Ancient Greek
Ἀρκὴ τοῦ δευτέρου τμήματος.
Sophonias, In Aristotelis Libros De Anima Paraphrasis 9.1
Not analysed yet
Περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ ἑξῆς ἄν εἴη λέγειν· εἰ γὰρ καὶ κατὰ τὴν διδασκαλίαν τάξιν αὐτῇ τὴν μέσην τῶν ἄλλων αἰσθήσεων ἀπονείμωμεν, οἵαν κἀν ταῖς ἐνεργείαις καὶ τῷ ὑποκειμένῳ παρὰ τῆς φύσεως ἔλαβε, πρεπῶδες ἂν ποιήσαιμεν. οὔτε γὰρ οὕτω ταῖς ἐνεργείαις πρόεισι πόρρωθεν, ὥσπερ ὄψις καὶ ἀκοή, οὔθ’ οὕτως ἐγγύτατα, ὥσπερ γεῦσις καὶ ἁφή· τῇ θίξει γὰρ αἰσθάνονται. μέση δὲ καὶ κατὰ τὸ ὑποκείμενον· ὄψει μὲν γὰρ ὑπόκειται χρώματα καὶ φῶς, ἢ πῦρ ἢ ὄντα πύρινα, ψόφοι δὲ ἀκοῇ ἀέρος ὄντες, ἁφῇ δὲ τὰ γεωδέστερα, καὶ τῇ γεύσει χυμοί· τῇ δὲ ἀτμοὶ καὶ ὅ φασι δίοσμον, μεταξὺ τυγχάνοντα ἀέρος καὶ ὕδατος. οὐκ ἔστι δὲ ῥᾴδιον διορίσαι ὁμοίως τοῖς εἰρη- μένοις αἰσθητοῖς, οἷον ψόφῳ καὶ χρώματι καὶ τοῖς ἅλοις, καὶ τί ἐστιν ὀσμή. ἐπὶ μὲν γὰρ ἐκείνων οὐ μόνον τί τὸ γένος τῶν αἰσθητῶν, ἀλλὰ καὶ τῶν εἰδῶν ἐγινώσκομεν ἕκαστον, ὡς ἐπὶ ὄψεως χρῶμα μὲν τὸ κοινόν, λευκὸν δὲ καὶ μέλαν τὰ μερικά· καὶ ψόφου δὲ διαφοραὶ ὠνομάσθησαν τὸν μὲν τούτων ὀξὺν τὸν δὲ βαρὺν διελομένοις. πολλὰ δὲ καὶ τὰ τῶν γευστῶν εἴδη καὶ πρός τι κοινὸν τὸν χυμὸν ἀφορίζεται. καὶ τῆς ἁφῆς δέ, εἰ μὴ τὸ κοινόν, ἀλλ’ οὖν τά γε εἴδη οὐδὲν ἧττον ἐφεύρηται καὶ ὠνόμασται θερμὸν καὶ ψυχρὸν καὶ τὰ ὅμοια. μόνης δὲ τῆς ὀσφρήσεως οὔτε τοῦ κοινῶς ὑποκειμένου τὸ ὄνομα ἔχομεν οὔτε τῶν ὑπ’ αὐτό· ὀσφραντὸν γὰρ λέγοντες παρωνύμως λέγομεν, καὶ τὸ εὐῶδες καὶ τὸ δυσῶδες οὔκ εἰσι τῆς τοῦ ὀσφραντοῦ δηλωτικὰ φύσεως, ἀλλὰ τῆς ἐγγινομένης ἐν αἰσθήσει ποιᾶς ὑπ’ αὐτῶν διαθέσεως. αἴτιον δὲ ὅτι οὐκ ἔχομεν ἀκριβῆ ταύτην τὴν αἴσθησιν, ἀλλὰ χείριστα ὀσμᾶται πολλοῖς τῶν ζώων ὁ ἄνθρωπος καὶ οὐδεμίαν ἄνευ τοῦ ἡδέος καὶ λυπηροῦ δύναται αἰσθάνεσθαι ὀσμήν, ὡς τοῦ αἰσθητικοῦ ὄντος οὐκ ἀκριβοῦς. ὥσπερ οὖν τοῖς σκληροφθάλμοις εἰκὸς ἀδήλους εἶναι τὰς τῶν χρωμάτων διαφορὰς καὶ συγκε- χυμένας, ἀλλὰ τῷ φοβερῷ καὶ ἀφόβῳ διορίζειν μόνον, οὕτω καὶ περὶ τὰς ὀσμὰς τοῖς ἀνθρώποις· τῇ γὰρ οὐσία τῶν ὀσφραντῶν μὴ ἐπιστήσαντες, ἅτε μὴ αἴσθησιν λαβόντες, οὐδὲ ὀνομάσαι αὐτὰ ἠδυνήθημεν, ἀλλ’ ἢ ἐκ παραφρά- σεως καὶ ἀπὸ τῶν ὑποκειμένων, ὡς ὅταν κρόκου ὀσμὴν ἢ στύρακος εἴποιμεν, ἢ κατὰ μεταφορὰν τὴν ἐκ τῶν γευστῶν τὰς μὲν γὰρ αὐτῶν γλυκείας τὰς δὲ πικρὰς προσηγορεύκαμεν), ἐπεὶ καὶ ἔοικέ τι καὶ ἀνάλογον ἔχειν πρὸς γεῦσιν καὶ ὅμοιά πως τὰ εἴδη τῶν χυμῶν τοῖς τῆς ὀσμῆς· ἀλλὰ τὴν γεῦσιν ἔχομεν ἀκριβεστέραν διὰ τὸ εἶναι ἁφήν τινα, ταύτην δὲ ἔχει τὴν αἴσθησιν ἀκριβεστάτην ὁ ἄνθρωπος. ἐν μὲν γὰρ ταῖς ἄλλαις πολλοῖς τῶν ζώων λείπεται κύνες γὰρ ὀσφραντικώτεροι καὶ ἀετοὶ ὀξυδερκέστεροι), κατὰ δὲ τὴν ἁφὴν πολλῷ τῶν ἄλλων διαφερόντως ἀκριβοῖ. διὸ καὶ φρονιμώτατος τῶν ζώων ἐστί. σημεῖον δέ· καὶ γὰρ αὐτῶν τῶν ἀνθρώπων οἱ μὲν εὐφυεῖς οἱ δὲ ἀφυεῖς παρ’ οὐδὲν ἕτερον αἰσθητήριον ἢ παρὰ ταύτην, ὡς ὑλικὴν εἰπεῖν αἰτίαν. ὧν μὲν γὰρ ἡ σὰρξ μαλακή, εὐφυεῖς, ἀφυεῖς δὲ τὴν διάνοιαν, ὧν σκληρά, τῶν ἄλλων δηλαδὴ τῶν αὐτῶν φυλαττομένων, ἀγωγῆς ἡλικίας καὶ φύσεως· ὁ γὰρ ἐν τούτοις ἐξετασθεὶς μαλακώτερος εὐφυέστερος, ὡς τῶν περιττωμάτων διαφορουμένων ἐν τούτοις μᾶλλον λεπτότερον τὸ ἐν ἐγκεφάλῳ πνεῦμα καὶ φανταστικὸν ὑπολείπεσθαι. ἔτι διττόν πως τὸ τῶν ὀσφραντῶν· τὸ μὲν γάρ ἐστι κατὰ τοὺς χυμοὺς τεταγμένον αὐτῶν, ὥσπερ εἴπομεν, καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν κατὰ συμβεβηκὸς ἔχουσι· διὰ γὰρ τὸ τοῦ θρεπτικοῦ εἶναι πάθησιν, ἐπιθυμούντων μὲν ἡδεῖαι αἱ ὀσμαὶ τούτων εἰσί, πεπληρωμένοις δὲ καὶ μηδὲν δεομένοις οὐχ ἡδεῖαι οὐδὲ αἱ ὀσμαί· τὸ δὲ ὅπερ ἐπὶ τῶν ἀνθῶν καὶ τῶν ἄλλως ἀρωματωδῶν αἱ καὶ καθ’ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσιν· οὐδὲν γὰρ μᾶλλον οὐδ’ ἧττον πρὸς τὴν τροφὴν παρακαλεῖ, οὐδὲ συμβάλλεται πρὸς ἐπιθυμίαν τροφῆς οὐδέν. καὶ τοῦτο μὲν τὸ εἶδος τοῦ ὀσφραντοῦ καὶ ἴδιον ἀνθρώπου ἐστίν· ἡ δὲ κατὰ τοὺς χυμοὺς τεταγμένη καὶ τῶν ἄλλων ζώων ἐστί. κἀκείνων μὲν διὰ τὸ κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδὺ διῄρηται τὰ εἴδη κατὰ τοὺς χυμούς. ἑπτὰ δὲ οὗτοι, ὥστε καὶ ταῦτα), ταύτης δὲ οὐκέτι, διὰ τὸ τὴν φύσιν αὐτῆς καθ’ αὑτὴν εἶναι ἡδεῖαν ἢ λυπηράν. αἴτιον δὲ τοῦ εἶναι ἀνθρώπου τὴν τοιαύτην ὀσμὴν διὰ τὴν περὶ τὸν ἐγκέφαλον ψῦξιν. ψυχροῦ γὰρ ὄντος τούτου τὴν φύσιν καὶ τοῦ αἵματος τοῦ περὶ αὐτὸν ἐν τοῖς φλεβίοις ὄντος λεπτοῦ μὲν καὶ καθαροῦ, εὐψύκτου δέ διὸ καὶ ἡ τῆς τροφῆς ἀναθυμίασις ψυχομένη διὰ τὸν τόπον τὰ ῥευματικὰ νοσήματα ποιεῖ), τοῖς ἀνθρώποις πρὸς ὑγείας. βοήθειαν τὸ τοιοῦτον τῆς ὀσμῆς εἶδος ἡ φύσις πεποίηται· οὐδὲν γὰρ ἄλλο ἔργον αὐτῆς ἡ τοῦτο. ἀναφερομένων γὰρ τῶν ὀσμῶν περὶ τὸν ἐγκέφαλον διὰ τὴν ἐν αὐταῖς τῆς θέρμης κουφότητα, ὑγιεινοτέρως ἔχει τὰ περὶ τὸν τόπον τοῦτον· ἡ γὰρ τῆς ὀσμῆς δύναμις θερμὴ τὴν φύσιν ἐστίν. ἔτι τὸ τοῖς χυμοῖς συγκατατεταγμένον τῶν ὀσφραντῶν τὸ μὲν συμφωνεῖ, τὸ δὲ οὔ. ἔστι γὰρ ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρὸς καὶ οἱ ἕτεροι, οὕτω καὶ ὀσμαί· καὶ γὰρ γλυκεῖα καὶ πικρὰ καὶ αὐστηρὰ καὶ δριμεῖα καὶ ἁλυκὴ καὶ λιπαρὰ καὶ στύφουσα ὀσμὴ κατὰ τοὺς χυμοὺς τῶν ὑποκειμένων ὀνομαζόμεναι· οὐ μέντοι γε ὁμοίως ἐπὶ πᾶσιν ὁ λόγος ἥκει, ἀλλὰ τὰ μὲν ἔχει τὴν ἀνάλογον ὀσμὴν καὶ χυμόν, ὥσπερ εἴρηται, τὰ δὲ διαλλάττει. κρόκου μὲν γὰρ καὶ μέλιτος ὅ τε χυμὸς ἥ τε ὀσμὴ τὰ αὐτά καὶ γλυκέα γάρ) καὶ θύμου καὶ σκορόδου· ἄμφω γὰρ δριμέα· ἀλόη δὲ καὶ στύραξ τὴν γεῦσιν πικραί, γλυκεῖς δὲ τὴν ὀσμήν. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο δὲ διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς ὀσμάς. ὥσπερ τοὺς χυμούς, καθάπερ εἴρηται· ὅθεν καὶ ἀπὸ τούτων εἴληφε τὰ ὀνόματα καθ’ ὁμοιότητα τῶν πραγμάτων· Ὅπερ δὲ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη γὰρ ἀμφοτέρων αἰσθάνεται τῆς τε οἰκείας ἕξεως καὶ στερήσεως, ἔτι δὲ καὶ τῶν οἰκειῶν ὑπερβολῶν· ὅρασις μὲν γὰρ ὁρατοῦ καὶ ἀοράτου, ἀκουστοῦ δὲ καὶ ἀνηκούστου ἀκοή· τὸ τὲ γὰρ, φῶς καὶ τὸ σκότος ὄψει αἰσθητόν, καὶ ψόφος καὶ σιγὴ ἀκοη), οὕτν καὶ ἐπ᾿ ὀσφρήσεως. ἡ γὰρ αὐτὴ καὶ ὀσφραντοῦ καὶ ἀνοσφράντου κριτικη. οὐ, πὰν δὲ ἁπλῶς τὸ ἄνοσμον κρίνει, ὥσπερ οὐδὲ ἡ ὄψις τὸ ἀόρατον ἅπαν, ἀλλὰ τὸ σύστοιχον καὶ μόνην τῆς οἰκείας καταφάσεως τὴν ἀπόφασιν· λόγου γὰρ ὅτι ἡ φωνὴ ἀόρατος, οὐχ ὁράσεως. ἔτι τριττὸν τὸ ἀνόσφραντον, ὥσπερ καὶ τὸ ἀόρατον· ἢ τὸ μηδ’ ὅλως ἔχον ἢ τὸ ἀμυδρῶς ἢ τὸ ὑπερβαλλόντως καὶ φθαρτικόν, ὡς ἐκεῖ τὸ ὑπέρλαμπρον. ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ του μεταξὺ ποιουμένη τὰς ἐνεργείας, ἀέρος καὶ ὕδατος· καὶ γὰρ τὰ ἔνυδρα φαίνεται καὶ ὀσμῆς αἰσθανόμενα, ὥσπερ ἐλέχθη πρότερον, καὶ τὰ ἔναιμα 〈καὶ τὰ ἄναιμα〉, ὥσπερ καὶ τὰ ἐν ἀέρι· καὶ γὰρ ἔνια τούτων πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν αἰσθανόμενα τῆς ὀσμῆς, κύνες καὶ ἔνια τῶν πτηνῶν. πλὴν ὁ τρόπος διάφορος τῇ διόδῳ τῶν ὀσφραντῶν πρὸς τὰ τῆς ἀκοῆς καὶ ὄψεως αἰσθητά· ὀσμὴ γὰρ ὀσμὴν ἐκκρούει τὴν ἐλάττω ἡ μείζων, χρῶμα δὲ χρῶμα οὔ· καὶ μετά τινος ἀπορροίας τὸ ὀσφραντὸν ἐπὶ τὸ αἰσθητήριον πρόεισιν, ὅθεν ἐπὶ τῶν δυσωδῶν ῥάκους ταῖς ῥισὶν ἐπιθεμένου εἴρχθη μὲν ἡ ὀσμή, τῷ δὲ ἀέρι ἡ εἴσοδος οὐκ ἐκωλύετο. ἀπορήσειεν ἄν τις, εἰ μὴ μόνα τὰ πεζὰ τῶν ζώων ὄσφρησιν ἔχει, ἀλλ’ ἤδη καὶ τὰ ἔνυδρα, πῶς τὰ μὲν ἄλλα καὶ μὴ εἰσπνέοντα ὀσφραίνεται, ὁ δὲ ἄνθρωπος καὶ ὅσα πνεύμονα ἔχει ζῷα οὐκ αἰσθάνεται τοῦ ὀσφραντοῦ μὴ εἰσπνέοντα· κατέχοντα γὰρ τὸ πνεῦμα ἢ ἐκπνέοντα οὐκ ὀσμᾶται οὔτ’ ἐγγὺς οὔτε πόρρω, οὐδ’ ἂν ἐπιθῇ τις εἰς τὸν μυκτῆρα ἐντὸς τὸ εὐῶδες καὶ τὸ μὲν ἐπ’ αὐτῷ τῷ αἰσθητηρίῳ τιθέμενον ἀναίσθητον εἶναι κοινὸν πάντων, τὸ δὲ ἄνευ τοῦ εἰσπνεῖν μὴ αἰσθάνεσθαι ἴδιον τῶν ἐχόντων πνεύμονα· καὶ τοῦτο δὲ πειρωμένῳ δῆλον)· ὡς <εἰ> τὰ μὴ ἔχοντα πνεύμονα μὴ ἀναπνεῖ, δὲ τοῦ εὐώδους καὶ τοῦ δυσώδους, ἑτέραν τινὰ αἴσθησιν ὑπολείπεται ἔχειν παρὰ τὰς εἰρημένας. ἀλλ’ ἀδύνατον, εἴπερ τῆς ὀσμῆς αἰσθάνεται· ὧν γὰρ ἐνέργειαι αἱ αὐταί, τούτων καὶ τὸ κρῖνον ἕν· ἡ δὲ τοὐ εὐώδους καὶ τοῦ δυσώδους αἴσθησις ὄσφρησίς ἐστιν. ἔτι φαίνεται καὶ ταῦτα φθειρόμενα ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν, ὑφ’ ὧνπερ καὶ τὰ ἔχοντα πνεύμονα, οἷον ἀσφάλτου καὶ θείου, ὡς τῆς αὐτῆς οὔσης ὧδε κἀκεῖσε τῆς συναισθήσεως. ὥστε ὀσφραίνεσθαι μὲν τὰ τοιαῦτα λέγειν δεῖ, μὴ ἐν τῷ ἀναπνεῖν δέ, καὶ ἔοικε τοιοῦτόν τι συμβῆναι περὶ τὴν ὄσφρησιν ὅπερ ἐπὶ τῆς ὄψεως ἔν τισιν· ὡς γὰρ ἐκεῖ τὰ μὲν σκληρόφθαλμα τῶν ζώων βλεφάρων οὐ δεῖται εἰς φυλακὴν καὶ προκά- λυμμα, αὐτόθεν ἔχοντα τὴν ἀσφάλειαν ὄντα δυσπαθῆ τῇ σκληρότητι, καὶ εὐθὺς ὁρᾷ, ὅτι ἄν τεθῇ ἐν τῷ διαφανεῖ, τὰ δὲ μαλακόφθαλμα ἀντὶ παντὸς φυλακτηρίου προβάλλει τὰ βλέφαρα ὥσπερ τι πῶμα καὶ ἔλυτρον, ἅπερ ἄν μὴ ἀνασπάσῃ καὶ κινήσῃ, οὐχ ὁρᾷ τὸ ζῶον, οὕτω τοι καὶ τὸ ὀσφραντικὸν αἰσθη- τήριον τοῖς μὲν ἀκάλυφον εἶναι τοῖς μὴ ἔχουσι πνεύμονα, ὥσπερ τὸ ὄμμα τοῖς σκληροφθάλμοις, τοῖς δὲ τὸν ἀέρα δεχομένοις ἔχειν ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀνακαλύπτεται, διευρυνομένων τῶν νεύρων καὶ τῶν πόρων. τὰ γὰρ ἐπὶ τῇ βάσει τῆς ῥινὸς ὑπὸ τὸν ἐγκέφαλον ἰσθμοειδῶν ὀστέων συμμεμυ- κότων καὶ πεφραγμένων τῇ τῶν ὑγρῶν ἐπιρρεύσει διανοίγει ὁ ἀὴρ εἰσπνεόμενος καὶ διίστησιν. ὅθεν τὰ ἀναπνεόντα ἐν τῷ ὑγρῷ οὐκ ὀσμᾶται, ὅτι ἀνάγκη ἀναπνεύσαντα ἀσφρανθῆναι, τοῦτο δὲ ποιεῖν ἐν τῷ ὑγρῷ ἀδύνατον. Ἔστι δὲ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ· ὕλη γὰρ ἑκατέ- ρου ἑκάτερον. οὔτε δὲ ξηρὸν οὕτω λέγομεν τὸ παντελῶς ἐστερημένον ὑγρότητος τὸ γὰρ ἄνθος ὑγρὸν καὶ εὐῶδες), οὔτε ὑγρὸν τὸ ξηρότητος τῆς ὁπωσοῦν ἀνεπίδεκτον οἷον τὸ ὕδωρ ἄνοσμα γὰρ τὰ τοιαῦτα καὶ ἄχυμα), ἀλλ’ ἐν ἑκατέροις τὸ μᾶλλον τοῦτο ἢ ἐκεῖνο. καθόλου γὰρ πᾶς χυμὸς καὶ ὀσμὴ ἐν ποιᾷ τινι κράσει τῶν στοιχείων πρὸς ἄλληλα γίνεται. εἰλικρινῆ γὰρ καὶ καθ’ ἑαυτὰ μένοντα ἄνοσμά τε καὶ ἄχυμα· καὶ τῶν ἐν συνθέσει δὲ τὰ μᾶλλον ἁπλὰ μᾶλλον ἄνοσμα καὶ ἄχυμα, οἷον λίθος ἄνοσμον, ὅτι καὶ ἄχυμον, ὀσμώδη δὲ τὰ ξύλα, ὅτι καὶ ἔγχυμα, καὶ τούτων ἔτι] ἧττον τὰ ὑδατώδη. καὶ τῶν μεταλλευομένων δὲ χρυσὸς μὲν ἄοσμον, ἄχυμον γάρ, ὀσμώδη δὲ χαλκὸς καὶ σίδηρος. ὅταν δὲ καὶ τούτων τὸ ὑγρὸν ἐκκαυθῇ, πάντων αἱ σκωρίαι ἀνο- σμότεραι γίνονται. ὃ δὲ ἐν μόνῳ ὕδατι χυμός, τοῦτο ἐν ἀέρι καὶ ὕδατι ὀσμή. κοινὸν δὲ κατὰ τούτων λέγομεν τὸ διαφανές, ἔστι δὲ ὀσφραντὸν οὐχ ᾗ δια- φανές, ἀλλ’ ᾗ πλυτικὸν καὶ ῥυπτικὸν ἐγχύμου ξηρότητος. εἰ οὖν τις θείη τὸν ἀέρα καὶ τὸ ὕδωρ ἄμφω ὑγρά, εἴη ἄν ἡ ἐν ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις καὶ πλύσις ὀσμή. τὸ δὲ ὀσφραντικὸν αἰσθητήριον δυνάμει τοιοῦτον. ἀμβλύνει δὲ τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς τὸ ψυχρὸν κατὰ λόγον· τὸ γὰρ θερμὸν τὸ κινοῦν καὶ δημιουργοῦν ἡ ψύξις καὶ ἡ πῆξις ἐκδιώκει. ποτὲ δὲ τὸ αὐτὸ ξηρὸν καὶ ἀμφοτέρων παραίτιον, ἐν μὲν ὕδατι θερμῷ πλυνθὲν χυμοῦ ,ἐν δ’ ἀέρι πυρὶ θυμιώμενον τῆς ὀσμῆς. τοσαῦτα καὶ περὶ ὀσφρήσεως.