# In Aristotelis Libros De Anima Paraphrasis 7.1

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, Ἀρκὴ τοῦ δευτέρου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/7.1

διττὸν δέ, τὸ μὲν χρῶμα, τὸ δὲ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν, οἷον τὰ πυρώδη ὡς πυγολαμπίς, μύκης, κέρας· δῆλον δὲ ἔσται ὃ λέγομεν προελθοῦσι μάλιστα. νῦν δὲ τὸ ὁρατὸν κυρίως ἐστὶ χρῶμα. τοῦτο δὲ τὸ ἐγγινόμενον ἐπὶ τοῦ καθ’ αὑτὸ ὁρατοῦ, λέγω δὴ τῆς ἐπιφανείας. πολλαχῶς δὲ τοῦ καθ’ αὑτὸ λεγομένου τά τε γὰρ ἐν τῷ ὁρισμῷ κείμενα καθ’ αὑτὸ πρόσεστι τοῖς ὑποκειμένοις, οἷον τὸ ζῶον τὸ λογικὸν τῷ ἀνθρώπῳ, καὶ ὧν ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον προσλαμβάνεται, οἷς ἐνυπόκεινται, ὡς τῷ ἀριθμῷ καθ’ αὑτὰ τὸ περιττὸν καὶ τὸ ἄρτιον τοῖς γὰρ ἀμφοτέρων λόγοις ὁ ἀριθμὸς προσλαμβάνεται καὶ ἡ σιμότης τῇ ῥινί· τῷ γὰρ λόγῳ τοῦ σιμοῦ τὴν ῥῖνα προσει- λῆφθαι ἀνάγκη), οὐ καθ’ ἕτερον οὖν τῶν τρόπων καθ’ αὑτὸ ὁρατὸν τὴν ἐπιφάνειαν λέγομεν, ἀλλ’ ὡς ἔχουσαν ἐν ἑαυτῇ πρώτως τὸ αἴτιον τοῦ ὁρατὴν εἶναι, καὶ οὐχ ὥσπερ τὸ σῶμα ὁρατὸν δι’ αὐτήν, καὶ ὑποκείμενον τοῦ καθ’ αὑτὸ ὁρατοῦ χρηματίζουσαν. χρῶμα δὲ τοῦτο, οὗ καὶ αἱ ὄψεις ἀντιλαμβά- νονται, τὸ ἐν ἐπιφανείᾳ καὶ ἐξεπιπολῆς, οὐ τὸ ἐν βάθει. εἰ γὰρ καὶ δοκοῦμεν τοὺς διαφανεῖς τῶν λίθων δι’ ὅλου τοῦ βάθους κεχρωσμένους ὁρᾶν, ἀλλὰ τῆς ὄψεως ἡ ἀπάτη τῷ μὲν γὰρ διαφανεῖς εἶναι βαίνουσι διὰ τοῦ βάθους αἱ ὄψεις ἢ αἱ τῶν χρωμάτων ἐνέργειαι. σημεῖον δὲ ὡς εἰ ὕελος ἢ λίθος τῶν τοιούτων μιᾷ ἐπιφανείᾳ χρωσθείη, δόξειε δ’ ἂν ἡμῖν τὸ ὅλον σῶμα κεχρῶσθαι διὰ βάθους. καθ’ αὑτὴν μὲν ὁρατὴ διὰ ταῦτα ἡ ἐπιφάνεια, τὸ δὲ ἐν αὐτῇ καὶ πρὸ αὐτῆς ὁρατὸν χρῶμα. ἄμφω δὲ πέρατα, τὸ μὲν τοῦ ὡρισμένου σώματος, τὸ δὲ τοῦ διαφανοῦς ἔστι γὰρ χρῶμα τὸ τοῦ διαφανοῦς ἐν σώματι ὡρισμένῳ πέρας· ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν χρῶμα καὶ ἐπιφάνεια, τῷ λόγῳ δὲ διάφορον. πᾶν δὲ χρῶμα κινητικὸν εἴτ’ οὖν τελειωτικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. τότε δὲ τὸ διαφανὲς κατ’ ἐνέργειαν, ὅταν πεφωτισμένον ᾖ, δυνάμει δὲ ὅταν ἀφώτιστον. διόπερ οὐχ ὁρατόν τι ἄνευ φωτός, ἀλλὰ πᾶν τὸ ἑκάστου χρῶμα ἐν φωτὶ ὁρᾶται. διὸ περὶ φωτὸς λεκτέον καὶ πρὸ τούτου περὶ τοῦ διαφανοῦς καὶ τοῦ χρώματος. διαφανὲς οὖν λέγομεν, ὅπερ ὁρατὸν μέν ἐστιν, οὐ καθ’ αὑτὸ δὲ ὁρατὸν ὡς ἁπλῶς εἰπεῖν, ἀλλὰ δι’ ἀλλότριον χρῶμα τὸ φῶς. τοιοῦτον δέ ἐστιν ἀὴρ καὶ ὕδωρ καὶ πολλὰ τῶν στερεῶν, οἷον λίθοι, ὕελοι, κέρατα καὶ τὰ ὅμοια· οὐ γὰρ ᾗ ὕδωρ οὐδ’ ᾗ ἀὴρ οὐδ’ ᾗ ἕκαστον τῶν τοιούτων, διαφανῆ, ἀλλ’ ὅτι ἐστί τις φύσις οὐκ ἰδίως ἀφω- ρισμένη καὶ καθ’ αὑτὴν ἑστηκυῖα, ἀλλ’ ἐν ἑτέροις ἐγγινομένη. ἔν τε γὰρ τοῖς ἁπλοῖς τούτοις σώμασι τῶν στοιχείων, ἀέρι καὶ ὕδατι, ἃ καὶ ἀόριστα λέγεται, καὶ ἐν τοῖς συνθέτοις καὶ ὡρισμένοις, καὶ ἐν τῷ ἀιδίῳ δὲ τῷ ἄνω σώματι ἡ τοῦ διαφανοῦς φύσις ἐφήπλωται. αἵ τε γὰρ σφαῖραι διαφανεῖς καὶ τὸ μεταξὺ ἅπαν πῶς γὰρ ἄν αἱ ὄψεις εἰς τὸν οὐρανὸν ἱκνοῦντο;) τὰ δὲ ἄστρα οὔ. οὐ μέντοι ἐπ’ ἴσης ἑαυτὴν τοῖς δεξομένοις ἡ διαφάνεια κατενείματο, ἀλλὰ μᾶλλον μὲν τοῖς ἁπλοῖς, ἧττον δὲ τοῖς ἄλλοις· καὶ τούτοις αὖ ἀνίσως λίθοι γὰρ λίθων διαφανέστεροι, ἔτι δὲ ὕελος. ὥσπερ οὖν τῶν σωμάτων ἀνάγκη τι εἶναι ἔσχατον, οὕτω καὶ ταύτης, καὶ τοῦτο δὴ τὸ χρῶμα. ἣν γὰρ ἔξω φύσιν ἐν τοῖς ἀορίστοις χρωματιζομέην ὁρῶμεν, ταύτην καὶ ἐντὸς ἐν τοῖς ὡρισμένοις ὑπολαμβάνειν δεῖ. φαίνεται δὲ καὶ ἀὴρ καὶ θάλασσα χρωματιζόμενα καὶ γὰρ ἡ αὐγὴ τοιοῦτον. ἀλλ’ ἐκεῖ μὲν διὰ τὸ ἐν ἀορίστῳ οὐ τὴν αὐτὴν ἐγγύθεν καὶ προσιοῦσι καὶ πόρρωθεν ἔχει χρόαν οὔθ’ ὁ ἀὴρ οὔθ’ ἡ θάλασσα· ἐν δὲ τοῖς σώμασιν ἐὰν μὴ τὸ περιέχον ποιῇ μεταβάλλειν, ὥρισται καὶ ἡ φαντασία τῆς χρόας. δῆλον ἄρα ὅτι τὸ αὐτὸ κἀκεῖ κἀνθάδε δεκτικὸν τῆς χρόας. τὸ ἄρα διαφανὲς καθ’ ὅσον ἐνυπάρχει τοῖς σώμασιν, χρώματος ποιεῖ μετέχειν ὑπάρχει δὲ μᾶλλον καὶ ἧττον, καὶ τὰ χρώματα κατὰ λόγον λαμπρότερα ἢ ζοφωδέστερα. ἐπεὶ δ’ ἐν πέρατι ἡ χρόα, τούτου ἄν ἐν πέρατι εἴη. πᾶν μὲν <οὖν> χρῶμα ἐν ἐπιφανείᾳ γε καὶ σὺν ἐπιφανείᾳ, οὐ μὴν πᾶσα ἐπιφάνεια χρώματι, ὅτι μηδὲ πᾶν σῶμα διαφανὲς ὡρισμένον. τὸ μὲν γὰρ ἀόριστον δια- φανὲς ὥσπερ οὐδ’ ἐπιφάνειαν οἰκείαν τε καὶ ὡρισμένην ἔχει ὁρίζεται γὰρ τοῖς περιέχουσι καὶ συσχηματίζεται), οὕτως οὐδ’ οἰκεῖον ἔχει χρῶμα, ἀλλ’ ἔστι τῶν ἀλλοτρίων χρωμάτων διάκονόν τε καὶ δεκτικὸν ὥσπερ καὶ σχημάτων, οἷος ὁ ἀὴρ καὶ τὸ ὕδωρ. καὶ εὐλόγως ἡ φύσις ἄχρουν ἐποίησε τὸ τὰ ἀλλότρια διακονῆσον χρώματα, ὡς μὴ τὸ οἰκεῖον τῇ μίξει κωλύῃ του ἀλλοτρίου τὴν ἀκριβῆ μήνυσιν. τὸ δὲ ἐν τοῖς ὡρισμένοις σώμασι καὶ στερεοῖς διαφανὲς ὥσπερ καὶ σχήματι καὶ ἐπιφανείᾳ ὥρισται, οὕτω καὶ τούτῳ, καὶ εστι περᾶις διὰ τοῦτο τὸ χρῶμα τοῦ ὡρισμένου διαφανοῦς. τὰ δὲ ἐν βάθει τῶν ὡρισμένων διαφανῶν οὕτως ἔχει χρῶμα ὡς ἐπιφάνειάν τε καὶ σχῆμα· ὃ δὲ ἐν ἀέρι καὶ ὕδατι φῶς καὶ σκότος, τοῦτο ἐν τοῖς ἄλλοις τῶν σωμάτων λευκὸν καὶ μέλαν. ἐπεὶ δὲ λέγεται καὶ τὸ φῶς κινεῖν τὸ διαφανές, λέγεται δὲ καὶ τὸ χρῶμα, σκεπτέον τὸν τρόπον ὅπως. τὸ μὲν γὰρ ὅτι ἐνεργείᾳ ποιεῖ· διαφανές, οὕτω τελειωτικὸν αὐτοῦ λέγεται, τὸ δὲ ὅτι τὴν διαπορθμυτικὴν αὐτοῦ δύναμιν εἰς ἐνέργειαν ἄγει· διατίθεται γάρ πως ὑπὸ τοῦ χρώματος ἀναματτόμενόν πως αὐτὸ καὶ τῇ ὄψει διαδιδόν καὶ τὸ μὲν φῶς, ᾗ διαφανές, τελειοῖ, τὸ δὲ χρῶμα, ᾗ διαπορθμευτικὸν καὶ ἀπαγγελτικόν. ἔχει δὲ πρός τι ἀπορίαν ὁ περὶ τῶν τοιούτων λόγος, εἴπερ ὁρατὸν ὁ ἀὴρ καὶ ἁπλῶς τὸ διαφανὲς ὑπὸ τοῦ φωτὸς καὶ μηδενὸς προσδεῖται. εἰ γὰρ ἔν τινι σκεύει ἀποθοῖο λύχνον, τοῦ φωτὸς ἀνιόντος ἀπὸ τῆς ὀπῆς ἄνω, εἴπερ ἀποβλέψειας εἰς τὸν ὑπὲρ τοῦτον ἀέρα, οὐκ ὄψει πεφωτισμένον, εἰ μή τι στερεὸν ἀντιβαίνοι οἷον ὄροφος ἢ ἕτερόν τι· ὥστε δόξειεν ἄν μὴ δι’ αὑτὸν μᾶλλον τὸν ἀέρα ἢ τῷ ἀντιβαίνειν τὰ στερεὰ ὁρατὸν ὑπὸ τοῦ φωτὸς. εἶναι. ὃ δὲ ἐπὶ τοῦ μερικοῦ, τί κωλύει καὶ ἐπὶ τοῦ καθόλου λέγειν; μήποτε γὰρ διὰ τὸ τῷ ἡλιακῷ φωτὶ πανταχόθεν ἀντιβαίνειν στερεὰ σώματα ταύτῃ τοι ὁρατὸν τὸν ὑπὲρ ἡμᾶς ἀέρα γίνεσθαι. ὅπη γὰρ ἂν ἀποβλέψαιμεν, στερεοῖς τισιν ἐντυγχάνομεν, γῇ καὶ θαλάσσῃ καὶ ὄρεσιν· καὶ εἴ τις δὲ προσβιάζων ὑποθοῖτο, εἰ μετεωρισθῇ, τὸν ὑπὲρ τὸν ἥλιον καὶ τὸν ἀνωτάτω κατοπτεῦσαι χῶρον, οὔτι που ἴδοι, ἕως ἄν μὴ στερεοῦ τινος τῷ ἄνω φωτὶ ἀντίβασις γένοιτο. εἰ δ’ ἐστί τι ὃ περιτειχίζει καὶ τοῦτο, ἡ ἐξωτάτη καὶ ἀπλανὴς σφαῖρα, αὐτός τε ὄψεται καθαρῶς καὶ ὁ ὑπὲρ σελήνης τόπος πεφωτισμένος ἔσται διηνεκῶς. ἀλλὰ τὸ μὲν διαφανὲς τοῦτο φῶς δὲ ἡ τοῦ διαφανοῦς ἐνέργεια ἡ διαφανές· δυνάμει δὲ ἐν ᾧ τοῦτό ἐστι, καὶ τὸ σκότος. τὸ δὲ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς, ὅταν ᾖ ἐντελεχείᾳ διαφανὲς ὑπὸ τοῦ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω σῶμα καὶ γὰρ τοῦτο ὑπάρχει τι ἓν καὶ ταὐτό. Μέλλοντας δὲ τὸν περὶ φωτὸς καὶ ὄψεως ποιεῖσθαι λόγον τοσοῦτον ἀναγκαῖον προσδιορίσασθαι, ὡς οὔτε καθάπαξ, ὅ τί τις περὶ φωτὸς ἀπλῶς ἀπεφήνατο, συλληψόμεθα καὶ τὰ καίρια οὐ παρήσομεν, οὔτε μὴν πρὸς πάσας τὰς ἐνστάσεις ἀπαντῆσαι παρεσκευάσμεθα. ὅθεν εἰ μὴ κατὰ πάντα ἀποχρώντως ἔχοι, μὴ θαυμάζειν χρή · πολλὰς γὰρ ἔχει τὰς ἀντιλήψεις καὶ τὰς λύσεις ἐργωδεστέρας· μόνον γὰρ τῶν ἄλλων καὶ ἀπορώτατον, ὡς εἰπεῖν, καὶ φανότα τὸν, τὸ μὲν τῷ λόγῳ, τὸ δὲ τῇ αἰσθήσει. εὐθὺς γὰρ πότερον τὸ φῶς σῶμά ἐστιν ἢ ἀσώματον; πῶς ποτε καὶ τὸ ὁρᾶν γίνεται. πότερον κατά τινων ἀκτίνων σωματικῶν ἐκπομπὴν ἀπὸ τῶν ὀμμάτων, ὥσπερ οἱ μαθηματικοὶ λέγουσιν, ἢ τῇ εἰσδοχῇ τῆς τῶν ὁρωμένων ποιότητος, ὥσπερ οἱ φυσικοί; ἢ ἕτερόν τι μᾶλλον καὶ τρίτον, καὶ τοῦτ’ ἔσται δήπου κατὰ συναύγειαν; εἰ μὲν οὖν σῶμα τὸ φῶς, οὐ μόνον σῶμα διὰ σώματος ἔσται χωρῆσαν τὸ τοῦ φωτὸς τοῦ ἀέρος, ἀλλὰ καὶ κίνησιν σωματικὴν ἄχρονον τοῖς οὖσιν ὑποληψόμεθα· ἅμα γὰρ <τῷ> ὑπὲρ τὸν ὁρίζοντα γενέσθαι τὸν ἥλιον ἀθρόως φωτίζεται τὸ περίγειον. ἔτι εἴπερ σῶμα καὶ κινεῖται, κατά τινα τῶν σωματικῶν καὶ φυσικῶν κινήσεων κινηθήσεται· αὗται δὲ ἢ εὐθεῖα ἢ κύκλῳ, καὶ τῆς εὐθείας ἡ μὲν ἄνω, ἡ δὲ κάτω. τὸ δὲ φῶς καὶ ἄνω καὶ κάτω καὶ τοῖς ἐν μέσῳ ἰσοτίμως ὁρᾶται κινούμενον ἀθρόως γὰρ ὁ οἶκος ἅπας ἁφθέντος λύχνου φωτίζεται. οὔτε μὴν κύκλῳ· ἐν γὰρ τοῖς ἀπομήκεσι τῶν στεγασμάτων ἡ τοῦ φωτὸς συμπρόεισιν ἔλλαμψις. ἐχρῆν δήπου καὶ τὸν ἀέρα παχύτερον εἶναι φωτιζόμενον ἢ ἐν σκότει. ἀλλ’ οὐδὲ τοὺς ἀπαρτῶντας τῷ ἡλίῳ τὰς σωματικὰς τοῦ φωτὸς ἀκτῖνας ἀποδεχόμεθα, ὡς ἄν συμπροιούσας φωτίζειν καὶ μὴ γίνεσθαι κίνησιν ἀχρονον τί δ’ ἄν εἴποιεν περὶ σελήνης ἢ τῶν ἄλλων πυρῶν ὁμοίως γὰρ ἅπαντα φωτίζει), ἢ ὅταν ἐν σκότει τῇ παρατρίψει φωτίσαιμεν; οὔκουν οὐδὲ τοὺς σῶμα μὲν τιθεμένους, ἄυλον δὲ διὰ τὸ κεχωρίσθαι· οὕτω δ’ ἄν καὶ ὁ οὐρανὸς ἐν κέγχρῳ συναχθήσεται. καὶ οὐ δι’ ἀέρος μόνον, ἀλλὰ καὶ διὰ γῆς καὶ τῶν στερροτέρων ἔδει χωρεῖν, καὶ ἦν ἄν ἡμέρα καὶ ὑπὸ γῆν ὄντος τοῦ ἡλίου. ἔτι δοκεῖ τὸ φῶς ἐναντίον εἶναι τῷ σκότει· ἔστι δὲ τὸ σκότος στέ- ρησις τῆς τοιαύτης ἕξεως ἐκ τοῦ διαφανοῦς· ἡ δὲ τούτου παρουσία τὸ φῶς. ὥστε δῆλον, εἰ μή τι σῶμα τὸ σκότος, οὐδὲ τὸ φῶς, καὶ οὐκ ὀρθῶς Ἐμπεδοκλῆς οὐδ’ εἴ τις ἄλλος οὕτως εἴρηκεν, ὡς φερομένου τοῦ φωτὸς καὶ γινο- μένου ποτὲ μεταξὺ τῆς γῆς καὶ τοῦ περιέχοντος, ἡμᾶς δὲ λανθάνοντος· τοῦτο γάρ ἐστι καὶ παρὰ τὴν τοῦ λόγου ἐνάργειαν καὶ παρὰ τὰ φαινόμενα· ἐν μικρῷ μὲν γὰρ διαστήματι λάθοι ἄν, ἀπ’ ἀνατολῆς δὲ ἐπὶ δυσμὰς τὸ λανθάνειν μέγα λίαν τὸ αἴτημα. τί οὖν τὸ φῶς καὶ πῶς φωτίζεται τὰ ὁρώμενα; λέγομεν οὖν ἐνέργειάν τινα ἐκπέμπεσθαι ἀσώματον ἐκ τοῦ φωτιστικοῦ σώματος εἰς τὰ διαφανῆ πεφυκότα ταύτην δέχεσθαι, καὶ οὕτω τὸ φωτίζειν γίνεσθαι. ὡς γὰρ τὸ πῦρ καὶ πόρρω που κείμενον ἡμῶν οἶδε θερμαίνειν οὐ τῷ αὐτὸ φοιτᾶν πρὸς ἡμᾶς, ἀλλὰ τῷ αὐτὸ μὲν τὸν προσεχῆ ἀέρα θερμαίνειν πεφυκότα πάσχειν ὑπὸ τοῦ πυρός, ἐκεῖνον δὲ θερμανθέντα γίνεσθαι τοιοῦτον, ὡς δύνασθαι τὰ παρακείμενα αὐτῷ θερμαίνειν, καὶ τούτου μέχρι παντὸς γινομένου τὰ πορρω- τάτω τοῦ πυρὸς θερμαίνεσθαι, οὕτω τοι καὶ τῶν διαφανῶν σωμάτων ἐφεξῆς κειμένων συνεχῆ συμβαίνει τὴν διάδοσιν γίνεσθαι. αἵ τε γὰρ σφαῖραι ἅπτον- τι ἀλλήλων, καὶ τῆς ἐσχάτης ὁ περὶ ἡμᾶς ἀὴρ ἐφεξῆς ὤν, καὶ τούτου τὸ ὕδωρ. προσεχῶς οὖν ὁ ἥλιος εἰς τὸ παρακείμενον, σῶμα ὂν καὶ ἁπτόμενον αὐτοῦ, δράσας ποιεῖ αὐτὸ ἐνεργεία διαφανές, κἀκεῖνο τοιοῦτον γινόμενον ὁμοίου ποιητικὸν τῷ μετ’ αὐτὸ γίνεται, κἀκεῖνο ἄλλῳ · καὶ οὕτω μέχρι τῶν ἐσχάτων ἀέρος καὶ ὕδατος ἡ ὁμοία φωτιστικὴ ἐνέργεια ἀφικνεῖται· οὐ τῆς τοῦ ἡλίου ἐνεργείας εἰς τὰ ἔσχατα φοιτώσης ἀμέσως, ἀλλὰ τῶν πλησίων καὶ πρώτως πασχόντων δυναμένων καὶ εἰς τὰ δεκτικὰ τὴν αὐτὴν ἐνεργεῖν ἐνέργειαν· οὐ θαυμαστὸν δέ, εἰ ἀθρόα ἡ ἐν ἅπασιν ἐνέργεια γίνεται, ὁπότε ἀσώματος. ὥσπερ γὰρ εἰ σχοίνου τις μακρᾶς καὶ διατεταμένης τὸ ἄκρον κινήσειεν, ἡ πᾶσα σχοῖνος ἀχρόνως συγκινεῖται, διὰ τὴν τῶν μορίων συνέχειαν τοῦ πρώτου κινοῦντος τὸ μετ’ αὐτό, τοῦτο δὲ τὸ ἐχόμενον, ταῦτα λέγειν <δεῖ> καὶ περὶ τῆς φωτὸς ἐνεργείας καὶ διαδόσεως γίνεσθαι, τῷ ἐφεξῆς ἀλλήλων τὰ τοῦ κόσμου σώματα ἅπτεσθαι. ἔστιν οὖν τὸ φῶς οὔτε πῦρ οὔτε ὅλως σῶμα οὐδ’ ἀπορροὴ σώματος οὐδενός εἴη γὰρ ἄν σῶμά τι καὶ οὕτως), ἀλλ’ ἡ τοῦ διαφανοῦς ἐνέργεια ᾗ διαφανές, ὡς ἄνωθεν εἴρηται, ἥ τις ἐγγίνεται ὑπὸ ποιητικοῦ πρώτως μὲν τοῦ ἡλίου τούτῳ γὰρ ὁ θεὸς τὴν πηγὴν τοῦ φωτὸς ἐναπέθετο), δευτέρως δὲ καὶ ὅσα τῷ μετασχεῖν ἀπορροίας τινὸς τῆς ἐξ ἐκείνου φωτιστικὰ γέγονεν, ὡς σελήνη καὶ ἄστρα καὶ πῦρ. ἀλλ’ ἐοίκαμεν ἐν σκότει τὸν περὶ φωτὸς πε- ποιῆσθαι λόγον τοσαῦτα γὰρ εἰπόντες ἔτι δεδοίκαμεν, μὴ σκιὰν ἀντὶ φωτὸς κατέχοιμεν. εἰ γὰρ μὴ σῶμα, πῶς ἐν τοῖς ἐνόπτροις αἱ ἀνακλάσεις γίνονται; τοῦτο δὲ κἀν τοῖς περὶ ὄψεως ἀπορηθήσεται. τίς δὲ καὶ ἡ τοῖς πυρείοις τῶν ἀκτίνων παράτριψις καὶ θέρμανσις καὶ ἔξαψις; πόθεν δὲ καὶ τῶν ἀκρωρειῶν αἱ πεδιάδες θερμότεραι, εἴπερ μὴ τῇ διπλώσει τῶν ἀκτίνων ὁ ἀὴρ ἐθερμαίνετο; τοῦτο δὲ σώματος. καὶ τοῦτο δὴ παρέντες κατὰ σχολὴν ἐπισκέψασθαι τὸν ὅμοιον τρόπον καὶ περὶ ὄψεως διαλάβωμεν· εἰ μὲν οὖν κατ’ ἐκπομπὴν μόνην σωματικῶν τινων ἀκτίνων τὸ ὁρᾶν γίνεται, αἱ αὐταὶ κἀνταῦθα τῶν ἀποριῶν, αἵπερ καὶ περὶ φωτός. πῶς γὰρ οἷόν τε ἅμα ἀναβλέψαντας μόνῳ τῷ ὀπτικῷ πνεύματι τοῦ οὐρανοῦ ἀντιλαβέσθαι καὶ σῶμα τὸ βραχύτατον το- σαύτην ἀχρόνως κινηθῆναι διάστασιν; τό τε γὰρ ἀπὸ γῆς μέχρις οὐρανοῦ δύο ζωδίων ἐδείχθη διάστημα, ὅπερ ἕκτον τοῦ ὅλου κύκλου τοῦ τὸν οὐρανὸν διεζωκότος ἡ γὰρ ἀπὸ τοῦ κέντρου ἴση τῇ τοῦ ἑξαγώνου πλευρᾷ· ἑξάγωνος δὲ πλευρὰ τῶν δύο ζωδίων ἐστὶ τὸ διάστημα. ἡ δὲ ἀπὸ τοῦ κέντρου ἡμίσεια τῆς διαμέτρου τριπλασιεφέβδομος ἡ περίμετρος τῆς διαμέτρου. ἔτι ἐπεὶ ἀνα- βλέψαντες τὸ τεταρτημόριον ὁρῶμεν τοῦ οὐρανοῦ, εἰ αἱ ὄψεις σῶμα, ἀνάγκη διὰ τοῦ ἀέρος ἰούσας ἢ διὰ τούτου χωρεῖν, καὶ ἔσται πάλιν σῶμα χωροῦν διὰ σώματος, ἢ τέμνειν αὐτόν. καὶ εἰ τοῦτο, οὐκ ἔδει συνεχῆ ὁρᾶν τὸν οὐρανὸν οὔτε τι ἄλλο τῶν ὁρατῶν. καὶ πρὸς τούτοις πόσον ἄν εἰς τοσούτου σώματος ἐκπομπὴν ἡ κόρη διήρκεσε περιληψομένη τὸν οὐρανόν; οὕτως οὐκ αὐτάρκης ἑαυτῇ μόνῃ ἡ ὄψις ἐξιοῦσα ὁρᾶν. εἰ δὲ τῇ εἰσδοχῇ τῆς τῶν ὁρωμένων ποιό- τητος τὸ ὁρᾶν, ὡς ἄν οἱ φυσικοὶ λέγοιεν διαβαίνειν τὰς τῶν χρωμάτων ἐνερ- γείας διὰ μέσου τοῦ διαφανοῦς πρὸς τὴν ὄψιν καὶ ἀπαγγέλλειν αὐτῇ τῶν ἰδίων ὑποκειμένων, λέγω δὴ τῶν χρωμάτων, τὴν αἴσθησιν, πῶς τὸ πλῆθος τῶν ὁρωμένων γινώσκεται καὶ τὸ μέγεθος ἢ τὸ διάστημα πάντων ἐπικειμένων τῷ ὄμματι, κἀκείνου μόνου καὶ τοσούτου αἰσθομένης τῆς ὄψεως, ὅσον τὴν κόρην ἐπλήρωσε; διὰ τί δὲ καὶ εἰ πλήρης ὁ ἀὴρ τῶν τοιούτων εἰδώλων, οὐ παντα- χόθεν ὁρῶμεν, ὥσπερ δὴ καὶ ἀκούομεν καὶ ὀσφραινόμεθα; πῶς δὲ καὶ οὐ σύγχυσις τῶν χρωμάτων καὶ ἐπιμιξία τοῦτο; τῷ γὰρ ἅπαξ τὸν ἀέρα τὰ χρώματα δέχεσθαι, μὴ ὥσπερ κατὰ μῆκος, οὕτω καὶ κατὰ πλάτος πάσχειν λέγειν παράλογον. πῶς δὲ καὶ ἀνάκλασις ὄψεως γίνεται, εἰ μή τι ἐκπέμπεται; μή· ποτ’ οὖν ἐξιέναι μέν τι τῶν ὀμμάτων δεῖ λέγειν τοῦτο δὲ αὐγοειδὲς καὶ ὀπτικὸν πνεῦμα) πρὸς τὴν τῶν ὁρατῶν ἀντίληψιν, μὴ μέντοι καθάπαξ ἀρκεῖν, ὥσπερ οἱ ἀπὸ μαθημάτων λέγουσιν, ἀλλὰ δεῖσθαι καὶ τοῦ ἐκτὸς φωτὸς χειραγωγή- σοντος καὶ συναντιληψομένου, καὶ οὕτω κατὰ συναύγειαν τὴν ὄψιν ὁρᾶν. τά τε γὰρ πολλὰ τῶν ἀπόρων ἐν τούτῳ λυθήσεται, καὶ σύμφωνα τοῖς φαινομέ- νοις μᾶλλον ἔσται, εἴπερ τὰ πρότερα. ὅτι μὲν γὰρ ἐξέρχεταί τι τῶν ὀφθαλμῶν, τὸ τῶν ὀπτικῶν νεύρων πρὸς τὰ τῶν ἄλλων αἰσθητηρίων διάφορον παρίστησιν ἐναργῶς. σωλῆνες γὰρ ὥσπερ ταῦτα καὶ πόροι, ναστὰ δέ πως τὰ τῶν ἄλλων καὶ ἄτρητα. οὐχ ὁρῶμεν δὲ ἐν σκότῳ, ὅτι κοινωνίαν δεῖ τῶν φώτων εἶναι καὶ ὅτι κατὰ συναύγειαν τοῖς ὄμμασιν ἡ ἐνέργεια. πολλὴ γὰρ ἡ ἀμφοτέρων τῶν φώτων σχέσις πρὸς ἄλληλα καὶ οἰκείωσις τοῦ ὀπτικοῦ καὶ τοῦ ἔξωθεν· ζητεῖ γὰρ ἄλληλα καὶ ἑνοῦσθαι σπεύδει, καὶ τὸ μεῖζον ἕλκει τὸ ἔλαττον, τὸ δ’ ἕπεται τῆς οἰκείας ὁλότητος ἐφιέμενον. ὅθεν ἐν νυκτὶ καὶ πόρρωθεν ὄντα τὸν πυρσόν, εἰ μή τινι ἐπικρύπτοιτο, κατὰ ἄρρητον ὁρῶμεν ταχυτῆτα· καὶ οἱ ἐπὶ πλέον ἡλίῳ προσδιατρίψαντες ἢ λαμπροῖς ἑτέροις ἠρέμα τὰς ὄψεις ἀμαυροῦνται, συνεκφορουμένου τοῦ ὀπτικοῦ καὶ μερικοῦ πρὸς τὴν ἐκτὸς ὁλότητα. καθ’ αὑτὴν μὲν γὰρ ἡ ὄψις οὐκ ἰσχύει μέχρι πολλοῦ διιέναι, ἐμπίπτουσα δὲ τῷ περιέχοντι διαφανεῖ καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη διαδίδωσιν ἄχρι πλείστου συνεχοῦς ἑαυτήν, ἕως οὗ καταλάβῃ τὸ ὁρατόν, συνεκτεινομένη τῷ περὶ τὸν μεταξὺ ἀέρα φωτὶ καθὰ συγγενεῖ. ὅ τε γὰρ ἀὴρ ἄχρους ὢν καὶ διαφανὴς εὐδιάχυτός τε καὶ εὐαλλοίωτος ὡς οὐδέν, καὶ ἡ ὄψις δὲ καθαρῶς ὑπάρχει φωτοειδής. καὶ ὅπερ τὸ τοῦ λύχνου φῶς ἐν οἴκῳ δρᾶ σκοτεινῷ τῇ πρώτῃ γὰρ εἰσόδῳ τὸν ἐν αὐτῷ ἀέρα φωτίζει ὁμοῦ), τοῦτο δὴ καὶ τὴν ὄψιν νοητέον ποιεῖν ἐν τῷ μεταξὺ ταύτης τε καὶ τοῦ ὁρατοῦ πεφωτισμένῳ ἀέρι· τῇ πρώτῃ γὰρ προσβολῇ τοῦτον ἀλλοιοῦν ἰσχύει, δυνα- μουμένη τῷ ἐκτὸς φωτὶ καὶ συνεργοῦσα τούτῳ διὰ τὴν οἰκείωσιν. συνᾴδει δὲ τῷ περὶ τῆς ἐκπομπῆς τοῦ ὀπτικοῦ πνεύματος καὶ ἡ ἀποδιδομένη αἰτία τοῦ διπλᾶ ὁρᾶν ἐν τῇ παραθέσει τῶν ὀφθαλμῶν ἣ φυσικῶς ἢ τῇ τῶν δακτύλων ἐπεμβολῇ καὶ τῷ μὴ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐθεῖαν τὰς κόρας εἶναι. κωνικῶς γὰρ καὶ κατὰ τρίγωνα ὁρώσης τῆς ὄψεως, ὅταν οἱ κῶνοι ἐξ ἀμφοτερῶν τῶν ὀμμάτων ἐξίωσι καὶ προσβάλωσιν αἱ ὄψεις τοῖς ὁρατοῖς, ποιοῦσι τρίγωνα βάσιν μὲν ἔχοντα κοινὴν τὴν αἰσθητήν, πλευρὰς δὲ τὰς τοῖς κωνικοῖς ἄξοσι παρ’ ἑκάτερα ἐφεστώσας ὄψεις, καθ᾿ ἃς καὶ τῶν ὁρατῶν αἱ κρίσεις γίνονται. ἄξονες δὲ δύο περὶ τοὺς δύο κώνους, περὶ οὓς αἱ λοιπαὶ ὄψεις εἰσίν· δῆλον οὖν ὡς, εἰ μὲν ἀπαρέγκλιτος εἴη ἡ διὰ τῶν κέντρων τῶν κρυσταλλοειδῶν ἐν τοῖς ὄμμασιν ἀγομένη εὐθεία, αἱ ἐκ τῶν δύο κώνων ἴσον ἀφεστηκυῖαι τῶν ἀξόνων ὄψεις κατὰ τὰ αὐτὰ σημεῖα προσβαλοῦσιν, ὡς ἐφαρμόζειν ἀλλήλοις τὰ πέρατα τῶν ὄψεων τῶν ἴσων παρ’ ἑκατέρου τῶν ἀξόνων ἐφεστηκυιῶν. ἐπειδὰν δὲ μὴ ἀπατέγκλιτοι ὦσιν οἱ κῶνοι, ὥσπερ ὅταν ἡ θέσις διαστραφείη τῆς ὄψεως, αἱ ἴσον ἀφεστηκυῖαι τῶν ἀξόνων ἑκατέρου τοῦ κώνου οὐ τοῖς αὐτοῖς προσβαλοῦσι σημείοις, καὶ εἰκότως οὐχ ὡς ἑνὸς τοῦ ἑνὸς ἀντιλαμβάνονται ἀλλ᾿ ὥσπερ κἄν εἰ δύο εἴη τὰ αἰσθητὰ καὶ πλείονα, διὰ τὸ ἄλλας προσπίπτειν ὄψεις κατὰ μηδὲν συμβαλλούσας ἀλλήλαις καὶ τὰς γωνίας διαφόρους γίνεσθαι· συμβαίνει γὰρ εἰς τὸ αὐτὸ αἰσθητὸν ἐξ ἑκατέρου κώνου ὄψεις προσβάλλειν μὴ ἴσον τῶν ἀξόνων ἀφεστηκυίας, καὶ ἐπεὶ διάφοροι πρὸς τὰ αὐτὰ σημεῖα τοῦ αἰσθητοῦ αἱ γωνίαι γίνονται, εἰκότως καὶ δύο αἱ κρίσεις· καὶ διὰ τοῦτο καὶ δύο τὸ ἓν αἰσθητὸν δοκεῖ. Ἔστι μὲν οὖν χρώματος δεκτικὸν τὸ ἄχρουν, ψόφου δὲ τὸ ἄψοφον, ὀσμῆς δὲ τὸ ἄνοσμον ταῦτα δὲ ὁ ἀὴρ πρώτως καὶ δευτέρως τὸ ὕδωρ. εἰ γὰρ εἶχέ τι τούτων ὁ ἀὴρ οἰκεῖον παρεμφαινόμενον ἐκώλυεν ἄν τὸ ἀλλότριον, ὥσπερ ἐπὶ τῆς ἀχρωματίστου ὑέλου καὶ τῆς κεχρωσμένης ἔστιν ὁρᾶν· ἡ μὲν γὰρ πάντα τὰ ἀλλότρια διαπορθεύσει χρώματα, καὶ μᾶλλον ὅσῳ καὶ μᾶλλον διει- δής· ἡ δὲ οὔτε πάντα οὔτ’ ἀκριβῶς, ἀλλ’ ἓν μόνον προφανεῖ τὸ προκατα- λαβόν. ἔτι δὲ καὶ ἐντεῦθεν μᾶλλον τὰ γὰρ ἐνθαδὶ κείμενα χρώματα διά- φορα ὄντα πολλάκις καὶ ἐναντία οἵ τε ἔμπροσθεν καὶ οἱ ὄπισθεν καὶ ἁπλῶς οἱ κατὰ πᾶν ὄντες μέρος ἐπόψονται καὶ διὰ τοῦ αὐτοῦ μορίου τοῦ ἀέρος, ὅπερ, εἰ αὐτὸς ἐχρώννυτο, οὐκ ἄν ἐγίγνετο οὐ γὰρ ἐδύνατο ἅμα τοῖς ἐναντίοις χρώννυσθαι. καὶ ἡ μὲν ὄψις τοίως ἢ τοίως διατιθεμένη ὑπὸ τῶν χρωμάτων πάσχει, τὸ δὲ μεταξὺ διαφανὲς ἀπαθὲς μένει. ἄχρουν οὖν τὸ διαφανὲς καὶ ἀόρατον ἢ τὸ μόλις ὁρώμενον, οἷον δοκεῖ τὸ σκοτεινόν. τοιοῦτον δὲ τὸ διαφανές, ἀλλ’ οὐχ ὅταν ᾖ ἐντελεχείᾳ διαφανές, ἀλλ᾿ ὅταν δυνάμει· ἡ γὰρ αὐτὴ φύσις ὁτὲ μὲν φῶς ὁτὲ δὲ σκότος ἐστίν. οὐ πάντα δὲ ἃ ὁρατά ἐστιν ἐν φωτί ἐστιν, ἀλλὰ μόνον ἑκάστου τὸ οἰκεῖον χρῶμα· ἔνια γὰρ ἐν τῷ μὲν φωτὶ οὐχ ὁρᾶται, ἐν δὲ τῷ σκότει ποιεῖ αἴσθησιν, οἷον τὰ πυρώδη φαινόμενα καὶ λάμ- ποντα ἀνώνυμα δὲ ταῦτα ἑνὶ ὀνόματι εἰ μή τις κοινὸν τὸ λαμπρὸν θείη), οἷον μύκης, κέρας, κεφαλαὶ ἰχθύων καὶ λεπίδες καὶ ὀφθαλμοί ἀλλ᾿ οὐδενὸς ὁρᾶται τὸ οἰκεῖον χρῶμα τούτων. ἕξ οὖν, ὡς κοινῶς εἰπεῖν, τυγχάνει τὰ ὁρατά· ὧν τὰ μὲν ἐν φωτὶ μόνως ὁρᾶται, ἃ δὴ καὶ καλεῖται χρώματα, τὰ δὲ μόνως ἐν σκότει, οἷον τὰ προειρημένα πυρώδη· νικᾶται γὰρ τὸ τούτων λαμπρὸν μειζοτέρῳ τῷ φωτί· τὰ δὲ καὶ ἐν σκότει καὶ ἐν φωτί, ὡς σελήνη καί τινες τῶν ἀστέρων καὶ τὸ πῦρ. ὁρατὸν δὲ καὶ τὸ ἐνεργείᾳ διαφανὲς ὁ πεφωτισμένος δηλαδὴ ἀήρ. ἔτι δὲ καὶ τὸ σκότος ὁρατὸν τὸ καὶ δυνάμει διαφανές· τῇ γὰρ ὄψει κρίνομεν ἀποφατικῶς. ἕκτον ἐπὶ τούτοις γένος τῶν ὁρατῶν ὁ ἥλιος τὸ μάλιστα πάντων φανότατον, ὃν οὔτε ἐν σκότῳ ὁρατὸν θείημεν ἀφανιστικὸς γὰρ αὐτοῦ) οὔτε ἐν ἡμέρᾳ· αὐτὸς γὰρ τῆς ἡμέρας δημιουργός. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ προρρηθέντα πυρώδη ἐν νυκτὶ ἢ ὅλως ὁρᾶται μήτε πῦρ ὄντα μήτε χρῶμα ἔχοντα, ἄλλος λόγος πέφυκε γὰρ ὁ ἀὴρ ὑπὸ παντὸς λαμπροῦ φωτίζεσθαι. περὶ δὲ τῶν ἀστέρων ὁρωμένων ἐν νυκτὶ ἀπορήσειεν ἄν τις· εἰ γὰρ αἰτία τοῦ μὴ ἐν ἡμέρᾳ φαίνεσθαι τὸ κρύπτεσθαι τῇ περιουσίᾳ τῆς ἡλιακῆς λαμπρότητος, πῶς ἐν νυκτὶ ὁρῶνται οὐδὲν ἧττον ὄντες ἐν φωτί; τὸ γὰρ κωνικὸν τῆς γῆς ἀποσκίασμα, ὃ δὴ νύξ ἐστιν, οὐχ ὑπερβαίνει τὴν τῆς σελήνης σφαῖραν, ἀλλ’ αὐτοῦ που μυουριζόμενον ἀπολήγει, διηνεκῶς δὲ ὁ ὑπὲρ σελήνην φρυκτωρεῖται τόπος. ἢ πρὸς τοῦτο ἐκεῖνο ἀπο- χρήσει ῥηθέν, ὡς κεχυμένου περὶ ἡμᾶς τοῦ κώνου τῆς σκιᾶς τῆς γῆς τὸν μὲν παρ’ ἑκάτερα πεφωτισμένον ἀέρα οὐχ οἷόν τε ὁρᾶν, τὰ μέντοι ἄστρα ὁρᾶν, ἰσχυροποιουμένης τῷ πολλῷ σκότει τῆς ὄψεως καὶ μὴ διακρινομένης, ὡς κἄν ἐν νυκτὶ πόρρωθεν ὄντες τοῦ πυρσοῦ αὐτὸν μὲν ὁρῶμεν, τὸν δὲ περὶ αὐτὸν πεφωτισμένον οὐχ ὁρῶμεν ἀέρα. ἤρκεσε γὰρ τῇ ὄψει πρὸς τὴν τούτων αἴσθησιν τὸ διὰ τοσούτου προελθεῖν σκότους, ὅπου γε καὶ ἐν σταθερᾷ μεσημ- βρίᾳ ὄψεταί τις ἀστέρας, εἴπερ εἰς φρέαρ κατέλθοι βάθος ἀξιόλογόν τι ἔχον τὸ γὰρ αὐτὸ κἀκεῖ αἴτιον, δυναμουμένης τῆς ὄψεως καὶ περικλωμένης τῇ μέχρι τοῦ στομίου τοῦ ἀέρος παχύτητι καὶ ζοφερότητι. ἐν γὰρ ταῖς τοιαύταις τοῦ ἀέρος καταστάσεσιν μᾶλλόν τι τῇ ὄψει ἡ ἐνέργεια ἔνθεν ἀνατέλλων ἢ δύνων ὁ ἥλιος ἀνεμποδίστως ὁρᾶται καὶ μείζων ἑαυτοῦ, ὡς διὰ νοτεροῦ καὶ ἠρέμα παχέος τοῦ ἀέρος τοῦ προσγείου ὁρώμενος. Τούτων οὕτω διωρισμένων μικρὸν ἔτι περὶ γενέσεως καὶ διαφορᾶς χρωμάτων φιλοσοφήσωμεν, ὡς ἄν ἐντελέστερον οὕτω τὸν περὶ ὄψεως καταθῶμεν λόγον. ἁπλᾶ μὲν οὖν τῶν χρωμάτων ἐστίν, ὅσα τοῖς στοιχείοις συνακολουθεῖ, οἷον πυρὶ καὶ ἀέρι καὶ ὕδατι καὶ γῇ. ἀὴρ μὲν οὖν καὶ ὕδωρ καθ’ αὑτὰ τῇ φύσει λευκά, τὸ δὲ πῦρ ξανθόν. καὶ ἡ γῆ δέ ἐστι φύσει λευκή, παρὰ δὲ τὴν βαφὴν πολύχρους φαίνεται. δῆλον δὲ τοῦτο ἐπὶ τῆς τέφρας· ἐκκαυθέντος γὰρ τοῦ τὴν βαφὴν πεποιηκότος ὑγροῦ λευκὴ γίνεται, οὐ παντελῶς δὲ διὰ τὸ καπνῷ βεβάφθαι μέλανι ὄντι. τὸ δὲ μέλαν χρῶμα συνακολουθεῖ τοῖ.ς στοιχείοις, εἰς ἄλληλα μεταβαλλόντων· τὰ δὲ ἄλλα ἐκ τούτων εὐσύνοπτα· τῇ μίξει γὰρ κεραννυμένων ἀλλήλοις γίνεται. τὸ δὲ σκότος ἐκλείποντος τοῦ φωτὸς γίνεται· τριχῶς γὰρ τὸ μέλαν ἡμῖν φαίνεται. ἢ γὰρ ὅλως τὸ μὴ ὁρώμενόν ἐστι τῇ φύσει μέλαν, ἢ ἀφ’ ὧν μηδὲν ὅλως φέρεται φῶς πρὸς τὰς ὄψεις· τὸ γὰρ μὴ ὁρώμενον, ὅταν ὁ περιέχων τόπος ὁρᾶται, φαντασίαν ποιεῖ μέλανος· φαίνεται δὲ καὶ ταῦτα ἡμῖν μέλανα, ἀφ’ ὅσων ἀραιὸν καὶ ὀλίγον ἰσχυρῶς ἀνακλᾶται τὸ φῶς. διὸ καὶ αἱ σκιαὶ μέλαιναι φαίνονται· ὁμοίως δὲ καὶ τὸ ὕδωρ, ὅταν τραχυνθῇ, καθάπερ καὶ ἡ τῆς θαλάσσης φρίκη· διὰ γὰρ τὴν τραχύτητα τῆς ἐπιφανείας ὀλίγων τῶν αὐγῶν προσπιπτουσῶν καὶ διασπωμένου τοῦ φωτός, τὸ σκιερὸν μέλαν φαίνεται. καὶ τὸ νέφος ὅταν ᾖ πυκνὸν ἰσχυρῶς, καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ, ὅταν μὴ παντελῶς διαδῦνον τὸ φῶς ἔχωσι, διὰ τὸ βάθος μέλανα δοκεῖ. ὥστε τὸ σκότος οὐ χρῶμα, ἀλλὰ μόνον φωτὸς στέρησις. τὸ δὲ μέλαν χρῶμα συμβαίνει γίνεσθαι, ὅταν ὁ ἀὴρ καὶ τὸ ὕδωρ τὰ μεμιγμένα τοῖς σώμασιν ὑπὸ τοῦ πυρὸς διακαυθῇ, καθάπερ ξύλα καὶ ἄνθρακες σβεσθέντος τοῦ πυρός. διὸ καὶ τοῦ καπνοῦ μελάντατος γίνεται ὁ ἀπὸ τῶν πιόνων καὶ λιπαρῶν, οἷον ἐλαίου καὶ πίττης καὶ δᾳδός, διὰ τὸ μάλιστα ταῦτα καίεσθαι καὶ συνέχειαν ποιεῖν. μέλανα δὲ καὶ ταῦτα γίνεται, δι’ ὅσων ῥεῖ τὸ ὕδωρ, ὅταν βρυωθέντων τὸ πρῶτον ἀναξηρανθῇ τὸ ὑγρόν, καθάπερ καὶ τὰ ἐν τοῖς τοίχοις κονιάματα καὶ οἱ καθ’ ὕδατος λίθοι· καὶ γὰρ οὗτοι βρυωθέντες ὕστερον ἀποξηραινόμενοι γίνονται μέλανες. τὰ μὲν οὖν ἀπλᾶ τῶν χρωμάτων ταῦτα καὶ τοσαῦτά ἐστι. τὰ δὲ ὠὰ ἐκ τούτων τῇ κράσει καὶ τῷ μᾶλλον καὶ ἧτον γινόμενα πολλὰς καὶ ποικίλας ποιεῖ χρωμάτων φαντασίας · κατὰ μὲν τὸ μᾶλλον καὶ ἧττον, ὥσπερ τὸ φοινικοῦν καὶ τὸ ἁλουργόν, κατὰ δὲ τὴν κρᾶσιν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν, ὅταν μιχθέντα φαιοῦ ποιήσῃ φαντασίαν. διὸ τὸ μέλαν καὶ σκιερὸν τῷ φωτὶ μιγνύμενον φοινικοῦν. τὸ γὰρ μέλαν μιγνύμενον τῷ τε τοῦ ἡλίου καὶ τῷ τοῦ πυρὸς φωτί φῶς γὰρ καὶ τὸ τοῦ πυρὸς χρῶμα) θεωροῦμεν ἀεὶ γινόμενον φοινικοῦν, καὶ τὰ μέλανα πυρωθέντα πάντα εἰς χρῶμα μεταβάλλοντα φοινικοῦν· αἵ τε γὰρ καπνώδεις φλόγες καὶ οἱ ἄν- θρακες, ὅταν ὦσι διακεκαυμένοι, φαίνονται χρῶμα ἔχοντες φοινικοῦν. τὸ δ’ ἁλουργὸν εὐανθὲς γίνεται καὶ λαμπρόν, ὅταν τῷ μετρίῳ λευκῷ καὶ σκιερῷ κραθῶσιν ἀσθενεῖς αἱ τοῦ ἡλίου αὐγαί. διὸ καὶ περὶ ἀνατολὰς καὶ δύσεις ὁ ἀὴρ πορφυροειδὴς ἔστιν ὅτε φαίνεται, περὶ ἀνατολὴν καὶ δύσιν ὄντος τοῦ ἡλίου· ἀσθενεῖς γὰρ οὖσαι τότε μάλιστα πρὸς σκιερὸν ὄντα τὸν ἀέρα προσβάλλουσιν. φαίνεται δὲ καὶ ἡ θάλασσα πορφυροειδής, ὅταν τὰ κύματα μετεωριζόμενα κατὰ τὴν ἔγκλισιν σκιασθῇ πρὸς γὰρ τὸν ταύτης κλισμὸν ἀσθενεῖς αἱ τοῦ ἡλίου αὐγαὶ προσβάλλουσαι ποιοῦσι φαίνεσθαι τὸ χρῶμα ἁλουργόν. ὃ καὶ ἐπὶ τῶν πτερωμάτων θεωρεῖται γινόμενον· ἐντεινόμενα γάρ πως πρὸς τὸ φῶς ἁλουργὸν ἔχει τὸ χρῶμα. ἐλάττονος δὲ τοῦ φωτὸς προσβάλλοντος ζοφερόν, ὃ καλοῦσιν ὄρφνιον. καὶ σχεδὸν τὰ αἴτια κοινῶς τῆς τῶν χρωμάτων γενέσεως ἔν τε τοῖς ἔξω καὶ ἀορίστοις τῶν σωμάτων καὶ ἐν τοῖς ὡρισμένοις ταῦτά ἐστι μάλιστα τό τε ἀπὸ τοῦ ἡλίου φῶς καὶ τὸ ἀπὸ τοῦ πυρὸς καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ· κεραννύμενα γὰρ τῷ μᾶλλον καὶ ἧττον πάσας ὡς εἰπεῖν τὰς χρόας ἀποτελεῖ. ἐπιληπτέον δὲ καὶ ἀπὸ τῶν ἄλλων χρωμάτων ταῖς αὐγαῖς κεραννυμένων τὴν ὁμοιότητα· οἱ γὰρ ἄνθρακες καὶ ὁ καπνὸς καὶ τὸ θεῖον καὶ τὰ πτερώματα κεραννύμενα τὰ μὲν ταῖς τοῦ ἡλίου αὐγαῖς, τὰ δὲ ταῖς τοῦ πυρός, πολλὰς καὶ ποικίλας ποιοῦσι μεταβολὰς χρωμάτων. τὰ δὲ καὶ τῇ πέψει θεω- ρητέον, γινόμενα ἐν φυτοῖς καὶ καρποῖς καὶ τριχώμασι καὶ πτερώμασι καὶ τοῖς τοιούτοις πᾶσι. δεῖ δὲ μὴ λανθάνειν τὸ πολυειδὲς καὶ τὸ ἄπειρον τῶν χρωμάτων, διὰ πόσα συμβαίνει γίνεσθαι· εὑρήσομεν γὰρ ἢ διὰ τὸ τῷ φωτὶ καὶ ταῖς σκιαῖς ἀνίσως καὶ ἀνωμάλως λαμβάνεσθαι καὶ γὰρ αἱ σκιαὶ καὶ τὸ φῶς κατὰ τὸ μᾶλλον καὶ ἧττον πολὺ διαφέρουσιν αὑτῶν, ὥστε καὶ καθ’ αὑτὰς καὶ μετὰ τῶν χρωμάτων μιγνύμεναι ποιοῦσι μεταβολὰς χρωμάτων), ἢ τῷ τὰ κεραννύμενα τῷ πλήθει καὶ ταῖς δυνάμεσι διαφέρειν, ἢ τῷ λόγους ἔχειν μὴ τοὺς αὐτούς. πολλὰς γὰρ καὶ τὸ ἁλουργὸν ἔχει διαφορὰς καὶ τὸ φοινικοῦν καὶ τῶν ἄλλων ἕκαστον τῶν ὡρισμένων ἑπτὰ γὰρ τῶν χρωμάτων ὥρισται καὶ πλέον οὐδέν, λευκόν, μέλαν, φοινικοῦν, ἁλουργόν, πράσινον, κυανοῦν, φαιόν, τὸ δὲ ξανθὸν ὑπάγεται τῷ λευκῷ)· κατὰ γὰρ τὸ μᾶλλον καὶ ἧττον καὶ κατὰ τὴν πρὸς ἄλληλα μῖξιν καὶ εἰλικρίνειαν αὐτῶν ἡ πολυσχιδὴς ἑτερότης γίνεται. ποιεῖ δὲ διαφορὰν καὶ τὸ λαμπρὸν ἢ στίλβον εἶναι τὸ μιγνύμενον ἢ τοὐναν- τίον αὐχμηρὸν καὶ ἀλαμπές. ἔστι δὲ τὸ στίλβον οὐκ ἄλλο τι ἢ συνέχεια φωτὸς καὶ πυκνότης. τὸ γὰρ χρυσοειδὲς γίνεται, ὅταν τὸ ξανθὸν καὶ τὸ ἡλιῶ- δες πυκνωθὲν ἰσχυρῶς στίλβῃ. ἔστι δὲ καὶ ἃ λειούμενα τρίψει καὶ δυνάμεσί τισιν ἀλλοίας ἴσχει καὶ ποικίλας τὰς χρόας. καὶ πρὸς τούτοις ἐκεῖνο ἰστέον, ὡς οὐδὲν τῶν χρωμάτων ὁρῶμεν εἰλικρινὲς οἷόν ἐστιν, ἀλλὰ πάντα κεραννύμενα ἀλλήλοις. καὶ γὰρ ἂν μηδενὶ τῶν ἄλλων, ταῖς γε τοῦ φωτὸς αὐγαῖς καὶ ταῖς σκιαῖς κεραννύμενα ἀλλοῖα, καὶ οὐχ οἷά ἐστι, φαίνεται. διὸ καὶ τὰ ἐν σκιᾷ θεωρούμενα καὶ ἐν φωτὶ καὶ ἡλίῳ, καὶ σκληρᾷ αὐγῇ ἢ μαλακῇ, καὶ κατὰ τὰς ἐγκλίσεις οὕτως ἢ οὕτως, καὶ κατὰ τὰς ἄλλας διαφοράς, ἀλλοῖα φαίνεται καὶ οὐχ οἷά ἐστι. καὶ ταῖς πρὸς τῷ πυρὶ καὶ τῇ σελήνῃ, καὶ ταῖς τῶν λύχνων αὐγαῖς, διὸ καὶ τὸ φῶς ἑκάστου τούτων ἀλλοιοτέραν ἔχει χρόαν. καὶ τῇ πρὸς ἄλληλα δὲ μίξει τῶν χρωμάτων· δι’ ἀλλήλων γὰρ φαινόμενα χρώζεται, ὥσπερ ἂν εἰ καὶ γραφεῖς ποιῶσι. καὶ τὰ βαπτόμενα δὲ πάντα τὰς χρόας ἀπὸ τῶν βαπτόντων λαμβάωει. πολλὰ μὲν γὰρ τοῖς ἄνθεσι βάπτεται τοῖς φυομένοις, πολλὰ δὲ ῥίζαις, πολλὰ δὲ φλοιοῖς ἢ φύλλοις ἢ καρποῖς. ἔτι δὲ γῇ μὲν πολλά, πολλὰ δὲ ἀγρῷ, πολλὰ δὲ καὶ μελαντηρίᾳ. τὰ δὲ καὶ τοῖς ζώων χυλοῖς, καθάπερ καὶ τὸ ἁλουργὲς τῇ πορφύρᾳ. τὰ δὲ οἴνῳ. τὰ δὲ καπνῷ τὰ δὲ κονίᾳ, τὰ δὲ θαλάττῃ, ὥσπερ τὰ τριχώματα τῶν θαλαπίων . πολλὰς δὲ καὶ αἱ στύψεις ἐν τῇ βαφῇ ποιοῦσι διαφορὰς καὶ μίξεις. καὶ οἱ καρποὶ δὲ πεπαινόμενοι μεταβάλλουσιν εἰς τὸ κατὰ φύσιν χρῶμα · καὶ γὰρ λευκοὶ καὶ φαιοὶ καὶ ξανθοὶ καὶ μελανοειδεῖς καὶ φοινικοῖ καὶ οἰνωποὶ καὶ κροκοειδεῖς καὶ σχεδὸν ἁπάσας ἔχοντες γίνονται τὰς τῶν χρωμάτων διαφοράς· ἐπεὶ δὲ τὰ πλεῖστα γίνονται τῶν χρωμάτων πλειόνων κεραννυμένων ἀλλήλοις, φανερὸν ὅτι καὶ τὰς ἐν τοῖς φυτοῖς χρόας ἀνάγκη τὰς αὐτὰς ἔχειν κράσεις· διὰ τούτων γὰρ τὸ ὑγρὸν διηθούμενον καὶ μεθ’ ἑαυτοῦ συνεκβλύζον ἁπάσας λαμβάνει τὰς τῶν χρωμάτων δυνάμεις. καὶ τούτου συνεψομένου περὶ τὰς τῶν καρπῶν πέψεις ὑῶ τε τοῦ ἡλίου καὶ τῆς τοῦ ἀέρος θερμότητος ἕκαστα καθ’ ἑαυτὰ συνίσταται τῶν χρωμάτων, τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον, καθάπερ συμβαίνει καὶ περὶ τὴν βαφὴν τῆς πορφύρας. γίνεται δὲ καὶ τὰ τριχώματα καὶ τὰ πτερώματα καὶ τὰ δέρματα καὶ ἵππων καὶ βοῶν καὶ προβάτων καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ἀπάντων καὶ λευκὰ καὶ φαιὰ καὶ πυρρὰ καὶ μέλανα ὑπὸ τῆς φύσεως διὰ τὴν αὐτὴν αἰτίαν τῷ γὰρ πολυειδῶς ἐν τῇ μίξει τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ πεπέφθαι καὶ ἐξηράνθαι πολυειδῆ καὶ τὰ χρώματα γίνεται. λευκὰ μὲν ὅταν ἔτι ὑπὸ τῆς πέψεως τὸ ὑγρὸν τὸ οἰκεῖον ἔχον χρῶμα καταξηρανθῇ, μέλανα δὲ τοὐναντίον, ὅταν αὐτῶν ἐν τῇ γενέσει τὸ περὶ τὸν χρῶτα ὑγρόν, καθάπερ ἐν τοῖς ἄλλοις ἅπασι, παλαιούμενον καὶ χρονιζόμενον διὰ τὸ πλῆθος καταμελανθῇ · πάντων γὰρ τῶν τοιούτων ὅ τε χρὼς καὶ τὰ δέρματα γίνεται μέλανα. φαιὰ δὲ καὶ ξανθὰ καὶ πυρρὰ καὶ τὰς ἄλλας ἔχοντα χρόας, ὅσα φθάνει καταξηραινόμενα πρότερον ἢ τελέως μεταβάλλειν ἐν αὐτοῖς εἰς τὸ μέλαν χρῶμα τὸ ὑγρόν. οἷς δὲ ἀνωμάλως τοῦτο συμβῇ καὶ τὰ χρώματα τοιαῦτα γίνεται ποικίλα · διὸ καὶ πάντα τοῖς δέρμασι καὶ τῷ χρώματι συνανακολουθεῖ, ἐπεὶ καὶ τῶν ἀνθρώπων τῶν ἐμπύρρων καὶ τὰ τριχώματα γίνεται λευκόπυρρα, τῶν δὲ μελάνων μέλανα. οὕτως ἅπαντα τὰ τριχώματα καὶ τὰ πτερώματα τοῖς δέρμασι συνακολουθεῖ, καὶ τὰ κατὰ μέρος καὶ τὰ κατὰ σῶμα ὅλον. ὁμοίως δὲ τούτοις ὁπλαὶ καὶ χηλαὶ καὶ ῥύγχη καὶ κέρατα· καὶ γὰρ ταῦτα τῶν μελάνων γίνεται μέλανα, τῶν δὲ λευκῶν λευκά, διὰ τὸ καὶ τούτοις ἅπασι διὰ τοῦ δέρματος τὴν τροφὴν εἰς τὴν ἐκτὸς περιοχὴν διηθεῖσθαι. ἀνακεφαλαιούμενοι δὲ τὰ εἰρημένα λέγομεν ὡς ἐνδέχεται καὶ παρ’ ἀλληλα τιθέμενα τὸ λευκὸν καὶ τὸ μέλαν, ὥστε ἑκάτερον εἶναι ἀόρατον διὰ σμικρότητα, τὸ δ’ ἐξ ἀμφοῖν ὁρατὸν γίνεσθαι· καὶ ἐπεὶ οὔτε λευκὸν οὔτε μέλαν οἷόν τε ἀκραιφνὲς τοῦτο εἶναι, ἔχειν δέ τι χρῶμα ἀνάγκη, μικτόν τι τοῦτο καὶ ἕτερον εἶδος χρόας, παρ’ οἷς συνετέθη. ὃ δὲ ἐπὶ τούτων, καὶ ἐπὶ τῶν ἄλλων χρωμάτων κεραννυμένων οὐδὲν κωλύει γίνεσθαι. ἔστι μὲν οὖν οὕτως ὑπολαβεῖν πλείους γίνεσθαι χρόας, πολλὰς δὲ καὶ τῷ λόγῳ· τρία γὰρ πρὸς δύο, καὶ τρία πρὸς τέτταρα, καὶ κατ’ ἄλλους ἀριθμοὺς ἔστι παρ’ ἄλληλα κεῖσθαι, τὰ δὲ ὅλως μὲν κατ’ οὐδένα λόγον, καθ’ ὑπεροχὴν δέ τινα καὶ ἔλλειψιν ἀσύμμετρον, καὶ τὸν αὐτὸν δὴ τρόπον ἔχειν ταῦτα ταῖς συμφωνίαις τὰ μὲν γὰρ ἐν ἀριθμοῖς εὐλογίστοις χρώματα ἥδιστα, καθάπερ ἐκεῖ αἱ συμφωνίαι, οἷον τὸ ἁλουργόν τὸ φοινικοῦν, τὸ χρυσοειδὲς καὶ ὀλίγα ἄττα τοιαῦτα, δι’ ἥνπερ αἰτίαν καὶ αἱ συμφωνίαι ὀλίγαι, τὰ δὲ ἄλλα χρώματα οὐκ ἐν ἀριθμοῖς. ἢ καὶ πάσας μὲν δεῖ λέγειν ἐν ἀριθμοῖς εἶναι τὰς χρόας, ἀλλὰ τὰς μὲν τεταγμένας, τὰς δὲ ἀτάκτους. εἷς μὲν οὖν τῆς τῶν χρωμάτων γενέ- σεως τρόπος οὗτος, ἕτερος δὲ τὸ φαίνεσθαι δι’ ἀλλήλων, οἷον ἐνίοτε οἱ γραφεῖς ποιοῦσιν· ἑτέραν χρόαν ἐφ’ ἑτέραν ἐναργεστέραν ἐπαλείφουσιν, ὥσπερ ὅταν ἐν ὕδατι ἢ ἐν ἀέρι βούλωνταί τι ποιῆσαι φαινόμενον. τὰ δὲ ὅλως οὐκ ἐν λόγῳ, ἀλλ’ ἐν μίξει καὶ κράσει τῇ τῶν στοιχείων καὶ φυσικῶς ἐν τοῖς συνθέτοις τῶν σωμάτων πᾶσιν· ὃς δὴ καὶ κυριώτερος τῶν ἄλλων καὶ πολυειδέστερος ὅσα γὰρ ἔξωθεν ἢ ποιᾷ κράσει ἢ σχέσει ἢ τέχνῃ χρωμάτων εἴδη γίνεται, ταῦτα ἐκ περιτ.τοῦ ἔνδον ἡ φύσις ποιεῖ ἔν τε τοῖς ἁπλοῖς τῶν σωμάτων καὶ συνθέτοις. Τοσαῦτα καὶ περὶ χρωμάτων ὡς ἐν παρεκβάσει διαλαβόντες πάλιν ἐπανιότες λέγομεν. φανερὸν οὖν ὅτι τὸ μὲν ἐν φωτὶ ὁρώμενον χρῶμα. διὸ οὐχ ὁρᾶται ἄνευ φωτός· τοῦτο γὰρ καὶ ἦν αὐτῷ τὸ χρώματι εἶναι, τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς· ἡ δ’ ἐντελέχεια τοῦ διαφανοῦς φῶς ἐστιν. σημεῖον δὲ τοῦ τὰ χρώματα ἐν φωτὶ ὁρᾶσθαι καὶ διὰ μέσου τοῦ διαφανοῦς· εἰ γάρ τις θείη τὸ ἔχον χρῶμα ἐπ’ αὐτὴν τὴν ὄψιν, οὐκ ὄψεται, οὐχ ὡς οὐκ ὄντος τοῦ ὀπτικοῦ αἰσθητηρίου, ἀλλ’ ὡς τοῦ μεταξὺ μὴ ὄντος, λέγω δὴ τοῦ διαφανοῦς. τὸ μὲν γὰρ χρῶμα κινεῖ τὸ διαφανές, λέγω δὴ τὸν ἀέρα, ὑπὸ τούτου δὲ συνεχοῦς ὄντος κινεῖται τὸ αἰσθητήριον. οὐ γὰρ καλῶς τοῦτο λέγει Δημόκριτος οἰόμενος, εἰ γένοιτο κενὸν τὸ μεταξύ, ὁρᾶσθαι ἄν ἀκριβῶς, καὶ εἰ μύρμηξ ἐν τῷ οὐρανῷ εἴη· τοῦτο γὰρ ἀδύνατόν ἐστιν. πάσχοντος γὰρ τοῦ αἰσθητικοῦ γίνεται τὸ ὁρᾶν· ὑπ’ αὐτοῦ μὲν τοῦ ὁρωμένου χρώματος ἀδύνατον. λείπεται δὲ ὑπὸ τοῦ μεταξύ, ὥστ’ ἀναγκαῖον εἶναί τι μεταξύ· κενοῦ δὲ γενομένου οὐχ’ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐδὲ ὀφθήσεται. δι’ ἣν μὲν οὖν αἰτίαν τὸ χρῶμα ἀναγκαῖον ἐν φωτὶ ὁρᾶσθαι, εἴρηται. τὸ πῦρ δὲ ἐν ἀμφοῖν ὁρᾶται, καὶ ἐν σκότῳ καὶ ἐν φωτί, καὶ τοῦτο ἐξ ἀνάγκης· τὸ γὰρ διαφανὲς ὑπὸ τούτου γίνεται διαφανές· ἔνθα γὰρ πῦρ, ὁ περὶ αὐτὸ ἀὴρ πεφώτισται, ὡς καὶ ὁρᾶσθαι χρώματα. ὃ γοῦν ἑτέροις, παρέχει πολλῷ μᾶλλον αὑτῷ. χρῶμα γὰρ πυρὸς φῶς. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ ὀσμῆς ἐστιν. οὐδὲν γὰρ ἁπτόμενον τοῦ αἰσθητηρίου πόει αἴσθησιν, ἀλλ᾿ ὕπο μὲν ὀσμῆς καὶ ψόφου τὸ μεταξὺ κινεῖται, ὑπὸ δὲ τούτων τῶν αἰσθητηρίων ἑκάτερον. ὅταν δὲ ἐπ’ αὐτό τις ἐπιθῇ τὸ αἰσθητήριον τὸ ψοφοῦν ἤ τὸ ὄζον, οὐδεμίαν αἴσθησιν ποιήσει. ἔστι δὲ οὐχ ἡ ῥὶς τὸ τῶν ὀσφραντῶν αἰσθητήριον, ἀλλ’ ἡ ἐντὸς μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις, τὸ οὖς ἀκουστικὸν πρῶτον, ἀλλ’ ἡ ἐντὸς μῆνιγξ ἢ τὸ ἐν αὐτῇ πνεῦμα. περὶ δὲ ἁφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως· κἀκεῖναι γὰρ δία του μεταξὺ ποιοῦνται τὴν αἴσθησιν. οὐ φαίνεται δέ, ἐπείπερ οὐκ ἔξωθεν, ὥσπερ ὁ ἀὴρ τῶν ἄλλων, ἀλλὰ τῇ περιπεφυκυίᾳ σαρκὶ τῶν ἁφῆς καὶ γεύσεως αἰσθανόμεθα· ἔτι δὲ προιοῦσιν ἔσται δῆλον. τὸ μὲν οὖν μεταξὺ χρωμάτων καὶ ψόφων ἀὴρ κυρίως, ὀσμῆς δὲ ὃ καὶ κοινόν τι πάθος ἐπ’ ἀέρος καὶ ὕδατος· ὡς γάρ, ὃ διαφανές, ἐν χρώματι, οὕτω τὸ ἔχον ὀσμὴν ἐν ἀμφοτέροις ὑπάρχει τούτοις, ἀνώνυμον μὲν τοῖς παλαιοτέροις, ἀτμὸς δὲ καὶ δίοσμον τοῖς μεταγενεστέροις ὠνόμασται. φαίνεται γὰρ καὶ τὰ ἔνυδρα τῶν ζώων ἔχειν αἴσθησιν ὀδμῆς καὶ ψόφων ἔστι γάρ πως καὶ τὸ ὕδωρ διηχὲς καὶ δίοσμον, ὡς καὶ ὁ ἀήρ), ἀλλ’ ὁ μὲν ἄνθρω- πος καὶ τῶν πεζῶν ὅσα ἀναπνεῖ, ἀδυνατεῖ ὀσμᾶσθαι μὴ ἀναπνέοντα, τὰ δὲ ἔνυδρα ὀσμᾶται μέν, οὐκ ἀναπνεῖ δέ· ἡ δὲ αἰτία καὶ περὶ τούτου ὕστερον λεχθήσεται.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
