Ancient Greek · ~8 min
Book 1
Soranus, Gynaeciorum Libri IV 1.〈ϹΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Α〉
Not analysed yet
Εἰϲ πόϲουϲ καὶ τίναϲ λόγουϲ τμητέον τὴν τῶν γυναικείων 171 R. παράδοϲιν. 1, Ἐπεὶ πρὸϲ τὸ τῶν ἀποδοθηϲομένων εὐαπόκριτον ἡ τῆϲ πρα- γματείαϲ ϲυμβάλλεται προδιαίρεϲιϲ, εὔχρηϲτον εἰϲ μέρη καὶ λόγουϲ αὐτὴν διαιροῦντα προκαταγράψαι. τινὲϲ μὲν οὖν εἰϲ δύο μέρη τέμνου- ϲιν αὐτήν, εἴϲ τε τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν ***τὸ δὲ πρακτι- κὸν τὸ μὲν ὑγιεινὸν λέγουϲι, τὸ δὲ θεραπευτικόν. καὶ οἱ μὲν εἰϲ τὸ περὶ τῶν κατὰ φύϲιν καὶ τῶν παρὰ φύϲιν, οἱ δὲ εἰϲ τὸ φυϲιολογικὸν καὶ παθολογικὸν καὶ θεραπευτικόν. ἡμεῖϲ δὲ τὴν πραγματείαν εἰϲ δύο λόγουϲ τέμνομεν, εἴϲ τε τὸν περὶ τῆϲ μαίαϲ καὶ τὸν περὶ τῶν ὑποπιπτόντων τῇ μαίᾳ. 2. τούτων δὲ κατὰ τὸ ὑποβεβηκὸϲ τὸν μὲν περὶ τῆϲ μαίαϲ εἴϲ τε τὸν περὶ τῆϲ γενηϲομένηϲ (ἐν ᾦ ζητοῦμεν, τίϲ ἐϲτιν ἡ ἐπιτηδείωϲ ἔχουϲα πρὸϲ τὸ γενέϲθαι μαῖα) καὶ εἰϲ τὸν περὶ τῆϲ ἤδη γεγενημένηϲ (ἐν ᾦ ζητοῦμεν, τίϲ ἀρίϲτη μαῖα)· τὸν δὲ περὶ τῶν |ὑποπιπτόντων τῇ μαίᾳ πάλιν εἴϲ τε τὸν περὶ τῶν κατὰ φύϲιν καὶ εἰϲ τὸν περὶ τῶν παρὰ φύϲιν. ἐξ ὧν τὸν μὲν περὶ τῶν κατὰ φύϲιν εἴϲ τε τὸν φυϲικόν (ἐν ᾦ ϲκεπτόμεθα περὶ ϲπέρματοϲ καὶ ζῳογονίαϲ) καὶ εἰϲ τὸν ὑγιεινὸν ἄμα καὶ μαιωτικόν (ἐν ᾦ ϲυνειληφυίαϲ καὶ ἀποτεκούϲηϲ ἐπιμέλειαν διδάϲκομεν ϲυναποδιδόντεϲ καὶ τὸν περὶ παιδοτροφίαϲ λόγον]· τὸν δὲ περὶ τῶν παρὰ φύϲιν εἴϲ 〈τε〉τὸν περὶ τῶν ὑπαγομένων τῇ διαίτη παθῶν (ἐν ᾧ καὶ περὶ ἐποχῆϲ ἐμμήνων καὶ ϲτραγγῆϲ καθάρϲεωϲ καὶ πνιγὸϲ ὑϲτερικῆϲ καὶ τῶν ὁμοίων παθῶν ἐπιζητοῦμεν) καὶ εἰϲ τὸν περὶ τῶν χειρουργίαιϲ καὶ φαρμακείαιϲ (δἰ οὑ ϲκεπτόμεθα περὶ δυϲτοκίαϲ καὶ προπτώϲεωϲ ὑϲτέραϲ καὶ τῶν ἐμφερῶν]. τὸν μὲν οὖν φυϲικὸν ἄχρη- ϲτον ὄντα πρὸϲ τὸ τέλοϲ, φερέκοϲμον δὲ πρὸϲ χρηϲτομάθειαν, κεχω- ρίκαμεν ἐντεῦθεν, μόνον πρὸϲ τὸ παρὸν ἐχόμενοι τῶν ἀναγκαίων. πρὸ δὲ τῶν ἄλλων ἐροῦμεν πρῶτον τὸν περὶ τῆϲ μαίαϲ, εἶτα τὸν ὑγιεινόν, εῖτα τὸν περὶ τῶν παρὰ φύϲιν· ϲτιβαρώτεροϲ γὰρ οῦτοϲ καὶ μετὰ ποικιλίαϲ δυϲχερέϲτεροϲ, διὸ καὶ τελευταῖοϲ ὀφείλει παραδίδοϲθαι.