Ancient Greek
Ἀρχὴ τοῦ πρώτου τμήματος
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 5.1
Not analysed yet
δόξῃ τὸ ἄτοπον πῶς μὲν ταὐτὸ τοῖς σῶμά τι λεπτομερέστατον αὐτὴν τιθεῖσιν, πῶς δὲ τοῖς ὡς Δημόκριτος. ἐκεῖνοι μὲν γάρ, ἵνα καὶ πάλιν τὰ αὐτὰ προσθῶμεν, τὸ λεπτομερὲς προσλαμβάνοντες, ἵνα δι’ ὅλου χωρεῖν τοῦ σώματος δύνηται ἔστι γὰρ ἐν παντὶ τῷ αἰσθανομένῳ ψυχὴ σώματι), δύο τε σώματα ἐν τῷ αὐτῷ εἶναι καὶ σῶμα διὰ σώματος χωρεῖν ὑπολείπουσιν· οὗτοι δὲ ἀριθμὸν λέγοντες ἔν τε τῇ μιᾷ στιγμῇ τοῦ σώματος πλείστας ψυχικὰς ἢ καὶ πάσας προσεφαρμόζουσι, κἀντεῦθεν ἢ μιᾷ στιγμῇ τοῦ παντὸς σώματος τὴν ψυχὴν εἶναι ἀνάγκη ἢ πᾶν μέρος ἰδίαν ἔχειν. πῶς δὲ καὶ κινήσει ταῖς σφαίραις Δημόκριτος, ὥς γε εἴρηται, ἢ Ξενοκράτης τῷ ἀριθμῷ; τὸ αὐτὸ γὰρ ἀδύνατον ἕψεται τοῖς ταὐτὰ λέγουσιν. τί γὰρ διαφέρει σφαίρας λέγειν μικρὰς ἢ μονάδας μεγάλας, ἢ ὅλως μονάδας φερομένας; ἀμφοτέρως γὰρ ἀναγκαῖον κινεῖν τὸ ζῶον τῷ κινεῖσθαι ταύτας. εἴτε γὰρ τῶν σφαιρῶν ἀφέλῃς τὸ συνεχὲς τοῦ μεγέθους, στιγμαὶ μοναδικαὶ ἔσονται, εἴτε αἱ στιγμικαὶ μονάδες προσλάβωσι μέγεθος, Δημοκρίτειοι σφαῖραι γενήσονται· οὐ γὰρ τὸ ποιάς τινας εἶναι διαφέρει, ἀλλ’ ὅτι πλῆθος καὶ κινεῖται. ἡμεῖς δὲ πρὸς τὴν τοῦ Δημοκρίτου δόξαν τὴν Ξενοκράτους ἐλαύνοντες εἰς ταὐτὸν στιγμὴν μονάδα καὶ ἄτομον συνηγάγομεν καὶ ὡς ἑνὶ δι’ ὅλου κατεχρησάuεθα. τοῖς μὲν δὴ συμπλέξασιν εἰς τὸ αὐτὸ κίνησίν τε καὶ ἀριθμὸν ταῦτα συμβαίνει καὶ πολλὰ ἕτερα. οὐ γὰρ μόνον ὁρισμὸν ψυχῆς ἀδύνατον τοιοῦτον εἶναι, ἀλλ’ οὐδὲ κατὰ συμβεβηκὸς ἀριθμὸν ψυχῇ ἐνεῖναι, ὥσπερ τὴν κίνησιν δήπου συνεχωρήσαμεν. δῆλον δ’ εἴ τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμούς, αἰσθήσεις, ἡδονάς, λύπας καὶ ὅσα ἄλλα τοιαῦτα. ποῖος γὰρ ἀριθμὸς αἴσθησις; ποῖος δὲ λόγος ἢ διάνοια; ὥσπερ γὰρ εἴπομεν πρότερον, οὐδὲ μαντεύσασθαι ῥᾴδιον ἐξ αὐτῶν. μὴ δὲ καὶ συκοφαντῶμεν τὸν ἄνδρα, τοσοῦτον ἀνεπιστημοσύνης αὐτῷ περιάπτοντες, ὃ κἄν τοῖς ἰδιώταις ὀκνήσαιμεν, ἕως ἄν **καὶ πρὸς ἄλλο τι σκοπῶν τῇ ψυχῇ τὸν λόγον ἀπέδωκεν. ἦ που γὰρ ἄν ἐκείνοις ἐδέησε τοιοῦτον ἀριθμὸν τῆς ψυχῆς κατειπεῖν, οἳ κἀν τὰ αἰσθητὰ μὴ τῶν νοητῶν ἐξαρτήσαιεν, οὐκ ἀποχρῶσαν ἐπιστήμην ἥγηνται· ὥστε εἰ ὁ μὲν ὡς εἶδος εἰδῶν καὶ λόγον ἐκ λόγων καὶ οὐσίαν αὐτόζωον καὶ αὐτενέργητον τὴν ψυχὴν θεώμενος ἀριθμὸν προσεῖπε καὶ κίνησιν, ἡμεῖς δὲ τῷ φαινομένῳ τοὺς ἐλέγχους προσήψαμεν, οὔτε ἀλλήλοις ἠναντιώμεθα καὶ ἀμφότεροι καθήκοντας τοὺς λόγους συνεπεράναμεν. Τριῶν οὖν τρόπων παραδεδομένων, καθ’ οὓ, ὁρίζονται τὴν ψυχήν, οἱ μὲν τὸ κινητικώτατον ἀπεφήναντο τῷ κινεῖν ἑαυτήν, οἱ δὲ σῶμα τὸ λεπτομερέστατον ἢ ἀσωματώτατον τῶν ἄλλων· ταῦτα δὲ τίνας · ἀπορίας καὶ ὑπεναντιώσεις ἔχει, σχεδὸν ἤδη διεληλύθαμεν. λείπεται ἐπισκέψασθαι, πῶς λέγεται τὸ ἐκ στοιχεόων αὐτὴν εἶναι· λέγουσι μὲν γάρ, ἵνα αἰσθάνηται τῶν ὄντων ἕκαστον καὶ γνωρίζῃ, ἀναγκαῖον δὲ συμβαίνειν πολλὰ καὶ ἀδύνατα τούτῳ τῷ λόγῳ. τίθενται γὰρ γνωρίζειν τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ ἄν εἰ τὴν ψυχὴν τὰ πράγματα τιθέντες. οὐκ ἔστι δὲ μόνα τὰ ἁπλᾶ, οὐδὲ τῶν στοιχείων μόνον ἡ ψυχὴ γνωστική, ἀλλὰ καὶ πολλὰ ἕτερα, μᾶλλον δ’ ἴσως ἄπειρα, τὰ ἐκ τῶν στοιχείων συγκείμενα, διάφορά τε ἀλλήλοις καὶ τοῖς στοιχείοις. ἐξ ὧν μὲν οὖν ἐστιν ἕκαστον τῶν συνθέτων, ἔστω γινώσκειν τὴν ψυχήν, ἐπείπερ ἐξ ἐκείνων· τὸ σύνολον καὶ τὸ σύνθετον ἅπαν τίνι γνωριεῖ ἢ αἰσθήσεται, οἷον τί ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἢ σὰρξ ἢ ὀστοῦν; ὁμοίως δὲ καὶ ὁτιοῦν ἄλλο τῶν οὐ γὰρ ὁπωσοῦν ἔχοντα τὰ στοιχεῖα οὐδὲ ἀπλῶς κραθέντα τούτων ἕκαστον γέγονεν, ἀλλὰ λόγῳ τινὶ καὶ διαφόρῳ συνθέσει, ἧς ἡ ψυχὴ μὴ μετέχουσα πῶς εἴσεται; καθάπερ καὶ Ἐμπεδοκλῆς φησι περὶ τοὐ ὀστοῦ· ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο· δηλῶν διὰ τούτων ποιᾷ τινι κράσει τὸ ὀστοῦν γενέσθαι· ὀκτὼ δὲ παρα- λαβὼν μοίρας εἰς τὴν τῶν ὀστῶν γένεσιν, ὧν τέσσαρας μὲν πυρός, πλείονας ἴσως διὰ τὸ ξηρόν τε καὶ λευκόν, δύο δὲ γῆς, ἀέρος καὶ ὕδατος, ὃ καὶ νῆστιν αἴγλην προσηγορεύκει, ἀνὰ μίαν, ἐν τῇ γῇ τὴν τούτων χωνείαν τίθεται, ἣν ὡς κατὰ τοὺς Πυθαγορικοὺς κύβον. οὖσαν καὶ ἐναρμόνιον ἐπίηρον κατωνόμασεν. ὁ κύβος δὲ ἐναρμόνιον διὰ τοὺς λόγους τῶν ἐν αὐτῷ ἀριθμῶν· ιβ΄ μὲν γὰρ ἔχει πλευράς. ἡ δὲ γωνίας, ς΄ δὲ ἐπίπεδα· τούτων δ’ ἐφεξῆς τιθεμένων ιβ΄ ἡ ς΄ ἡ διὰ πασῶν ἐπιτελεῖται ἁρμονία ἐξ ἐπιτρίτου καὶ ἡμιολίου τὴν σύνθεσιν ἔχουσα. κύβοι δὲ τῶν ἀριθμῶν ὁ ἡ ὁ κζ΄ καὶ οἱ ὅμοιοι, τετράγωνοι δὲ ὅ καὶ ὒ καὶ οἱ ὅμοιοι. γένεσις δὲ αὐτῶν· πᾶς ἀριθμὸς πολλαπλασιασθεὶς κατὰ τὰς ἐν αὐτῷ μονάδας τετράγωνον ποιεῖ, πᾶς δὲ τετράγωνος κατὰ μίαν τὴν ἑαυτοῦ πλευρὰν πολλαπλασιασθεὶς κύβος γίνεται. πέντε δὲ καὶ αἱ ὠνομασμέναι ἐν ἁρμονικῇ συμφωνίαι, αἱ μὲν τρεῖς ἁπλαῖ, ἡ ἐν ἐπιτρίτῳ καὶ ἡμιολίῳ, αἳ καὶ διὰ τεσσάρων καὶ διὰ πέντε λέγονται, καὶ ἡ διὰ πασῶν καὶ ἐν διπλασίονι, ἃς καὶ ὁ κύβος ἔχει· λοιπαὶ δὲ σύνθετοι δύο ἡ διὰ πασῶν καὶ διὰ τεσσάρων ἅμα ἢ καὶ διὰ πέντε, καὶ ἡ δὶς διὰ πασῶν. ποιεῖ μὲν οὖν καὶ Ἐμπεδοκλῆς τὴν σύνθεσιν ἐν λόγῳ τῶν μερικῶν, καὶ διὰ ταῦτα ἧττόν τι ὄφελος εἶναι τὰ στοιχεῖα ἐν τῇ ψυχῇ, εἰ μὴ καὶ οἱ λόγοι ἐνέσονται τῶν συνθέσεων. γνωριεῖ γάρ, ὡς πολλάκις λέγομεν, τὸ ὅμοιον ἕκαστον, τὸ δ’ ὀστοῦν ἢ τὸν ἄνθρωπον οὐδέν, εἰ μὴ καὶ ταῦτα ἐνέσται. τοῦτο δ’ ὅτι ἀδύνατον, οὐδὲν δεῖ λέγειν. τίς γὰρ ἀπορήσειεν, εἰ ἔνεστι λίθος ἐν τῇ ψυχῇ ἢ ἄνθρωπος; εἴπερ δὲ τὰ στοιχεῖα τοῦ λίθου καὶ τοῦ ἀνθρώπου ἐν τῇ ψυχῇ, τί κωλύει καὶ ἐπὶ τῶν ἄλλων οὕτως; οὐ γὰρ ἄλλο τι τυγχάνει τὴν φύσιν τῶν πραγμάτων ἕκαστον, εἰ μὴ τὰ στοιχεῖα μετὰ τῆς ποιᾶς συνθέσεως. εἰ μὲν γὰρ οἱ λόγοι τῆς συνθέσεως οἷον ἡμιόλιος τυχὸν ἢ ἄλλος ὁστισοῦν ἐπεφύκεσαν καθ’ αὑτούς, κἀν πιθανῶς τὸ πλάσμα προὔβαινε καὶ τὴν ψυχὴν γινώσκειν τὰ πράγματα ὑπελάβομεν καὶ μόνον τοὺς λόγους κατέχουσαν· νυνὶ δὲ οἱ τῆς συνθέσεως λόγοι τοῖς συντεθεῖσιν ἀχώριστοι. ἀνάγκη οὖν τῷ λέγειν οὕτω γινώσκειν αὐτὴν τὴν ψυχὴν εἶναι λίθον καὶ ἵππον καὶ τὰ παρὰ ταῦτα πάντ, ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν· ἀνάγκη γὰρ κατὰ̣ τὰ αὐτὰ ἐνεῖναι τῇ ψυχῇ καὶ τὰς στερήσεις, ὥσπερ καὶ τὰς ἕξεις. ἔτι δὲ πολλαχῶς λεγομένου τοῦ ὄντος σημαίνει γὰρ τὸ μὲν οὐσίαν, τὸ δὲ ποσόν, τὸ δὲ ποιὸν ἢ καί τινα ἄλλην τῶν διαιρεθεισῶν κατηγοριῶν) πότερον, ἐπείπερ πάντων ἡ ψυχὴ γνωστική, ἐξ ἀπάντων ἔσται ἢ ἔκ τινων ἢ ἐξ ἑνός; εἰ δὲ μηδὲν τούτων,. πότερον ἐκ τῶν κοινῶν στοιχείων ἢ ἐκ τῶν ἰδίων ἑκάστης, ἵν’ ἐκεῖνα γινώσκουσα καὶ τὰ ἐξ αὐτῶν γνωριεῖ; καὶ στοιχεῖα μὲν κοινὰ τῶν πασῶν οὐ δοκεῖ· οὐ γὰρ ὑπ’ ἀρχαῖς ἑτέραις αὗται πρῶται τῶν ὄντων οὖσαι ἀρχαί· οὐ γὰρ αὐτῶν κοινὸν γένος τὸ ὄν. εἰ δὲ ἑκάστῃ γε ἴδια δοίημεν, οἷον τῇ οὐσίᾳ φέρε εἰπεῖν τὴν ὕλην καὶ τὸ εἶδος, ποσῷ δὲ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, εἴτ’ οὖν τὴν μονάδα καὶ τὴν στιγμὴν ὡς συγκατατεταγμένα καὶ ὑλικά, ὥσπερ ἐπὶ λίθου ἄλλως μὲν ἀρχὴ ἡ οὐσία, ἄλλως δὲ τὰ στοιχεῖα, πάλιν πότερον ἐξ ἁπάντων τῶν παρ’ ἑκάστης ἰδίων ἡ παρὰ τῶν τῆς μιᾶς μόνης οἷον εἰπεῖν τῆς οὐσίας. τοῖς αὐτοῖς δὲ πάλιν καὶ ἐν ἀμφοτέροις ἀπόροις ὁ λόγος ἐνέχεται. εἴτε γὰρ ἐκ τῶν τῆς οὐσίας μόνης, πῶς γινώσκει τῶν ἄλλων ἕκαστον; εἰ δ’ ἐκ τῶν παρ’ ἑκάστῃ πασῶν, ἔστιν ἄρα καὶ ποσὸν καὶ ποιὸν καὶ οὐσία. ἀλλ’ ἀδύνατον ἐκ τῶν τοῦ ποσοῦ στοιχείων οὐσίαν εἷναι καὶ μὴ ποσόν· κἀν τοῖς ἄλλοις οὕτω. τοῖς δὴ λέγουσιν ἐκ πάντων ταῦτά γε καὶ τοιαῦθ’ ἕτερα συμβαίνει. ἄτοπον δὲ καὶ τὸ φάναι μὲν ἀπαθὲς εἶναι ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον τί γὰρ ἄν ὑγρὸν ὑπὸ τοῦ ὁμοίου πάθοι ὑγροῦ;) αἰσθάνεσθαι δὲ τοῦ ὁμοίου τὸ ὅμοιον καὶ γινώσκειν τῷ ὁμοίῳ τὸ ὅμοιον· τὸ δ’ αἰσθάνεσθαι τε καὶ κινεῖσθαι τιθέασιν, ὁμοίως δὲ καὶ τὸ γινώσκειν τε καὶ τὸ νοεῖν. τοῦτο δ’ ἴσως αὐτοῖς καὶ τοῦ ἀποικισθῆναι τῆς ἀληθείας ὑπαίτιον παρεθὲν ἐν ἀρχαῖς ἀνεπίσκεπτον· οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχει· οὗτε γὰρ τὰ πάντη ἕτερα οὔτε τὰ πάντη ταὐτὰ πάθοιεν ἢ δράσειεν ἄλληλα τί γὰρ φωνὴ ὑπὸ θερμοῦ πάθοι ἢ πῦρ ὑπὸ πυρός;) ἀλλὰ τὰ πῆ μὲν ὅμοια πῆ δὲ ἀνόμοια κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ. τὸ γὰρ ἐνεργείᾳ θερμὸν δρᾷ, πάσχει δὲ τὸ ψυχρὸν δυνάμει θερμὸν ὂν καὶ ἄγεται τὸ δυνάμει εἰς τὸ ἐνεργείᾳ ὑπὸ του ἐνεργείᾳ τοιούτου ὄντος. πολλὰς οὖν ἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν, καθάπερ Ἐμπεδοκλῆς καὶ εἴ τις ἄλλος εἴρηκεν, ὡς τοῖς σωματικοῖς στοιχείοις ἕκαστα γνωρίζεται καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον, καίπερ ἱκανῶς ἐληλεγμένου, τοῖς φθάσασιν ἔτι μαρτυρήσει καὶ τὰ ἑξῆς λεχθησόμενα· μάλιστα γὰρ ὅσα ἐστὶν ἐν τοῖς τῶν ζώων σώμασιν ἁπλῶς γῆς, οἷον ὀστᾶ, νεῦρα, τρίχες, οὐδὲν αἰσθάνεσθαι δοκεῖ, ὥστε οὐδὲ τῶν ὁμοίων. καίτοι προσῆκεν· εἰ γὰρ διὰ τοῦτο γαίῃ γαῖαν ὀπώπαμεν, ὅτι τὸ ὅλον ὑπὸ τοῦ ὁμοίου γινώσκεται, τὰ μᾶλλον ἐγγίζοντα τῇ γῇ μᾶλλον αὐτὴν ἔδει γινώσκειν· ἔπειτα δὲ καὶ ἑκάστῃ τῶν ἀρχῶν ἄγνοια πλέον ἢ σύνεσις ὑπάρξει· γνώσεται μὲν γὰρ ἓν μόνον ἑκάστη τὸ συγγενές, πολλὰ δὲ ἀγνοήσει, τάς τε ἑτέρας ἀρχὰς καὶ τὰ σύνθετα. συμβαίνει δὲ καὶ Ἐμπεδοκλεῖ ἀφρονέστατον εἶναι τὸν παρ’ αὐτῷ θεόν· μόνος γὰρ τῶν στοιχείων οὐ γνωριεῖ τὸ νεῖκος, μηδὲν ἔχων ἐκείνου, τὰ δὲ θνητὰ πάντα· ἐκ πάντων γὰρ ἕκαστον. καὶ πρότερον ὅλως διὰ τίνα αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα, εἴπερ πᾶν ἢ στοιχεῖον, ὡς γῆ ὕδωρ ἀήρ, ἢ ἐκ στοιχείου ἑνός, ὥσπερ ὁ κρύσταλλος ἐκ μόνου τοῦ ὕδατος, ἢ ἐκ πλειόνων ἢ καὶ πάντων, ὡς λίθοι καὶ ζῷα καὶ φυτά· ἀναγκαῖον γάρ ἐστι πᾶν ἢ ἕν τι γινώσκειν ἢ τινὰ ἢ πάντα. ἔτι εἰ ἐκ τῆς τῶν στοιχείων συνδρομῆς ἡ ψυχή, ταῦτα δὲ διεκέκριτο πρότερον καὶ ὕλης ἐπεῖχε λόγον, ἀπορήσειεν ἄν τις, τί τὸ ἑνοποιοῦν τὰ στοιχεῖα συνιόντα εἰς τὴν τῆς ψυχῆς γένεσιν· κυριώτατον γὰρ ἐκεῖνο τὸ συνέχον, ὅ τί ποτ’ ἄν φανείη, καὶ πρῶτον. ψυχῆς δ’ εἶναί τι κρεῖττον καὶ ἄρχον ἐν τῇ συνθέσει ἀδύνατον· αὕτη γὰρ ἡ καὶ τὰ διεστῶτα συνάψασα· ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ. τοῦτον γὰρ εὔλογον, ὅτι χωριστός, καὶ προγενέστερον καὶ κατὰ φύσιν κύριον εἶναι· καὶ εἴπερ τὸ τίμιον ἐν τοῖς πρώτοις, τὸ μάλιστα τιμιώτατον ἐν τοῖς μάλιστα πρωτίστοις. φανερὸν οὖν ὅτι νοῦς ἀρχή, τῶν μὲν πάντων ὁ ἐξῃρημένος καὶ δημιουργὸς καὶ ἀίδιος, τῶν δὲ συνθέτων ὁ ψυχικός. Ὡς μὲν οὖν ἄν τις ἰδίως πρὸς ἕκαστον τῶν ἀποφηναμένων περὶ ψυχῆς ἐπισκέψαιτο τοσαῦτα· κοινὸν δὲ πάντων παρόραμα, ὅτιπερ ἑξῆς καὶ οἱ διὰ τὸ γνωρίζειν καὶ αἰσθάνεσθαι τὴν ψυχὴν τὰ ὄντα ἐκ τῶν στοιχείων ποιοῦντες καὶ οἱ τὸ κινητικώτατον αὐτὴν εἶναι λέγοντες οὐ περὶ ἀπάσης ψυχῆς τὸν λόγον προάγουσι. καίτοι γε ἐχρῆν τοὺς φιλοσοφεῖν ἐσπουδακότας μὴ ἐν μέρει ζητεῖν τῶν ὄντων τὴν ἀλήθειαν. κίνησιν γὰρ τὴν κατὰ τόπον μόνην τῶν ἄλλων καὶ αἴσθησιν ὑπολαβόντες περὶ ψυχῆς, οἷς μὴ ταῦτα παρῇ, ἐλλελοίπασιν. καὶ ἴσως κατά τι οὐκ ἀπὸ λόγου· καὶ γὰρ αὔξησιν μὲν καὶ ἀλλοίωσιν οὐδὲ κυρίως ἄν τις εἴποι ψυχῆς κινήσεις ὡς κἀν τοῖς ἀψύχοις ἐνούσας. λίθοι γὰρ αὔξονται καὶ τὰ ὑπὸ γένεσιν καὶ φθορὰν πάντα ἀλλοιώσεως μέτοχα. εἰ δέ ποτε καὶ κατ’ αὐτὰς κινοῦνται τὰ ἔμψυχα, ἀλλ’ οὐχὶ καὶ ὑπὸ ψυχῆς οὐδὲ προαιρετικῶς ἢ κατ’ οἰκείαν ὁρμήν τε καὶ βούλησιν οὔτε γὰρ αὔξεταί τις ἑκὼν οὔτ’ ἀλλοιοῦται, ἀλλ’ ὑπό τινων ἔξωθεν ἢ αἰσθητῶν ἢ νοητῶν καὶ ὑπὸ τοῦ πρώτου καὶ προσκρινομένου καὶ αὔξοντος), τὴν δὲ τοπικὴν μόνην καὶ καθὸ ἔμψυχα καὶ παρὰ ψυχῆς. ταύτῃ τοι δήπου περὶ μόνης τῆς αἰσθητικῆς καὶ κατὰ τόπον κινητικῆς ἐπ’ ἴσης τοῖς πᾶσι διείληπται. φανεῖεν δ’ ἄν καὶ κατὰ τοῦτο ὑστερηκέναι αὐτό. οὔτε γὰρ τὰ αἰσθανόμενα πάντα κινητικά φαίνεται γὰρ εἶναί τινα μόνιμα τῶν ζώων καὶ μεταβατικῆς ἐστερημένα κινήσεως, καὶ παρερχόμεθα τὰ φυτὰ ὡς μετὰ τῆς αἰσθήσεως καὶ τὴν τοπικὴν ἀφῃρημένα κίνησιν· ἀλλὰ τῶν κατὰ τόπον κινητικῶν ζώων τὰ πολλὰ διάνοιαν οὐκ ἔχει. εἰ δέ τις καὶ ταῦτα συγχωρήσειε καὶ τὸν νοῦν μὴ ἕτερόν τι λέγειν ψυχῆς μη- δὲ τοῦ αἰσθητικοῦ, ἀλλὰ μέρος μὲν ἐκείνης, ταὐτὸν δὲ τούτῳ, οὐδ’ οὕτως ἄν εἶεν περὶ πάσης διειληφότες ψυχῆς οὐδὲ περὶ ὅλης οὐδὲ περὶ μιᾶς. οἱ γὰρ τὰς καθολικωτάτας καὶ διὰ πάντων ἡκούσας ἐμψύχων δυνάμεις, θρεπτικήν, αὐξητικὴν καὶ γεννητικήν, πρῶτον ἐν τοῖς φυτοῖς ἐνούσας παραδραμόντες (μία δ’ ἐν ἑκάστῳ τῶν ἀτόμων ψυχὴ πλείοσι δυνάμεσιν ἢ μορίοις κεχρημένη, περὶ ὧν διαλαβεῖν παρήκασι) πῶς ἄν ἢ περὶ μόνης τῆς ἀνθρωπίνης ἢ ὅλως δια- λαβόντες εἶεν αὐτῆς; τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλούμενος λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων. οὐχ οἷόν τε δὲ τοῖς φυτοῖς τοῦτο συμβαίνειν οὐδὲ τῶν ζώων ἐνίοις, εἴπερ μὴ πάντα ἀναπνεῖ· τὰ ἔντομα γὰρ οὐκ ἀναπνεῖ καὶ τὰ ἔνυδρα. ἔτι καὶ τοῦτο λέληθε τοὺς τὴν ψυχὴν διὰ τὸ γνωστικὸν ἐκ τῶν στοιχείων ποιοῦντας, ὡς οὐ δεῖ ἐξ ἁπάντων· ἱκανὸν γὰρ θάτερον μέρος τῆς ἀντιθέσεως ἑαυτό τε κρίνειν καὶ τὸ ἀντικείμενον. καὶ γὰρ τῷ εὐθεῖ καὶ τὸ εὐθὺ γνβρίζεται τῷ ἐφαρμόζειν καὶ τὸ μὴ εὐθὺ τῷ μὴ ἐφαρμόζειν· κριτὴς γὰρ ὁ κανὼν ἀμφοῖν· τὸ δὲ καμπύλον οὔθ’ ἑαυτοῦ οὕτε τοῦ εὐθέος γνωστικὸν διὰ τὴν ἀοριστίαν. οὕτως ἐπὶ ὄψεως καὶ τυφλότητος, ἀγνοίας καὶ γνώσεως, νόσου καὶ ὑγείας· οὐ γάρ ἐστιν ἀγνοίας ἢ τυφλότητος ἢ νόσου ἑτέρα τις μάθησις ἢ ἡ τῶν ἀντικειμένων κατάληψις. ἀλλ’ ἐν μὲν τοῖς καθ’ ἕξιν καὶ στέρησιν ὡς τὰ εἰρημένα, αὐτόθεν δῆλον καὶ ὁ λόγος ἀδήριτος· ἐν δὲ τοῖς ἐναντίοις, ἃ καὶ ἄμφω εἴδη καὶ διάφορα πράγματα καὶ οὐ τόδε τοῦδε μᾶλλον ὕπαρξις, τίς ἂν ἐκ τοῦ ἑνὸς καὶ τοῦ θατέρου γνῶσις ἐγγένοιτο; οἷον χρώμασι μὲν λευκὸν καὶ μέλαν, χυμοῖς δὲ γλυκὺ καὶ πικρόν, ἐν δὲ τοῖς στοιχείοις ὑγρὸν καὶ ξηρόν, θερμὸν καὶ ψυχρόν οὐδὲν γὰρ τούτων τοῦ ἑτέρου στέρησις ἢ ἀπόπτωσις. ἢ ἐπείπερ τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, ταῖς δὲ ἀντικειμέναις ποιότησιν ἢ δυνάμεσιν, ἔτι δὲ ἐνεργείαις καὶ ἕξεσι πρὸς ἄλληλα καὶ τὰ εἰρημένα συνέ- στηκεν, ὁ τὸ ἓν τῶν ἀντικειμένων γνοὺς καὶ τὸ ἕτερον εἴσεται. ὁ γὰρ τὸ λευκὸν εἰδὼς διάκρισιν ὄψεως καὶ τὸ μέλαν σύγκρισιν αὐτῷ τούτῳ γνώσεται, ὅ τε τὴν ὑγείαν συμμετρίαν τῶν χυμῶν ὁρισάμενος καὶ τὴν νόσον ἀσυμμετρίαν ἅμ συνελογίσατο· ὥστε κἀν τοῖς στοιχείοις, ἐπεὶ τὰ μὲν αὐτῶν δραστικὰ καὶ ποιητικὰ καὶ εἴδους ἐπέχει λόγον, τὸ πῦρ ὁ ἀήρ, τὰ δὲ παθητικὰ καὶ ὑλικά, ὕδωρ καὶ γῆ, ἠναντίωνται δήπου καὶ ταῖς ποιότησιν, ὃς τὸ πῦρ οἶδεν ὅτι θερμὸν καὶ ξηρὸν δυνάμει. καὶ τὸ ὕδωρ νενόηκεν ὑγρὸν καὶ ψυχρόν’ οὕτως ὁ ἀέρα καὶ γῆν. ἀλλὰ καὶ ὁ ἓν γνοὺς τὰ πάντα εἴσεται, ὡς πάσας τῶν στοιχείων ἑκάστου ἔχοντος τὰς παρ’ ἄλλοις ποιότητας ἢ ἐνούσας ἢ ταῖς οὔσαις ἀντικειμένας· ἐσχάτη δὲ δόξα καὶ τελευταία περὶ ψυχῆς ἥδε· ἐν γὰρ τῷ ὅλῳ τινὲς αὐτὴν μεμῖχθαί φασι, καὶ ἅπαν σῶμα ἔμψυχον εἶναι ὑπέλαβον, ὅθεν καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν. εἰς τοῦτο δ’ ἄν τις ἕλξοι καὶ τοὺς Στωι- κοὺς σῶμα τὸ θεῖον ὑπολαβόντας καὶ πανταχοῦ παρεῖναι καὶ σωματικῶς, ἀλλ’ οὐ μόναις ταῖς ἐνεργείαις. κἀκεῖνο δὲ πρὸς τοῦτο τείνει· μεσταὶ δὲ Δῖός πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες. πάντες γὰρ οὗτοι θεὸν ἢ θεῖόν τι τὴν ψυχὴν ὑπειλήφασι. τοῦτο δὲ ἔχει ἀπορίας τινάς· τί δήποτε ἐν παντὶ σώματι ψυχῆς ἐνούσης τὰ μέν ἐστι ζῷα τὰ δὲ οὔ, ἀλλ’ ἐν μὲν τῷ ἀέρι οὖσα ἡ ψυχὴ οὐ ποιεῖ ζῶον, ἐν δὲ τοῖς μικτοῖς ποιεῖ, καὶ ταῦτα βελτίων εἶναι ἐν τούτοις δοκοῦσα. ἐπιζητήσειε δ’ ἄν τις καὶ τοῦτο, διὰ τίνα αἰτίαν ἡ ἐν τῷ ἀέρι ψυχὴ τῆς ἐν τοῖς ζώοις βελτίων τε καὶ ἀθανατωτέρα ὑπ’ αὐτῶν λέγεται, καίπερ ὁμοίως τοῖς ἐν συνθέσει καὶ τῶν ἁπλῶν ἀλλοιουμένων καὶ φθειρομένων. συμβαίνει δὲ ἀμφοτέρως ἄτοπον καὶ παράλογον· καὶ γὰρ ζῶον ἢ τὸ πῦρ ἢ τὸν ἀέρα λέγειν ἐμπλήκτων, καὶ τὸ μὴ λέγειν ζῷα ψυχῆς ἐνούσης παραλογώτατον. ὑπολαβεῖν δ’ ἐοίκασιν εἶναι τὴν ψυχὴν ἐν τούτοις, ἐπεὶ τὰ μέρη τῶν στοιχείων ὁμοειδῆ τοῖς ὅλοις· ταῦτα δὲ x003E; ἔμψυχα συντεθέντα γὰρ ποιεῖ ζῶον), καὶ τὰ ὅλα ἔμψυχα. οὐχ οὕτω δὲ ἔχει. ἀνάγκη γὰρ τὴν ἐν τῷ ὅλῳ τῷ ἀέρι ψυχὴν ἢ ὁμοειδῆ εἶναι ἑαυτῇ ἢ ἀνομοιοειδῆ. ὁ δὲ ἀὴρ διασπώμενος ὁμοειδής. εἰ μὲν οὖν ὁμοειδής, ἐπειδὴ τῷ ἀπολαμβάνεσθαί τι τοῦ ἀέρος ἐν τοῖς ἐμψύχοις ἔμψυχα γίνεται, ἔδει πάντα τῆς αὐτῆς ψυχῆς μετέχειν. ἀλλὰ μὴν τοῦτο ψεῦδος. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις· οὐ γὰρ ταὐτὸν τὸ θρεπτικὸν τῷ αἰσθητικῷ. εἰ δὲ ἀνομοιομερὴς εἴη, ἢ πάντα τὰ μόρια αὐτῆς διὰ παντὸς διήκει τοῦ ἀέρος, ἢ ἕκαστον μέρος τι τοῦ ἀέρος ἐμπεριείληφεν. εἰ μὲν οὖν πάντα τὰ ψυχικὰ μόρια ἐν ὁτῳοῦν μορίῳ ἀερίῳ εἰσίν, ἔδει πάντα ὁμοίως ἔμψυχα εἶναι καὶ πάντα μετέχειν καὶ λόγου καὶ αἰσθήσεως καὶ θυμοῦ καὶ ἐπιθυμίας. ἀλλ’ οὐ τὸ δεύτερον· οὐδὲ τὸ πρῶτον ἄρα. εἰ δὲ ἕκαστον μόριον τῆς ψυχῆς μέρος τι τοῦ ἀέρος ἀπείληφεν, ἔδει ἄλλο ζῶον ἄλλης ψυχῆς μετέχειν, τὸ μὲν τῆς θυμικῆς μόνον, τὸ δὲ τῆς ἐπιθυμητικῆς, τὸ δὲ τῆς λογικῆς καὶ ἄλλο ἄλλης, εἴπερ τῷ ἀπολαμβάνεσθαί τι τοῦ ἀέρος ψυχὴν ἔχει. νυνὶ δὲ ὁρῶμεν τινὰ μὲν πασῶν τῶν ψυχικῶν δυνάμεων μετέχοντα, τὰ δὲ πλειόνων, τὰ δὲ μιᾶς. ὥστ’ εἰ πάντα ἐπιοῦσιν ἀδύ- νατον φαίνεται, καὶ τὸ οὕτω λέγειν περὶ ψυχῆς ψεῦδος. φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὡς οὔτε τὸ γινώσκειν ὑπάρχει τῇ ψυχῇ τῷ ἐκ τῶν στοιχείων εἶναι οὔτε τὸ κινεῖσθαι αὐτὴν οὕτω καλῶς που καὶ ἀληθῶς λέγεται. Ἐπεὶ δὲ τῆς ψυχῆς ἐστι τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαί τε καὶ δοξάζειν, ἔτι καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ βουλεύεσθαι καὶ ὅλως αἱ ὀρέξεις, γίνεται δὲ καὶ ἡ κατὰ τόπον κίνησις τοῖς ζώοις ὑπὸ ψυχῆς κινεῖ γὰρ ταῦτα ὥσπερ ἄν εἰ καὶ κυβερ- νήτης τὴν ναῦν), ἔτι δὲ αὔξη τε καὶ ἀκμὴ καὶ φθίσις ὑπ’ αὐτῆς, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ὑπάρχει καὶ πάσῃ νοοῦμέν τε καὶ κινούμεθα καὶ τῶν ἄλλων ἕκαστον ποιοῦμέν τε καὶ πάσχομεν, ὡς εἶναι μὲν ὅ τί ποτε τὴν φύσιν καὶ τὴν οὐσίαν μίαν καὶ τὴν αὐτὴν ἁπλὴν καὶ ἀμέριστον, διαφόρους δὲ ποιεῖ- σθαι τὰς ἐνεργείας, ἢ πολυμερῆ καὶ διοικεῖν μορίοις ἑτέροις ἕτερα; καὶ δὴ πότερον τὸ ζῆν ἔν τινι τούτων ἐστί, καὶ τοῦτό ἐστι τὸ φυτικόν, ἢ καὶ ἐν πλείοσιν ἢ καὶ ἐν πᾶσιν, ἢ καὶ ἄλλο τι τὸ αἴτιον; ἴσον δὲ ἀμφοτέρως τῷ λόγῳ τὸ ἄπορον. εἴτε γὰρ μίαν εἴπομεν φέρε εἰπεῖν τὴν ἐν ἀνθρώπῳ πᾶσαν, διαφόρους δὲ ἔχειν τὰς ἐνεργείας, καὶ τοῦτό ἐστιν αὐτῇ τὸ θυμοῦσθαι καὶ λογίζεσθαι καὶ αἰσθάνεσθαι καὶ τἄλλα πάσχειν τε καὶ ποιεῖν, τῷ πολυδύναμον εἶναι, ὡς καὶ τὸ πῦρ εἴποις φωτίζειν καὶ ξηραίνειν καὶ καίειν καὶ ἄνω φέρε- σθαι, ἑνὸς ὄντος αὐτοῦ τὴν φύσιν καὶ τὴν οὐσίαν, καὶ τὸ μῆλον εὐῶδες ἐρυθρὸν καὶ γλυκύ, καὶ τοιόνδε σχῆμα ἔχει καὶ ἄλλ’ ἄττα διάφορα, αὐτὸ δὲ τῇ οὐσίᾳ ταὐτόν, πῶς ὁ νοῦς χωριστός, πῶς φθαρτὸν τὸ αἰσθάνεσθαι; καὶ πρὸ τούτων πῶς λογικὴ καὶ ἄλογος, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται; εἰ δὲ μὴ μίαν ἀλλὰ μεριστήν, ὡς ἄλλῳ μὲν νοεῖν ἄλλῳ δὲ ἐπιθυμεῖν, πῶς ἔσται τὸ ζῶον ἕν; πῶς ἑαυτῷ συνεχές τε καὶ συμπαθές; εἰ δὲ τοῦτο, ἀνάγκη καὶ τὰ εἰδοποιοῦντα μόρια τῆς ψυχῆς αὐτὰ ἡνῶσθαι πρότερον· εἰ δὲ ἥνωνται, τί τὸ ἑνῶσαν καὶ τί τὸ συνέχον τὴν φύσιν, εἰ μεριστή ; ἀλλ’ ἆρα μὴ τὸ σῶμα; πολλοῦ δεῖ, ὃ ψυχῆς μᾶλλον δεῖται συνέχεσθαι ἐξελθούσης γὰρ διαπνεῖ τε καὶ σήπεται. ἢ γοῦν ὑφ’ ἑτέρου τὰ μόρια ἥνωνται ἢ ὑφ’ αὑτῶν ὑφ’ αὑτῶν μὲν ἀδύνατον, ὅτι τὰς φύσεις διάφορα· εἰ δ’ ὑπ’ ἄλλου, ἢ ἓν τοῦτο πάλιν ἀνάγκη εἶναι ἢ πολυμερές. καὶ εἰ πολυμερές, ὑπόλοιπον ζητεῖν πάλιν, τί τὸ ἐκεῖνο ἑνοῦν καὶ ὅπως, κἀκεῖνο τί· καὶ οὕτως ὁ λόγος βαδιεῖται εἰς ἄπειρον. εἰ δὲ τὸ συνέχον ἕν, ἐκεῖνο μάλιστα ἂν εἴη ψυχή. εἰ δὲ τοῦτο, τί δήποτε μὴ καὶ τὴν ψυχὴν αὐτόθεν ἓν λέγομεν; εἰ γὰρ τὸ ἑνοῦν τὰ διακεκριμένα ἓν δεῖ εἶναι αὐτίκα, ἑνοῖ δὲ ψυχὴ τὸ σκεδαστὸν τοῦ σώματος, πῶς οὐκ αὐτόθεν εὔλογον μίαν αὐτὴν ὑποτίθεσθαι καὶ μὴ δεῖσθαι τρίτου τοῦ καὶ ταύτην συνέχοντος οὕτω μὲν οὖν ὁ λόγος δυσχερὴς ἑκατέρωθεν. ἢ μήποτε φύσει μὲν καὶ οὐσίᾳ οὐχ ἓν ἀλλήλοις τὰ μόρια, ἑνώσει δὲ ἄκρᾳ καὶ σχέσει καὶ συμπαθεία· διαβαίνει γάρ τι καὶ ἐκ τοῦ λόγου πρὸς τὰ πάθη καὶ τοῖς πάθεσιν ὁ λόγος συνδιατίθεται τό τε γὰρ εἴκειν τῷ λόγῳ καὶ ὑποτετάχθαι τὰ πάθη ἐκεῖθεν ἥκει τῇ συλλήψει ἐλλάμποντος, τό τε πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν ἐμποδί- ζεσθαι τῇ κοινωνία τῶν παθῶν ἐπιγίνεται καὶ οὕτως ἡ ψυχὴ μία, ὡς εἰ καὶ τὸν ὅλον ἄνθρωπον μιᾶς οὐσίας λέγοιμεν, καὶ ἀπλῶς ὡς τὰ ἐξ ὕλης καὶ εἴδους τὸ ἓν ἔχουσιν. ὕλης γὰρ κἀντεῦθεν πρὸς τὴν λογικὴν ἐπέχει λόγον ἡ ἄλογος, καὶ πρὸς ταύτην ἡ φυτική, καὶ πρὸς ἐκείνην τὸ σῶμα καὶ ὥσπερ ἐν τοῖς ἐξ ὕλης καὶ εἴδους οὐ δεῖ ζητεῖν, τί τὸ ἑνῶσαν φύσει τὸ ἡνῶσθαι καὶ οἴκοθεν ἔχοντα, ὡς αὐτομάτως καὶ ἐξ οὐδεμιᾶς προσεχεστέρας αἰτίας τὸ εἶδος τὴν ὕλην δέχεσθαι, ὁπόταν καὶ ἐπιτήδειος γένηται, οὕτω τοι κἀν τῖς ψυχαῖς εἶδος μὲν ἡ λογικὴ καὶ μορφή, ὕλη δὲ ταύτης προσεχὴς καὶ ὡς ὑποκείμενον ἔγγιον ἡ ἄλογος, τῆς δὲ ἡ φυτική, εἶτα τὸ σῶμα. καὶ τὸ μὲν φύσει πρότερον καὶ τὸ ὕστερον οὐκ ἐκβεβήκασιν, ἔχονται δὲ ἀλλήλων ἐν ταῖς συναγωγαῖς καὶ τὸ ὅλον ἕν, τῆς ἀνωτάτω τὸ κῦρος καθάπαξ ἐχούσης ἐν τῷ συνθήματι, ὡς ἐπὶ τῆς ἀνθρωπίνης ἔχει. συννεύει γὰρ ὁ λόγος τὰ πάντα πρὸς ἑαυτὸν καὶ λογοποιεῖ ἐλλάμπων τὰς ὑποβεβηκυίας ζωάς, καὶ διοικεῖ καὶ συνέχει τῷ σώματι ὡς ἐπὶ τῆς Ἡρακλείας λίθου, ἐξ ἧς καὶ ἀλλήλων ἤρτηνται τὰ σιδήρια. ἀπο- ρήσειε ὅ ἄν τις καὶ περὶ τῶν μορίων, τίνα ἔχει ἕκαστον δύναμιν ἐν τῷ σώ- ματι. εἰ γὰρ ἡ ὅλη ψυχὴ τὸ ὅλον σῶμα συνέχει, πλείους δὲ ὤφθη αὕτη τὰς δυνάμεις ἔχειν καὶ τὰ μέρη διάφορα, προσήκει καὶ τῶν μορίων ἕκαστον συνέχειν τι τῶν τοῦ σώματος μερῶν ἢ μελῶν, ὡς καί τινες τῶν πρὸ ἡμῶν διωρίσαντο διανείμαντες ἄλλοις ἄλλα μορίοις μόρια τὰ τῆς ψυχῆς τοῖς τοῦ σώματος, ὥσπερ ὁ Τίμαιος ἐν ἐγκεφάλῳ μὲν ἐγκατοικίζει τὸ λογιστικόν, τῇ δὲ καρδίᾳ τὸ θυμικόν, ἐν ἥπατι δὲ τὸ ἐπιθυμητικόν. τοῦτο δὲ ἀδύνατον· ποῖον γὰρ μέρος τοῦ σώματος ὁ νοῦς ἢ πῶς συνέξει, χαλεπὸν καὶ πλάσαι. θυμῷ μὲν γὰρ καὶ ἐπιθυμίᾳ καὶ ἄλλῳ τινί, οὗ κινουμένου κινεῖταί τι καὶ τοῦ σώματος, κἄν τις ἀληθῆ τὸν λόγον ὑπονοήσειε· νοῦς δὲ μηδενὶ προσχρώμενος ἐν τῇ ἐνεργείᾳ μορίῳ τοῦ σώματος ἅτε χωριστὸς καὶ ἀνώλεθρος πῶς συνέξει σῶμα; ἔτι δὲ μᾶλλον ἐντεῦθεν ἔσται κατάδηλον· οὐ μόνον γὰρ μορίῳ μόριον οὐκ ἀποκεκληρωμένον ἐσεῖται τῷ τῆς ψυχῆς τὸ τοῦ σώματος, ἀλλὰ καὶ πάντα ἢ καὶ τὰ πλεῖστα διὰ πάντων ἥκειν φανήσεται. τό τε γὰρ θρεπτικὸν καὶ αὐξητικόν, ἔτι δὲ καὶ αἰσθητικὸν καὶ κινητικὸν ἐν παντὶ τῷ σώματι· τούτων γὰρ καὶ ποὺς καὶ χεὶρ μετέχει καὶ κεφαλή · καὶ τὰ μὲν τοῖς ἐμψύχοις πᾶσι, τὰ δὲ μόνοις τοῖς ζώοις. φαίνεται γοῦν καὶ τὰ φυτὰ διαιρούμενα ζῆν, καὶ τῶν ἐντόμων ζώων διαιρουμένων σύνεστι κἀν τοῖς μορίοις ἡ αἰσθητικὴ καὶ κινητικὴ ψυχή, πλὴν διαφόρως ἡνωμένοις ἡ διῃρημένοις· ἐκεῖ μὲν γὰρ μία ἡ ψυχή, ὥσπερ τῷ εἴδει, οὕτω καὶ τῷ ἀριθμῷ καὶ τῇ συνεχείᾳ· νυνὶ δὲ εἴδει μὲν ταὐτὸ τοῖς τμήμασι, τῷ δὲ ἀριθμῷ συνδιέσχισται· ἑκάτερον γοῦν τῶν μορίων αἴσθησιν ἔχει καὶ κινεῖται κατὰ τόπον ἐπί τινα χρόνον. εἰ δὲ μὴ διὰ τέλους, οὐδὲν ἄτοπον· ὄργανα γὰρ οὐκ ἔχουσι τὰ ταῖς ψυχικαῖς ὑπηρετοῦντα δυνάμεσι καὶ τροφῆς εἰσαγωγὰ καὶ δεκτικὰ καὶ πεπτικά, στόμα τυχόν, κοιλίαν, ἧπαρ, οἷς τὸ ἀπορρέον τοῦ σώματος ἀνυφαίνεται, καὶ διὰ τοῦτο τὴν φύσιν οὐ σώζουσιν· ἀλλ’ οὐδὲν ἧττον ἐν ἑκατέρῳ τῶν μορίων τοῦ σώματος ἅπαντα ἐνυπάρχει τὰ τῆς ψυχῆς, καὶ ὁμοειδῆ εἰσιν ἀλλήλοις τὰ διαιρεθέντα σωμάτια καὶ τῇ ὅλῃ, ἀλλήλοις μὲν ὡς οὐ χωριστὰς τὰς ψυχικὰς δυνάμεις συνούσας ἔχοντα, ἀλλὰ πάσας ὅλα, τῆς δὲ πρότερον καὶ ὅλης ψυχῆς ὡς διαιρετῆς εἰς ὁμοειδῆ. μήποτε δὲ καὶ ὁ λόγος ἔχει τι πρόσαντες· ἐπὶ μὲν γὰρ τῶν φυτῶν καί τινων ζώων, ἴσως εὐθυπορῶν προέβαινεν· ὅτε δὲ τὰς ἐν τοῖς τελειοτέροις τῶν ζώων αἰσθήσεις καὶ κινήσεις προχειριζόμεθα, μὴ μᾶλλόν τι τὸν ἐγκέφαλον ἰδίως τῶν ἄλλων ἐπαιτιώμεθα, μὴ οὐχ ἧττον ἄτοπα λέγειν δόξαιμεν. εἰ γοῦν τις διαφορὰ κἀκείνων πρὸς ταῦτα φανείη, αὕτη καὶ τοῖς ἠπορημένοις ἔσται λύσις· ἄλλως ἐπὶ τῶν φυτῶν καὶ ἑτέρως ἐπὶ τῶν ζώων καὶ τούτων ἐν τοῖς τελειοτέροις ἡ ψυχὴ ἑνοῦται τῷ σώματι. ἐκείνοις μὲν γὰρ ἡ οἰκεία ψυχὴ ὡς ὑποκειμένοις ἀμέσως ἐχρήσατο, καὶ ὅλῳ τῷ φυτῷ, ῥίζῃ καὶ στελέχεσι καὶ κλάδοις, ἰσομοίρως ἑαυτὴν ἡ φυτικὴ ψυχὴ ἐγκατέμιξε καὶ διένειμε, τοῖς ζώων δὲ σώμασι καὶ μᾶλλον τῷ ἀνθρωπίνῳ μεσότητι χρησαμένη τῷ ἐν ἐγκεφάλῳ πνεύματι· καὶ παντὶ μὲν ἐκείνῳ καὶ δι’ ὅλου πάσας τὰς δυνάμεις ἐνέθετο πρώτως, δι’ ἐκείνου δὲ δευτέρως μετοχετεύει τῷ σώματι δι’ ὀργάνων σωμα- τικῶν, τῶν νεύρων ἴσως, τὴν ζωήν, τὴν κίνησιν καὶ τὴν αἴσθησιν. εἴ που γοῦν ἐν τῷ μέσῳ βλαβείη τὸ πνεῦμα ἐπιπορευόμενον, τὰ ἐφεξῆς τῆς ἐνδιδομένης καὶ καταλλήλου ἐνεργείας ἀφίησιν ἔρημα, ὡς οὐ πρώτως ἐνούσης αὐτοῖς τῆς ψυχικῆς δυνάμεως. ὥστε τὰ μὲν μετὰ τοῦ ἐγκεφάλου καὶ ἃ συνέχεται τῷ πνεύματι μόρια τῶν ψυχικῶν κατακορῆ τυγχάνουσιν μεταδόσεων, τὰ δὲ διασπασθέντα νενέκρωται· διὰ ταῦτα τοῖς διαιρεθεῖσι τῶν φυτῶν ἡ ψυχὴ σύνεστιν, ἐνίοις δὲ τῶν ζώων οὔ. οὐ καινοτομοῦμεν δὲ κἀν τοῖς φυτοῖς ψυχὴν ἐνεῖναι ἰσχυριζόμενοι· τί γὰρ ἄν τις τὸ ἄρχον ἐν ἑκάστῳ καὶ κρατοῦν ὀνομά- σειε; φανερὸν δὲ ὅτι καὶ ταύτης μόνης ὡς καθολικωτέρας καὶ ζῷα κοινωνεῖ καὶ φυτά, καὶ τῆς μὲν αἰσθητικῆς ἀρχῆς αὕτη χωρίζεται, οὐδὲν δὲ ταύτης ἄνευ μετέχει αἰσθήσεως.