# In Aristotelis Libros De Anima Paraphrasis 5

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ᾿Αρχὴ τοῦ τρίτου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/5

Ἐπεὶ δὲ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει τὸ μὲν ὕλη ἐν ἑκάστῳ γένει τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκεῖνα), ἕτερον δὲ τὸ ποιητικὸν καὶ αἴτιον, οὕτω ποιεῖται πάντα, οἷον ἡ τέχνη πρὸς τὴν ὕλην πέπονθεν, ἀνάγκη καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς· καὶ ἔστιν ὁ μὲν τοιοῦτος νοῦς τῷ πάντα γίνεσθαι. ὁ καὶ δυνάμει, ὁ δὲ τῷ πάντα ποιεῖν, ὁ ἐνεργείᾳ, ὡς ἕξις τις, οἷον τὸ φῶς. ἔοικε γὰρ ὁ μὲν δημιουργὸς νοῦς καὶ οὐσιοποιὸς τῷ ἡλίῳ, ὁ δὲ κατ’ ἐνέργειαν ἀνθρώπινος καὶ ἡμέτερος τῷ φωτί· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα. καὶ οὗτος ὁ νοῦς ἀμιγής ἐστιν, ὡς εἴρηται, καὶ ἀπαθὴς τῇ οὐσίᾳ ὢν ἐνεργείᾳ. ἀεὶ γὰρ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης. τὸ δ’ αὐτό ἐστιν ἡ κατ᾿ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι· ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί, ὅλως δὲ οὐδὲ χρόνῳ. καὶ παραμένων μὲν σώματι ποιὲ μὲν νοεῖ, ποτὲ δὲ οὐ νοεῖ· χωρισθεὶς δέ ἐστι μόνον τοῦθ’ ὅπερ ἐστί, καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον. ὡς δὲ τὸν δυνάμει νοῦν γίνεσθαι πάντα λέγοντες, καὶ λίθον καὶ οὐρανὸν καὶ ἄγγελον καὶ τὰ λοιπά, οὐ κατ’ οὐσίαν πάντως λέγομεν, ἀλλ’ ὡς τὰ εἴδη αὐτῶν δεχόμενον γνωστικῶς, οὕτω τοι ἀκούειν χρὴ καὶ τὸν ἐνεργείᾳ νοῦν πάντα ποιεῖν οὐχ ὅτι παράγει πάντων τὴν οὐσίαν τοῦτο γὰρ μόνου τοῦ δημιουργικοῦ), ἀλλ’ ὅτι τὸν δυνάμει νοῦν ποιεῖ πάντων δεκτικόν. πάντα δὲ ποιεῖ νοητὰ οὐχ ἁπλῶς εἰσὶ γάρ τινα καὶ καθ’ αὑτὰ τῇ φύσει νοητὰ ἅπερ εἰσὶ καὶ νοῖ), ἀλλ’ ὅσα μὴ φύσει ὄνια νοητά, τὰ ἔνυλα εὔη· τά τε γὰρ καθόλου ἀπὸ τῶν αἰσθητῶν καὶ μερικῶν συνηθροίσατο καὶ τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
