# In Aristotelis Libros De Anima Paraphrasis 4a.1

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ᾿Αρχὴ τοῦ τρίτου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/4a.1

Περὶ μέντοι τοὐ νοητικοῦ μορίου τῆς ψυχῆς, ᾧ γινώσκει τε καὶ φρονεῖ, σκε- πτέον ἤδη νῦν· προὔργου γὰρ ἡμῖν ἡ περὶ αὐτὸ πραγματεία· τοῦτο γὰρ ἡμῶν τὸ θειότατον. ζητήσωμεν δὲ περὶ αὐτοῦ ὅ τι τὴν οὐσίαν ἐστί, καὶ εἰ χωριστὸς καὶ ἀπαθὴς καὶ ἀσώματος, ὅπως τε νοεῖ καὶ ποσαχῶς λέγεται. ὅτι μὲν ὁ καλούμενος νοῦς τῆς ψυχῆς, λέγω δὲ τὸν ἁπλῶς, οὐδέν ἐστιν ἐνεργείᾳ τῶν ὄντων, πρὶν νοεῖν, ἀλλὰ δυνάμει πάντα, οὐδ’ ἔστι τις αὐτοῦ φύσις φανερόν. εἰ γάρ ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, καὶ πάσχειν τι ἂν εἴη ὑπὸ τοῦ νοητοῦ τὸν νοῦν, ὥσπερ ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν, εἴπερ δεῖ πάθος αὐτὸ καλεῖν. διττὸν γάρ, τό τε πρὸς τελειότητα ἄγον, ὅπερ ἂν καὶ πάθοι καὶ νοῦς καὶ αἴσθησις, καὶ τὸ πρὸς φθοράν. ἔστι μὲν οὖν, ὥσπερ ἡ αἴσθησις δυνάμει ὅπερ τὰ αἰσθητά, ἐνεργείᾳ δὲ οὐδὲν ἐκείνων, πρὶν ἄν αἴσθηται, οὕτω καὶ ὁ νοῦς. εἰ γὰρ μέλλει πάντων τῶν νοητῶν ἀντιληπτικὸς εἶναι, δεῖ αὐτὸν ἀπαθῆ εἶναι καὶ μηδὲν εἶδος ἔχειν τῶν νοητῶν· παρεμφαινόμενον γὰρ κωλύει τὸ ἀλλότριον καὶ ἀντιφράττει. ἔνθεν οἵ τε βαφεῖς τὰ ὡς οἷόν τε ἀχρ.ωμάτιστα τῶν ἐρίων παρα- λαμβάνουσιν ὡς ἐπιτηδειότερα πρὸς ὃ χρῶμα βούλοιντο, καὶ ὕελος δὲ ὅταν ᾖ προκατειλημμένη τινὶ χρώματι, ἐμποδίζει τῇ διόδῳ τὰ λοιπά. δεῖ δὴ αὐτὸν ἀμιγῆ εἶναι, ὥσπερ Ἀναξαγόρας φησίν, ἵνα κρατῇ, καὶ οὐ μεμῖχθαι εὔλογον αὐτὸν λέγειν τῷ σώματι. εἰ γὰρ μέμικται, ἢ κατὰ κρᾶσιν ἐμμέμικται ἢ ὡς εἶδός ἐστι τοῦ σώματος, ὥσπερ τοῦ αἰσθητηρίου ἡ αἴσθησις καὶ τοῦ πεπτικοῦ ἡ πέψις. ἀλλ’ εἰ κατὰ κρᾶσιν, ποιός τις ἂν γίγνοιτο, ψυχρὸς ἢ θερμός· εἰ δὲ ὡς εἶδος, κἂν ὄργανόν τι εἴη αὐτῷ, ὥσπερ ἐκεῖ αἰσθήσει μὲν τὸ πνεῦμα ἢ τὸ αἰσθητήριον, πέψει δὲ τὰ οἰκεῖα. οὐδέτερον δὲ περὶ αὐτὸν θεωρεῖται. ποῖον γὰρ μόριον ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι, καὶ ἐν ταῖς νοητικαῖς αὐτοῦ ἐνεργείαις ὀργάνῳ τινὶ καὶ σωματικῷ οὐχ ὁρᾶται χρώμενος· ἔκαμνε γὰρ ἄν, εἰ τοῦτ’ ἦν. νυνὶ δὲ οὐχ ὁμοία ἡ ἀπάθεια τοῦ αἰσθητικοῦ καὶ τοῦ νοητικοῦ· φανερὸν γὰρ ἐπὶ τῶν αἰσθητηρίων καὶ τῆς αἰσθήσεως. ἡ μὲν γὰρ αἴσθησις οὐ δύναται αἰσθάνεσθαι ἐκ τοῦ σφόδρα αἰσθητοῦ, οἷον ψόφου ἐκ τῶν μεγάλων ψόφων, καὶ ἐκ τῶν ἰσχυρῶν χρωμάτων καὶ ὀσμῶν οὔτε ὁρᾶν οὔτε ὀσμᾶσθαι· ἀλλ’ ὁ νοῦς ὅταν νοήσῃ σφόδρα νοητόν, οὐχ ἧττον νοεῖ τὰ ὑποδεέστερα, ἀλλὰ ᾇ μᾶλλον. τὸ μὲν γὰρ αἰσθητικὸν οὐκ ἄνευ σώματος· σῶμα γὰρ τὸ πνεῦμα, ὃ δὴ ὄχημα καὶ κοινὸν τῶν αἰσθήσεων ὄργανον· ὁ δὲ νοῦς χωριστός. καὶ ἡ μὲν αἴσθησις οὐκ ἐπιμένει τὰ εἴδη τῶν αἰσθητῶν ἔχουσα, ἀλλ’ εὐθὺς ἀποβάλλει· ὁ δὲ νοῦς ἐπιμένει. καὶ ἐπὶ μὲν τῆς αἰσθήσεως κίνησίς τις θεωρεῖται καὶ παντελὴς ἑτερότης διὰ τὴν ἔξω ὕπαρξιν τῶν αἰσθητῶν· ἐπὶ δὲ τοῦ νοεῖν οὔτε ἄλλο πάντη τὸ νοητὸν οὔτ’ ἔξω, ἀλλ’ εἴσω, οὔτε σωματική τις γίνεται κίνησις, ἐπεὶ οὐδενὸς ὀργάνου δεῖ, ἀλλὰ κατὰ μόνην τὴν ὡς ὑφ’ ἑτέρου πλήρωσιν ἡ πάθη, καὶ ἀφ’ ἑαυτοῦ πως τὸ νοεῖν διὰ τὴν μίαν τῆς ψυχῆς οὐσίαν καὶ τοιοῦτον, ὡς ἅμα μὲν ὁμοιότητα σῶζον πρὸς τὸ πάθος διὰ τὴν ὡς ἑτέρωθεν ἔνδοσιν, ἅμα δὲ ἕτερον ὂν τοῦ πάθους διὰ τὴν ἀφ’ ἑαυτοῦ τελείωσιν. ὅθεν καὶ ζητεῖ ἡ ψυχὴ ὡς μὴ ἔχουσα, καὶ εὑρίσκει τὰ πράγματα εἰς ἑαυτὴν βλέπουσα ὡς ἔχουσα.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
