# In Aristotelis Libros De Anima Paraphrasis 8

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ᾿Αρχὴ τοῦ τρίτου τμήματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophonias/in-aristotelis-libros-de-anima-paraphrasis/8

Καὶ δὴ τὰ περὶ ψυχῆς ῥηθέντα συγκεφαλαιώσαντες εἴπωμεν πάλιν ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστι· πάντα γὰρ αἰσθητὰ τὰ ὄντ·α ἢ νοητά. διττὴ δὲ καὶ ἡ τῆς ψυχῆς δύναμις, ἡ μὲν ἐπιστημονικὴ καὶ διανοητικὴ ἡ δ’ αἰσθητική. ἔστι δὲ ἡ ἐπιστήμη μὲν τὰ ἐπιστητά πως, ἡ δ’ αἴσθησις τὰ αἰσθητά· πῶς δὲ τοῦτο, δεῖ ζητεῖν. τέμνει οὖν ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις τὰ πράγματα, ἡ μὲν δυνάμει εἰς τὰς δυνάμεις, ἡ δὲ ἐνεργείᾳ εἰς τὰς ἐνεργείας. τῆς δὲ ψυχῆς τὸ αἰσθητικὸν καὶ τὸ ἐπιστημονικὸν δυνάμει ταῦτά ἐστι, τὸ μὲν ἐπιστητὸν τὸ δ’ αἰσθητόν. ἀνάγκη δὲ ἢ αὐτὰ τὰ πράγματα ἢ τὰ εἴδη εἶναι. αὐτὰ μὲν δὴ οὗ· οὐ γὰρ δὴ ὁ λίθος ἐν τῇ ψυχῇ, ἀλλὰ τὸ εἶδος· ὥστε ἡ ψυχὴ ὥσπερ ἡ χείρ ἐστι· καὶ γὰρ ἡ χεὶρ ὄργανόν ἐστιν ὀργάνων καὶ ὁ νοῦς εἶδος ἐξ εἰδῶν καὶ ἡ αἴσθησις εἶδος αἰσθητῶν. ὡς γὰρ ἡ χεὶρ ὄργανον οὖσα ψυχῆς τελειοῦται διὰ τῆς τῶν αἰσθητῶν ὀργάνων ἐνεργείας, πρίονος σκεπάρνου πηδαλίου καὶ τῶν λοιπῶν, καὶ ἔστιν ἐξ ὀργάνων ὄργανον εἶδος οὖσα αὐτῶν οὕτω πρὸς πάντα τὰ ὄντα ἡ ψυχή. καὶ ἀπλῶς εἰπεῖν ὑπὲρ τῆς προκειμένης πραγματείας ὡς ἕν τί ἐστι καὶ τὸ πᾶν ὁ πολυύμνητος νοῦς ὁ διὰ πάντων ἥκων ἐν τοῖς ἔχουσι καὶ ταῖς διαφόροις ἐνεργείαις καὶ σχέσεσι ποικίλος γενόμενος. οὗτος τῷ τε σώματι ζωὴν χορηγεῖ καὶ κίνησιν καὶ αἴσθησιν νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει καὶ γεύεται καὶ ὀσφραίνεται καὶ ἅπτεται τῇ σαρκὶ καὶ τὰς πολλὰς εἰς μίαν συνάγει τὴν κοινὴν αἴσθησιν), καὶ φαντασίαν ποιεῖ κατέχων τὰ τῶν αἰσθητῶν ἐγκαταλείμματα. δόξα δὲ ποιά τις αὐτοῦ περί του τῶν ὄντων ὑπόληψις. ὅταν δὲ διεξοδικῶς ἐνεργῇ καὶ τὰς κοινωνίας ζητῇ τῶν πραγμάτων καὶ ἑτερότητας καὶ τοῖς ἡγουμένοις ἐπισυνάπτῃ τὰ ἐφεπόμενα διανύων ὁδόν τινα ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα, διάνοια ὀνομάζεται. νοῦς δὲ ὅταν ἁπλῶς ἐπιβάλλῃ καὶ τοῦ ὄντος ἔχηται. καὶ θεωρητικὸς καὶ πρακτικὸς καὶ φθαρτὸς καὶ ἀίδιος καὶ δυνάμει καὶ ἐνεργείᾳ καὶ ψευδὴς καὶ ἀληθὴς λέ- γεται· τῶν τε γὰρ ἐνεργειῶν τὸ διάφορον καὶ τῶν ἐφ’ ἃ ἡ ἐνέργεια, ἥ τε περὶ τὸ σῶμα σχέσις καὶ ἡ τῆς ὕλης ἐπιπλοκὴ καὶ συνθόλωσις πολυειδῆ καὶ μυριώνυμον ἀπειργάσαντο. ἀπολυθεὶς δὲ τῆς γεννήσεως καὶ πρὸς ἑαυτὸν συναχθεὶς γενήσεται τοῦτο καθαρῶς, ὃ λέγεται νῦν, νοῦς ἐνεργείᾳ, λήθης πάσης καὶ ἀγνοίας ἀπηλλαγμένος, ἀεὶ θεωρῶν ἀνεμποδίστως καὶ ἀπλανῶς τοῦ ἀληθοῦς ἐφαπτόμενος, ἑστῶσαν ἔχων τὴν οὐσίαν καὶ ἀμετάβλητον καὶ τελείαν τὴν ἐνέργειαν.

---

Sophonias, In Aristotelis Libros De Anima Paraphrasis, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4030.tlg001.local001/.
