# In Aristotelis Libros De Anima Paraphrasis 8.1

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, Ἀρκὴ τοῦ δευτέρου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/8.1

Νυνὶ δὲ περὶ ψόφου καὶ ὀσφρήσεως διορίσωμεν, κατὰ τὸν ὑφηγημένον τρόπον περὶ τῶν ἀντικειμένων διαλαβόντες πρότερον. ἔστι δὲ διττὸς ὁ ψόφος, ὁ μὲν ἐνεργείᾳ, ὁ δὲ δυνάμει, ὡς καὶ τὸ ὁρατὸν τό τε ἐν σκότει καὶ τὸ ἐν φωτί. τῶν γὰρ σωμάτων τὰ μὲν οὔ φαμεν ἔχειν ψόφον, οἷον σπόγγον καὶ ἔριον, τὰ δὲ ἔχειν, οἷον χαλκόν, λίθον, καὶ τούτων μάλιστα ὅσα στερεώτερα καὶ λειότερα. ταῦτα δέ, ὅταν μὴ πρὸς ἄλληλα φέρηται, δυνάμει ψοφητικὰ καὶ κατὰ μόνην ἐπιτηδειότητα, ὅταν δὲ καὶ πρὸς ἄλληλα κρούηται, ἤδη καὶ ἐνεργείᾳ γίνεται. ψόφος γὰρ κατ’ ἐνέργειαν οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ μεταξὺ αὐτῶν καὶ τῆς ἀκοῆς τοιώσδε ἐγγινομένη πληγὴ ἀέρος. ἔστι δὲ οὗτος ἀεί τινος πρός τι καὶ ἔν τινι, ἐν ἀέρι ἢ ὕδατι· πληγὴ γάρ ἐστιν ἡ ποιοῦσα. διὸ καὶ ἀδύνατον ἑνὸς ὄντος γίνεσθαι ψόφον· ἕτερον γὰρ τὸ τυπτόμενον καὶ τύπτον· ὥστε τὸ ψοφοῦν πρός τι ψοφεῖ. πληγὴ δ’ οὐ γίνεται ἄνευ φορᾶς. ὥσπερ δὲ εἴπομεν, οὐ τῶν τυχόντων πληγὴ ὁ ψόφος· οὐδένα γὰρ ποιεῖ ψόφον ἔρια ἐν πληγῇ, ἀλλὰ χαλκὸς καὶ ὅσα λεῖα καὶ κοῖλα ὁ μὲν γάρ, ὅτι λεῖος· τὰ δὲ κοῖλα τῇ ἀνακλάσει πολλὰς ποιεῖ πληγὰς μετὰ τὴν πρώτην, ἀδυνατοῦντος ἐξελθεῖν τοῦ κινουμένου. δεῖ μὲν οὗν πρὸς τὸ γενέσθαι ψόφον δύο σκληρῶν καὶ λείων σωμάτων ἀθρόαν συνέμπτωσιν γενέσθαι πρὸς ἄλληλ.α. ἐν γὰρ τούτοις ὁ ἐναπολαμβανόμενος ἀὴρ ἀθρόως ἐκθλιβόμενος καὶ βιαίως ποιεῖ τὸν ἦχον. οὔτε γοῦν τὰ μαλακά, ὥσπερ εἴρηται, τῶν σωμάτων ψοφεῖ οὔτε τὰ σκληρά, μὴ ἀθρόως δὲ προσκρουόμενα ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν. φθάνει γὰρ κατὰ μέρος οἷον θρυφθῆναι ὁ ἀήρ. διὸ δεῖ τῆς σφοδρᾶς τῶν σκληρῶν σωμάτων συνεμπτώσεως, ἵνα πολὺς ἀὴρ ἐναποληφθῇ μεταξύ, ὃς ἐναπολαμβανόμενος καὶ ἀθρόως ἐξωθούμενος ποιεῖ τὸν ψόφον· φθάνουσα γὰρ ἡ πληγὴ τὴν ἔξοδον αὐτοῦ ἀποκλείει καὶ ἐκπυρηνίζει. τὰ δὲ μαλακὰ οὐ ψοφεῖ, διότι οὐχ οἷά τέ ἐστιν ἀθρόον ἐξωθῆσαι τὸν ἐναπολαμβανόμενον ἀέρα· διὰ γὰρ τῶν πόρων μανὰ γάρ εἰσι τὰ μαλακά), κατακερματισθεὶς ἔξεισι. δεῖ δὲ καὶ λειότητος τοῖς πληττομένοις, καὶ μάλιστα πρὸς τὸ πλείονα γενέσθαι τὸν ψόφον᾿ ἀθρόως γὰρ ὁ ἀὴρ ἐκ τούτων ἐκθλίβεται, ἐν δὲ τοῖς μὴ λείοις ἐν τοῖς κοιλώμασι κατακερματίζεται πλείοσιν οὖσι, καὶ οὐκ ἀθρόος ἔξεισι. τὰ δὲ ἠχεῖα καὶ τὰ κύμβαλα πληττόμενα ἐπίμονον ποιεῖ τὸν ψόφον. τοῦτο δὲ διὰ τὴν κοιλότητα· ὃ γὰρ ἐναποληφθεὶς ἀὴρ τῇ κοιλότητι εἰλούμενος ἐπὶ πολὺ καὶ ἐξελθεῖν μὴ δυνάμενος παρατείνει τὸν ψόφον. καὶ σημεῖον ὡς, ἄν μὴ ἠρτημένος ᾖ ἀπὸ λεπτοῦ ἱμάντος, ἀλλὰ κατέχηται τῇ χειρὶ κωλυόμενον κραδαίνεσθαι ὑπὸ τῆς πληγῆς, οὐ παρατείνει τὸν ἦχον. τοῦτο δὲ ὅτι μὴ κινούμενον τὸ ἠχεῖον οὐ κινεῖ τὸν ἐντὸς ἀέρα. οὐ μόνον δὲ στερρότητος καὶ λειότητος χρεία πρὸς τὸ ποιὸν ἢ ποσόν τινα τὸν ἦχον γενέσθαι τοῖς πληττομένοις καὶ πλήττουσιν, ἀλλὰ καὶ τῆς τοιᾶσδε φύσεως. διὰ τοῦτο ἧττον μὲν διηχὲς τὸ ξύλον· ὁ γὰρ ἐν αὐτῷ ἀὴρ γῇ σύμμικτος· μᾶλλον δὲ χαλκός, διὰ τὸ τὸν ἐν αὐτῷ ἀέρα ὑγρῷ συμπεφύρθαι. ἐντεῦθεν κατασκευάζειν εἰώθασι καὶ τὰ ὀξύβαφα ἐκ πλειόνων, ὡς ἂν τῇ τε διαφορᾷ τῶν ἀπηχήσεων τὴν ἁρμονίαν ἀποτελέσωσι, συγκατασπαρθῇ δὲ καὶ ἀὴρ μᾶλλον ἐν ταῖς συμμίξεσιν. ἔτι ἀκούεται ἐν ἀέρι καὶ ὕδατι. οὐκ ἔστι δὲ ψόφου καθάπαξ κύριος ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ, ἀλλὰ δεῖ καὶ στερεῶν πληγὴν γενέσθαι πρὸς ἄλληλα καὶ πρὸς τὸν ἀέρα. τοῦτο δὲ γίνεται, ὅταν ὑπομένῃ πληγεὶς ὁ ἀὴρ καὶ μὴ διαχυθῇ. διὸ καὶ ἂν ταχέως καὶ σφοδρῶς πληγῇ, ψοφεῖ· δεῖ γὰρ φθάσαι τὴν κίνησιν τοῦ ῥαπίζοντος τὴν θρύψιν τοῦ ἀέρος, ὥσπερ ἂν εἰ σωρὸν. ἢ ὁρμαθὸν ψάμμου ἀπὸ χωνείας τινὸς τύπτῃ τις φερόμενον τάχει. ἠχὼ δὲ γίνεται, ὅταν ἀπὸ τοῦ ἀέρος ἑνὸς γινομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ κωλῦσαν θρυφθῆναι πάλιν ὁ ἀὴρ ἀπωσθῇ, ὥσπερ σφαῖρα. ὠθοῦντος γὰρ τοῦ προσδιαλεγομένου σχεδὸν μὲν πάντα τὸν κύκλῳ καὶ περὶ αὐτὸν ἀέρα ἢ μάλιστα τὸν ἔμπροσθεν, τὸν δὲ] ὠθούμενον ὅταν ἐνεχθῆναι γένηται ἐπί τι ἀντίτυπον ἔχον κοιλότητα, οἷά εἰσι τὰ ἄντρα, συνεχῆ ὄντα καὶ μείναντα ἀσκέδαστον διὸ τὸ περισχεθῆναι, ὠθεῖται πάλιν ἐκεῖθεν εἰς τὸ ἔμπαλιν, ὥσπερ ἡ ῥιπτομένη κατὰ τοῖχον σφαῖρα, καὶ οὕτω χωρεῖ ἐπὶ τὸν πλήξαντα ἀνακλώμενος εἰς τοὐπίσω μετὰ τῆς οἰκείας ἐνεργειας, λέγω δὴ τοῦ ψόφου· καὶ οὐ πάντως αὐτοῦ τοῦ πληγέτος δήπουθεν πρῶτον ἀέρος φερομένου μέχρι καὶ τοῦ ἀγγείου καὶ πάλιν αὐτοῦ τούτου ἀνακλωμένου μέχρι τοῦ πλήξαντος, ἀλλὰ τῇ ἐφεξῆς μεταλήψει καὶ μεταδόσει τῆς ἐωεργείας γινομένης· ὁ πρῶτος γὰρ πληγεὶς καὶ σχηματισθεὶς τὸν μετ' αὐτὸν ἔπληξε καὶ τοῦ πάθους μετέδωκε, κἀεῖνος πάλιν τὸν ὑπ' αὐτόν, καὶ τοῦτο δι' ὅλου ἔν τε τῇ πρώτῃ πέμψει καὶ ἀνακλάσει. ἔναρθρος δὲ γίνεται ἡ ἠχώ, ὅτι περ πρῶτος ὑφ’ ἡμῶν πληγεὶς ἀὴρ πρῶτος καὶ ἀνέστρεψε φέρων τὴν πρώτην συμβαίνει γε ἐπὶ του ψόφου ἀνακλᾶται καὶ ἀπὸ παντὸς σώματος πεφωτισμένου οὐδὲ γὰρ ἐγίνετο ἄν πάντη φῶς ἔξω τοῦ ἡλιουμένου, καὶ οὔτε τὰ ὑπόστεγα οὔτε τὰ τῶν οἴκων ἐντὸς ἐφωτίζετο, εἰ μήπω ἐκ τῶν κύκλῳ πεφωτισμένων καὶ ἔγγιον καὶ πρὸς αὐτὰ τὸ φῶς διεδίδοτο κατ’ ἀνάκλασιν), ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται ὥσπερ ἀφ’ ὕδατος καὶ χαλκοῦ ἢ καί τινος ἄλλου, ὡς σκιὰν ποιεῖν, ᾗ τὸ φῶς ὁρίζεται. οὕτω τοι καὶ ἠχὼ μὲν δυνατὸν πάντοτε καὶ ἀπὸ πάντων γίνεσθαι, μὴ σαφῆ δὲ μηδ’ εὔγνωστον πᾶσαν, πλὴν τῆς ἀπὸ τῶν λείων καὶ κοίλων γινομένης τόπων. διὰ ταῦτ’ οὖν ὀρθῶς τοῖς πάλαι φυσιολόγοις τὸ κενὸν κύριον τοῦ ἀκούειν ἐλέγετο. ἐδόκει γὰρ αὐτοῖς εἶναι κενὸν ὁ ἀήρ, οὗτος δέ ἐστιν ὁ ποιῶν ἀκούειν, ὅταν κινηθῇ συνεχὴς καὶ εἷς. ἀλλὰ διὰ τὸ ψαθυρὸς εἶναι οὐ γεγωνεῖ, ἄν μὴ λεῖον ᾖ τὸ πληγέν· τότε γὰρ εἷς γίνεται ἅμα διὰ τὸ ἐπίπεδον. αὐτὸ μὲν δὴ ἄψοφον ὁ ἀὴρ διὰ τὸ εὔθρυπτον· ὅταν δὲ κωλυθῇ θρύπτεσθαι, ἡ τούτου κίνησις ψόφος. καὶ ψοφητικὸν μὲν οὐχ ἀπλῶς πᾶν τὸ τύπτον καὶ τυπτόμενον, ἀλλὰ τὸ κινητικὸν ἑνὸς ἀέρος συνεχοῦς μέχρις ἀκοῆς. τοιαῦτα δὲ μόνα, ὡς πολλάκις εἴρηται, τὰ στερεὰ καὶ λεῖα. τῇ δὲ ἀκοῇ ἐστί τις συμφυὴς ἀὴρ καὶ τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ ἀκίνητος εἶναι, συνεχὴς ὢν τῇ τε ἔνδοθεν μήνιγγι καὶ τῷ ὑμένι καὶ τῷ ἔξωθεν ἀέρι, ὅπως αἰσθάνηται πάσας τὰς δια- φορὰς τῆς κινήσεως. πάσχων γὰρ ὑπὸ τοῦ ἔξωθεν κινουμένου ἀέρος καὶ δε- χομένου τὰς τῶν ψόφων ἐνεργείας διαπορθμεύει ἐπὶ τὸ πρῶτον αἰσθητήριον, τὸ ἀκουστικὸν πνεῦμα τὸ ἐν αὐτῇ τῇ μήνιγγι ἱδρυμένον. νεῦρον δὲ πεποροποιημένον ἡ μῆνιγξ, ἐν ᾗ τὸ πνεῦμα ἀπ’ ἐγκεφάλου μέχρι τῆς ἔδρας τῶν ὤτων προιὸν ὡς κἀν ταῖς ἄλλαις αἰσθήσεσιν. πρόεισι δὲ ὡς ἀπὸ πλατυτέρου τοῦ ἔξωθεν ἐπὶ στενώτερον τὸ ἔνδοθεν. οὐ δεῖ δὲ νομίζειν τοῦτον τὸν ἐν τοῖς ὠσὶν ἀέρα, ἐπείπερ ἀκίνητος καὶ ἀνεξόδευτος, ἤδη καὶ ἄφθαρτον καὶ ἀεὶ τῷ αὐτῷ ἀριθμῷ ἕνα εἶναι, ἀλλ’ ἔστι κατὰ μέρη γενητὸς καὶ φθαρτός, ὡς καὶ τὸ ὅλον σῶμα· εἰ δὲ καθ’ ὅλον ἑαυτὸν πάθοι καὶ φθαρείη, ἀπόλλυταί ἡ ἀκουστικὴ δύναμις. ὥσπερ δὲ τὸ ὀπτικὸν πνεῦμα οὐ πανταχόθεν ἔχει ὑγρόν, ἵνα καὶ ἐν ἄλλῳ μέρει τοῦ σώματος ὄψεται, ἀλλ’ ἐν μόνῳ τῷ ὀφθαλμῶ καὶ τῇ κόρῃ τοῦτό ἐστιν, οὕτω καὶ ἐπὶ τῆς ἀκοῆς οὐ πάντη τὸ ζῶον ἀκούει, οὐδὲ πάντη διέρχεται ὁ ἀήρ· οὐ γὰρ πανταχοῦ ἔχει ἀέρα τὸ κινησόμενον μέρος καὶ ἔμψυχον, ἀλλ’ ἐν ὠσὶ μόνοις· ὃς εἰ καὶ συνάπτεται τῷ ἐκτός, ἀλλὰ τοῖς ἐσχάτοις μόνοις, οὐ μήν γε δι’ ὅλου μίγνυται. οὐ γὰρ εἴσεισι δι’ ὅλου αὐτοῦ ὁ περιέχων ἀήρ (ἤδη γὰρ ἄν ἐξέκρουε καὶ ἐκένου καὶ τὴν ἀκοὴν ἔφθειρεν, ὅπερ κἀν τοῖς μεγάλοις τῶν ψόφων καὶ ὑπερβάλλουσι γίνεται· σφόδρα γὰρ ὁ ἐκτὸς πληγεὶς τὸν ἐντὸς ἀπεσφαίρισεν), ἀλλὰ μέχρι τοῦ ἀκροτάτου, ᾦ καὶ συνάmετα., τὰς ἐνεργείας τῶν ψόφων ἀποκομίσας αἰσθέσθαι ἐκεῖνον dcpiV^ai. διὰ ταῦτα δὲ καὶ ἐν ὕδατι dxo6oix£v, ὅτι οὐκ εἰσέρχεται πρὸς αὐτὸν τὸν συμ- φυὴ ἀέρα τὸ ὕδωρ· ἀλλ’ οὐδ’ εἰς τὸ οὖς διὰ τὰς ἕλικας. ὅταν δὲ τοῦτο συμβῇ, οὐκ ἀκούει. οὐδ’ ἄν ἡ μῆνιγξ κάμοι, ὥσπερ τὸ ἐπὶ κόρη δέρμα. ἀλλὰ ση- μεῖον τοῦ ἀκούειν ἢ μὴ τὸ ἠχεῖν αἰεὶ ὥσπερ τὸ κέρας· αἰεὶ γὰρ οἰκείαν τινὰ κίνησιν ὁ ἀὴρ κινεῖται ὁ ἐν τοῖς ὠσίν, εἰ μὴ ἄλλην, αὐτὴν γοῦν τὴν ζωτικὴν καὶ διαπορθιuευτικ̀ŕιν· καὶ εἴπερ τῷ δακτύλῳ τὸ οὖς ἐπιτͅωαάσαντ---- αἰσθα- νοίμεθά τινος βόμβου, ὑγιαίνειν αὐτὸ φήσομεν. ἡ γὰρ τοῦ δακτύλου πίλησις ὠθεῖ ἔξωθεν ἀέρα, ὃς στενούμενος καὶ προσκρούων τῷ συμφυεῖ ποιεῖ τὸν βόμβον· οὐκ ἂν δέ, εἰ μὴ ὑγιῶς εἶχεν, ᾔσθετο. καὶ ὁ ἐν τοῖς κέρασι δὲ τοῖς κοίλοις ἀπειλημμένος ἀὴρ ἦχόν τινα πληττόμενος τῷ ἔξωθεν ἀέρι ποιεῖ προσκρούων. καὶ διὰ τοῦτό φασιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἐντὸς ὡρισμένῳ ἀέρι. ἐπεὶ δὲ οὐχ ἁπλῶς πᾶσα ἡ τινὸς πρός τι καὶ ἔν τινι πλῆξις ψόφος (δῆλον γάρ, εἴπερ ὁ ψόφος ἡ κίνησίς ἐστιν ἀέρος δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον, ὅνπερ τὰ ἀφαλλόμενα ἐκ τῶν λείων, ὅταν τις κρούσῃ), οὐ πᾶν ψοφήσει τὸ τυπτόμενον ἢ τύπτον, ὥσπερ καὶ εἴρηται, ἀλλὰ δεῖ πρὸς τῷ ποιὸν εἶναί τι καὶ ποσόν τι ἔχειν. οὐ γὰρ μόνον σπόγγοι καὶ ἔρια οὐ ψοφεῖ, ὅτι μὴ ποιά τινα, ἀλλ’ οὐδ’ ὅτε πατάξει τις βελόνῃ βελόνην· προσδεῖται γὰρ τοῦ ποσοῦ, ὡς ἄν τῇ τοσῇδε τῶν πληττομένων ὁμαλότητι καὶ στερεότητι ἀθροῦν τὸν ἀέρα ἀφάλλεσθαι καὶ σείεσθαι, καὶ μὴ ὥσπερ ἀπὸ τῶν τραχέων καὶ ἀνωμάλων · οὐ γὰρ ἀθρόως ἐκεῖθεν ἐκπέμπεται κατακ̓---ρυͅατιζ)̔́- μνος. αἱ δὲ διαφοραὶ τῶν ψόφων τῷ κατ’ ἐνέργειαν ψόφῳ δηλοῦνται, οὐκ ἐν τῷ κατὰ δύναμιν· ὃ γὰρ οὐκ ἔστι, σχολῇ γ’ ἄν ἕξει διαφοράν. ὡς γὰρ ἄνευ φωτὸς χροιαὶ οὐχ ὁρῶνται, ὡς οὐκ ἐν τῷ δυνάμει διαφανεῖ, ἀλλ’ ἐν τῷ ἐνεργείᾳ, οὕτως οὐδ’ ἄνευ τοῦ ἐνεργείᾳ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ, αἳ δὴ πρῶται καὶ γενικώταται ἐν ἤχῳ διαφοραί. πλὴν τοσοῦτον τὸ τῶν ψόφων τοῦ τῶν χρωμάτων ἐνδεῖ παραδείγματος, καθ’ ὅσον ἐκεῖ μὲν ἕτερα τὰ χρώματα τοῦ ἀέρος, κινοῦντα δὲ αὐτὸν μόνας διαπορθμεύειν τὰς ἐνεργείας, ἐνταῦθα δὲ οὐχ ἕτερον οἱ ψόφοι τοῦ κατ’ ἐνέργειαν διηχοῦς ἀέρος, ἀλλ’ ἐν αὐτῷ τὴν σύστασιν ἔγουσι. λέγεται δὲ τὸ ὀξὺ καὶ τὸ βαρὺ κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν. ὀξὺ γὰρ ἐκεῖ τὸ ταχέως ἐνεργοῦν, οἷον τὸ μαχαίριον, ὅτι ταχέως κεντεῖ, ἀμβλὺ δὲ τὸ βραδέως, καὶ οὐ κεντοῦν ἀλλ’ ὠθοῦν, ὡς ὁ ὕπερος· καὶ ψοφῶν ὀξὺν μὲν διὰ ταῦτα τὸν ταχέως ἰόντα ἐπὶ τὴν αἴσθησιν καὶ παραμένοντα λένομεν, βαρὺν δὲ τὸν βραδέως καὶ μὴ μένοντα· ὡς κἄν ἔπι τῶν χορδῶν ἔχοι· αἱ μὲν λεπταὶ καὶ μᾶλλον τεταμέναι, οἷον ἡ νεάτῃ πληγεῖσα, ὡς μὴ πολὺν ἔχουσαι ἀέρα τὸν ἀντιπίπτοντα, ἔτι δὲ καὶ τὸ ἐπείγεσθαι μᾶλλον τὸν οἰκεῖον τόπον καταλαβεῖν, τὴν εὐθύτητα, καὶ τεινόμεναι ἀπὸ τῶν περάτων ἐν ἀλίγῳ χρόνῳ ὀξύτατα τὸ διηχὲς τοῦ ἀέρος κινοῦσι, πρὸς δὲ καὶ τὴν αἴσθησιν. σώζουσι δὲ καὶ τὸν ἦχον ἐπὶ πολύ· σφοδρῶς γὰρ ὑπ' αὐτῶν πληγεὶς ὁ ἀὴρ ἀντιπλήττει πολλάκις καὶ ἀντιπλήττεται, ὅθεν καὶ ἧττον παλλόμεναι ἀποκαθίστανται. ὑπάτης· βραδὺ γὰρ τὸν ἀέρα κινεῖ καὶ σχολαιότερον ἀποκαθίσταται φθάνουσα τὴν εὐθύτητα. καὶ ἐπὶ τῶν τόξων δὲ τὰ σχολαιότερον ἀποκαθίσταται φθάνουσα τὴν εὐθύτητα. καὶ ἐπὶ τῶν τόξων δὲ τὰ σκληρὰ καὶ μᾶλλον τε ταμένα πορρωτέρω τὸ βέλος ἀφίησιν. ἡ γὰρ νευρὰ τῶν δακτύλων ἀφεθεῖσα θᾶττον τὸν οἰκεῖον καταλαμβάνει τόπον αὐτῆς, τὴν εὐθύτητα, καὶ τὸ βέλος διὰ τὸ ἐν ὀλίγῳ ὠθῆσαι χρόνῳ ἐπὶ πλέον ἀπέτεινε· μείζονος γὰρ δυνάμεως τὸ ἐν ὀλίγῳ τὸ αὐτὸ κινῆσαι χρόνῳ, ὅπερ ἐν πλείονι. ἔστιν οὖν ὀξὺ τὸ ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολὺ κινοῦν τὴν αἴσθησιν, βαρὺ δὲ τὸ ἐν πολλῷ ὀλίγον· ὥστε οὐχὶ ταχὺ τὸ ὀξύ, τὸ δὲ βαρὺ βραδύ οὐ γὰρ αὐτὸς ὁ ψόφος βραδὺς ἢ ταχὺς λέγεται, εἴπερ ἐνέργειά τις ἀσώματος καὶ ἀκίνητος), ἀλλὰ γίνεται τοῦ μὲν διὰ τὸ τάχος ἡ κίνησις τοιαύτη, τοὐ δὲ διὰ τὴν βραδυτῆτα· ὥστε συμβαίνει τὸ μὲν ταχὺ τὸ δὲ βραδὺ εἷναι. περὶ μὲν οὖν ἁπλῶς ψόφου ταύτῃ διωρίσθη· ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου· οὐδὲν γὰρ φωνεῖ ἄψυχον, ἀλλὰ καθ’ ὁμοιότητα φωνεῖν λέγεται, οἷον αὐλοὶ καὶ λύρα καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν καὶ μέλος καὶ διάλεκτον ἔχει· ἔοικε γὰρ ὅτι καὶ ἡ φωνὴ ταῦτ’ ἔχει. οὐ πάντα δὲ τὰ ζῷα φωνὴν ἔχει· τῶν γὰρ ἀναίμων οὐδὲν ἔχει. ἀλλ᾿ οὐδὲ τὰ ἔναιμα πάντα, οἷον ἰχθύες. καὶ τοῦτ’ εὐλόγως, εἴπερ ἀέρος κίνησίς τις ὁ ψόφος ἀλλ’ οἱ λεγόμενοι φωνεῖν ἐν τῷ Ἀχελῴῳ ἰχθύες ψοφοῦσι τοῖς βραγχίοις ἢ τοιούτῳ τινὶ ἑτέρῳ), φωνὴ δέ ἐστιν ζώου ψόφος οὐ τῷ τυχόντι μορίῳ οὐ γὰρ ὁ διὰ τῆς χειρὸς ψόφος φωνή), ἀλλ’ ὁ διὰ τῶν φωνη- τικῶν ὀργάνων, καὶ οὐ δι’ ἐκείνων ἅπας οὐ γὰρ ἡ βὴξ φωνὴ ἢ ὁ πταρμός), ἀλλ’ ὁ μετὰ φαντασίας καὶ τοῦ σημῆναί τι. ἔτι ἐπεὶ ψοφεῖ πᾶν τύπτοντός τινός τι καὶ ἔν τινι, τοῦτο δ’ ἐστὶν ἀήρ, εὐλόγως ταῦτα φωνοίη μόνα ὅσα δέχεται τὸν ἀέρα. ἤδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις ἐπὶ ἔργα δύο, καθάπερ τῇ γλώττῃ ἐπὶ τὴν γεῦσιν καὶ τὴν διάλεκτον, ὧν τὸ μὲν ἀναγκαῖον ἡ γεῦσις διὸ καὶ ὑπάρχει πλείοσι), τὸ δὲ τοὐ εὖ εἵνεκα ἡ ἑρμηνεία, ὣς καὶ τῷ πνεύματι πρός τε τὴν θερμότητα τὴν ἐντὸς ὡς ἀναγκαίαν ἡ δ’ αἰτία ἐν ἄλλοις εἴρηται) καὶ πρὸς τὴν φωνήν, ὅπως τὸ εὖ ὑπάρχῃ. τρία δὲ ταῦτα περὶ τὴν τοῦ ἀνθρώπου θεωρεῖται φωνήν ἄνθρωπος γὰρ κυρίως ἔχει φωνὴν ἔκφανσιν οὖσαν νοῦ), ῥυθμός, ἁρμονία καὶ λέξις. ἔστι δὲ ὁ μὲν ῥυθμὸς περὶ τὸν μακρὸν καὶ βραχὺν χρόνον τῆς ἐκφωνήσεως καὶ τὴν ποιὰν τάσιν· ὅθεν οἱ μετρικοὶ τὰ τῶν φωνηέντων ἐν χρόνῳ ἐκφωνούμενα πλείονι μακρὰ κατωνόμαζον, βραχέα δὲ τὰ ἐν ἐλαχίστῳ, καὶ τῇ τούτων πρὸς ἄλληλα συνθέσει τὸ εὔρυθμον τῶν ἐπῶν ἐπονοῦντο· ἡ δὲ ἁρμονία περὶ τὴν τοῦ ὀξέος καὶ βαρέος συμμετρίαν, ἡ δὲ λέξις περὶ τὴν τῶν συλλαβῶν διατύπωσιν, ἐξ ἧς ἡ τῶν λεγομένων διασημαίνεται ἔννοια. διαφέρει δὲ ῥυθμὸς μέτρου τῷ γεμολώτερον καὶ τῷ εἰδικώτερον· πᾶν γὰρ μέτρον ῥυθμός, οὐ τὸ ἔμπαλιν δέ· καὶ ἐπὶ τῶν κροτούντων ἢ χερσὶν ἢ ποσὶν ὁ ῥυθμὸς λέγεται. ὅταν γὰρ ἡ ταχεῖα καὶ βραδεῖα τῶν ποδῶν ἄρσις καὶ θέσις λόγον ἔχῃ πρὸς ἄλληλα, ῥυθμὸς γίνεται. ἐντεῦθεν ἡ τοιάδε τῶν συλλαβῶν τῶν πρὸς μέτρου γένεσιν παρα- λαμβανομένων συμπλοκὴ πόδες ἐκλήθησαν, ὡς ὄντος τοῦ ῥυθμοῦ συμμέτρου χρόνῳ ἐν ᾧ ἡ κίνησις γέγονεν. ὄργανον δὲ ἀναπνοῆς ὁ φάρυγξ. ἔστι δὲ τοῦτο τὸ μόριον ἕνεκα τοῦ πνεύμονος· ἔνθερμος γάρ, καὶ τούτῳ τῷ μορίῳ πλέον ἔχει τὸ θερμὸν τὰ πεζὰ τῶν ἄλλων. δεῖται δὲ τῆς ἀναπνοῆς καὶ ὁ περὶ τὴν καρδίαν πρῶτος τόπος. διὸ ἀνάγκη εἴσω ἀναπνεομένου εἰσιέναι τὸν ἀέρα καὶ τὸν ἔνδον καταψύχειν τόπον τό τε περίττωμα τοῦ θερμοῦ ἀποκρίνειν καὶ ὕλην τῷ καταλελειμμένῳ γίνεσθαι. τῶν δὲ πεζῶν τοῖς μὴ ἔχουσι πνεύ- μονα οἷον τοῖς ἐντόμοις ἡ ἔμψυξις τοῦ ἐμφύτου θερμοῦ δι’ αὐτῶν τῶν ἐν- τομῶν γίνεται, τοῖς βραγχίοις δὲ τῷ ὕδατι [καὶ] τὰ ἔνυδρα τὸ ἐντὸς καταψύ- χουσιν. οὕτως οὖν ἀναγκαῖον τὸ τῆς ἀναπνοῆς πρὸς τὸ εἶναι συμβάλλον· πρὸς δὲ τὸ εὖ εἶναι διὰ τὴν φωνὴν καὶ διάλεκτον. ἐκ δὲ τῶν εἰρημένων συνάγοντες τὴν φωνὴν ὁριζόμεθα· ἡ γὰρ πρὸς τὴν καλουμένην τραχεῖαν ἀρτηρίαν τοῦ ἀναπνεομένου ἀέρος πληγὴ ὑπὸ τῆς ἐν τούτοις τοῖς μορίοις ψυχῆς φαντασιώσης καὶ ἕνεκά του φωνή ἐστιν. οὐ γὰρ πᾶς ζώου ψόφος φωνή ἐστι, καθάπερ εἴρηται· ἔστι γὰρ καὶ τῇ γλώσσῃ ψοφεῖν, καὶ οἷον ποιοῦσιν οἱ βήττοντες· ἀλλὰ δεῖ ἔμψυχόν τε εἶναι τὸ τύπτον καὶ μετὰ φαντασίας τινός· σημαντικὸς γὰρ δή τις ψόφος ἐστὶν ἡ φωνή, καὶ οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ· ἀλλὰ τούτῳ τύπτει τὸν ἐν ἀρτηρίᾳ πρὸς αὐτήν· σημεῖον δὲ τούτου· οὐδεὶς γὰρ δύναται φωνεῖν ἅμα ἀναπνέων ἢ ἐκπνέων, ἀλλὰ κατέχων τούτῳ κινεῖ. ὕλη δὲ τῆς φωνῆς ὁ εἰσπνεόμενος ἀήρ, ποιητικὸν δὲ αἴτιον ἡ φύσις, ὀργανικὸν δὲ ἡ τραχεῖα ἀρτηρία, τελικὸν δὲ ἡ περί τι σημασία. τῆς δὲ διαλέκτου ὕλη μέν, ὡς εἴρηται, ἡ φωνή, ποιητικὸν δὲ ἡ λογικὴ ψυχή, ὀργανικὸν δὲ γλῶττα, ὑπερῴα, ὀδόντες καὶ χείλη, τελικὸν δὲ ἡ σημασία τῶν νοημάτων. εὐφωνία δὲ καὶ κακοφωνία καὶ ὀξύτης καὶ βαρύτης παρὰ τὴν ποιὰν σύστασιν καὶ κατασκευὴν τῆς ἀρτηρίας γίνεται· λεία γὰρ οὖσα καὶ ὁμαλὴς ἐμμελής, τραχυνθεὶσα δὲ ἄρρυθμος· καὶ στενωτέρα μὲν ὀξύν, εὐρυτέρα δὲ βαρὺν τὸν ἦχον ἐργάζεται. ὅθεν νέοι μὲν καὶ γυναῖκες εὔφωνοι καὶ ὀξύφωνοι, καὶ εὐνοῦχοι· γέροντες δὲ τοὐναντίον· γανερὸν δὲ καὶ διότι οἱ ἰχθύες ἄφωνοι· οὐ γὰρ ἔχουσι φάρρυγγα. οὐκ ἔχουσι δὲ τοῦτο τὸ μόριον, ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδ’ ἀναπνέουσι. δι’ ἣν δ’ αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος·

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
