῦ ἀριθμοῦ μονάδες ταῖς στιγμαῖς ταυτισθήσονται, οὐδὲν κωλύει συμβαίνειν τὸ ἄτοπον. ἔστι δὲ στιγμὴ μονὰς θέσιν ἔχουσα ἐν γραμμῇ γάρ), μονὰς δὲ στιγμὴ ἄθετος. αἱ ψυχικαὶ δὲ μονάδες κεῖνταί που καὶ τὴν ἐν σώματι θέσιν ἔχουσι. στιγμὴ γοῦν καὶ μονὰς ἐνταῦθα ταὐτόν. γραμμαὶ δ’ ἄρα θυμός τε καὶ αἴσθησις. ἔτι ἄν ἀπ’ ἀριθμοῦ ἀριθμὸν ἀφέλῃς ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· κἄν ἀριθμὸν ἀφελὼν μονάδα ἕτερον ἀριθμὸν περιττὸν τὸν θ΄ πεποίηκα· κἄν ἀριθμὸν ἀφέλῃς, ἄλλος σοι τῷ εἴδει ὁ καταλειπόμενος γίνεται· ἄν γὰρ ἀπὸ τοῦ ις΄ τετραγώνου ἀφαιρήσῃς τρία, οὐκέτι ἕξεις τετράγωνον. εἰ δὲ καὶ τὸν γνώμονα ἀνέλῃς τὸς ζ΄, τετράγωνος μὲν γενήσεται ὁ θ΄, οὐ μὴν ὁ αὐτὸς τῷ εἴδει. τὰ δὲ φυτὰ καὶ πολλὰ τῶν ζώων διαιρούμενα ζῇ, ὡς ἂν τὴν αὐτὴν ψυχὴν τὰ μέρη τῷ εἴδει καὶ μετὰ τὴν τομὴν ἔχοντα. δηλοῦσι δὲ τῶν κλάδων οἳ βλαστάνουσι φυτευόμενοι καὶ τὰ διαιρεθέντα τῶν ἐντόμων ἐπί τινα χρόνον σπαίροντα ὡς ἐν ἑκάστοις τινὸς παραμεινάσης κινήσεως καὶ αἰσθήσεως. ἔτι δόξειεν ἄν τῇ τοῦ Δημοκρίτου τὴν Ξενοκράτους δόξαν παρόμοιον. τί γὰρ διαφέρει μονάδας λέγειν καὶ ἀριθμὸν ἢ σωμάτια μικρά, ἃς τὰς μὲν οὗτος, τὰς δὲ ἐκεῖνος ὑπετίθετο. εἰ γὰρ αἱ σφαιρικαὶ τῶν ἀτόμων τοῦ μεγέθους ἀφαιρεθεῖσαι στιγμαὶ γένωνται, μένῃ δὲ τὸ πλῆθος, οὐδὲν μᾶλλον ἐλέγχεται ὁ λόγος οὐδὲ λυμαίνεται τὴν ὑπόθεσιν τὸ τὴν τῶν ἀτόμων ἀφελέσθαι συνέχειαν· ἔσται γάρ τι πάλιν ἐν αὐταῖς τὸ μὲν κινοῦν τὸ δὲ ὥσπερ καὶ πρὸ τοῦ ἐν τῷ μεγέθει. οὐ γὰρ διὰ τὸ συνεχῆ σώματα εἶναι καὶ μεγέθει διαφέρειν ἡ σμικρότητι τὸ κινεῖσθαι συμβαίνειν ἔλεγεν, ἀλλ’ ὅτι πλῆθος ἄλλως ἦν, καὶ τῇ πρὸς ἄλληλα πλήξει καὶ ἀντωθήσει. οὕτω δήπου καὶ Ξενοκράτης οὐκ ἐπειδὴ τὰς μονάδας ἐξ ὧν ἡ ψυχὴ ἀμερεῖς ὑπετίθετο, διὰ τοῦτο καὶ τὸ κινεῖσθαι προσένεμεν, ἄλλ’ ὅτι ποσόν τι καὶ ἀριθμὸς ἦν. διὸ ἀναγκαῖον εἶναί τι τὸ κινῆσον τὰς μονάδας. εἰ δ’ ἐν τῷ ζῴῳ καίπερ αὐτοκινήτῳ ὄντι τὸ κινοῦν ἡ ψυχή, οὐ τὸ σῶμα, καὶ ἐν τῷ ψυχικῷ δὲ ἀριθμῷ οὕτως ἔσται· οὐ τὸ κινοῦν καὶ κινούμενον σύμπαν ψυχή, ἀλλὰ τὸ κινοῦν μόνον. δῆλον οὖν ὅτι οὐ πᾶσαι μονάδες ψυχαί, ἀλλ’ αἱ κινοῦσαι μόνον ὥσπερ καὶ ἐπὶ τῶν ἀτόμων αἱ σφαιρικαί. ἔτι εἰ καὶ ἐνδέχεται ὅλως ἐκ μονάδων τὴν ψυχὴν εἶναι, δεῖ αὐταῖς κἄν τινος διαφοράς πρὸς τὰς ἄλλας ἐξ ὧν μὴ ψυχή. στιγμῆς δὲ μοναδικῆς τίς ἂν εἴη διαφορὰ πλὴν θέσις; οὐ γὰρ ἄν ἄλλην τις εὕροι μονάδος πρὸς μονάδα τὴν ἑτερότητα. ἔτι εἰ μὲν εἰσὶν ἕτεραι αἱ ἐν τῷ σώματι καὶ ἐξ ὧν τὸ σῶμα μονάδες πάντα γὰρ ἐκ τῶν ἀτόμων) τῶν ψυχικῶν μονάδων καὶ στιγμῶν, ἑνοῦται δὲ ψυχὴ σώματι, ἀνάγκη καὶ ταύτας ἑνωθῆναι. ἐν τῷ αὐτῷ ἄρα ἔσονται αἱ μονάδες ταῖς μονάσιν αἱ ψυχικαὶ ταῖς σωματικαῖς, καὶ καθέξει χώραν στιγμῆς σωματικῆς ἡ ψυχικὴ καὶ ἀλλήλαις προσεφαρμόσουσιν. εἰ δὲ τοῦτο, τί κωλύει ἐν τῷ αὐτῷ εἶναι, εἰ δύο, καὶ ἀπείρους; ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, καὶ αὐτά, καὶ τὸ ἀμερὲς τῷ ἀμερεῖ συντιθέμενον καὶ τὸ ὅλον ἀμερές ἐστιν. ὥστε ἢ κατὰ μίαν στιγμὴν τοῦ σώματος ἔμψυχον ἔσται τὸ ζῶον, εἰ πᾶσαι τῆς ψυχῆς μιᾷ τῇ τοῦ σώματος ἐφαρμόσαιεν ἢ καθ’ ἑκάστην ψυχὴν ἕξει τὸ ζῶον. καὶ εἰ ἄπειροι ἑκατέρωθεν, ἢ πᾶσαι πάσαις ἐφαρμόσουσι κἀντεῦθεν ἄπειροι δήπου καὶ ψυχαὶ τῷ ζῴῳ ἐνέσονται κἀκεῖνο δὲ οὐ λέγω ὅτι καὶ τὸ ἄπειρον ἐνεργείᾳ γενήσεται), ἢ εἰ μὴ πᾶσαι πάσαις, οὐ καθ’ ὅλον ἑαυτὸ ἔμψυχον τὸ σῶμα οὐδ’ ὅλως ἔμψυχον. εἰ δὲ αὐταὶ αἱ ἐν τῷ σώματι στιγμαὶ καὶ ὁ ψυχικὸς ἀριθμὸς ἕν, ἢ κυριώτερον εἰπεῖν εἰ ὁ τῶν ἐν σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή, διὰ τί οὐ πάντα ψυχὴν ἔχουσι τὰ σώματα; στιγμαὶ γὰρ ἐν ἅπασι δοκοῦσιν εἶναι καὶ ἄπειροι ἄτομοι. ἔτι εἴπερ χωριστὴ ἡ ψυχή, πῶς οἷόν τε χωρίζεσθαι τὰς στιγμὰς καὶ ἀπολύεσθαι τῶν σωμάτων, ἃς δὴ ψυχὴν ὑπετίθεντο; οὐ γὰρ εἰς στιγμὰς τὰς γραμμὰς διαιρήσομεν (οὐ μέρη γὰρ αὐτῶν) οὔτε εἰς γραμμὰς τὰ ἐπίπεδα. πῶς οὖν ἀριθμὸς ἡ ψυχή; εἵπετο γὰρ τούτῳ τὸ τὰς μονάδας στιγ- μὰς εἶναι διὰ τὴν θέσιν. συμβαίνει οὖν, καθάπερ εἴπομεν, τῇ τοῦ Ξενοκράτους

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
