# Fragmenta 17-23

Sosicrates; Sosicrates Rhodius, Fragmenta, 17 to 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sosicrates-sosicrates-rhodius/fragmenta/17

Σωσικράτης δὲ ἐν Διαδοχαῖς φησὶν αὐτὸν ἐρωτηθέντα ὑπὸ Λέοντος τοῦ Φλιασίων τυράννου, τίς εἴη; Φιλόσοφος, εἰπεῖν. Ἔνιοι δὲ καὶ Διατριβῶν αὐτόν φασιν ἓξ γεγραφέναι· οἱ δ ̓ οὐδ ̓ ὅλως γράψαι· ὧν ἐστι καὶ Σωσικράτης ὁ Ῥόδιος. Πρῶτος (Antisthenes) ἐδίπλωσε τὸν τρίβωνα, καθά φησι Διοκλῆς, καὶ μόνῳ αὐτῷ ἐχρῆτο· βάκτρον τε ἀνέλαβε καὶ πήραν· πρῶτον δὲ καὶ Νεάνθης φησὶν διπλῶσαι θοιμάτιον· Σωσικράτης δ ̓ ἐν τρίτῃ Διαδοχῶν, Διόδωρον τὸν Ἀσπένδιον καὶ πώγωνα καθεῖναι καὶ βάκτρῳ καὶ πήρᾳ χρῆσθαι. Σωσικράτης δ ̓ ἐν τρίτῳ Φιλοσόφων διαδοχῆς βαθεῖ πώγωνι χρήσασθαι τὸν Διόδωρον ἱστορεῖ, καὶ τρίβωνα ἀναλαβεῖν, κόμην τε φορῆσαι, κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην προσαγαγόντα, τῶν πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρᾷ τε ἐσθῆτι ἀμφιεννυμένων, καὶ λουτροῖς καὶ ἀλείμμασι, κουρᾷ τε τῇ συνήθει χρωμένων. Σωσικράτης δ ̓ ἐν τῷ πρώτῳ (τρίτῳ̣) τῆς Διαδοχῆς, καὶ Σάτυρος ἐν τῷ τετάρτῳ τῶν Βίων, οὐδὲν εἶναι Διογένους φασί. Καὶ Κράτης δ ̓ ὁ κυνικὸς, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα, σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου· Εἴθε γὰρ, ἔφη, τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν. Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς Ἐπιστολὰς φασί· τὰ δὲ ἄλλα τοῦ περιπατητικοῦ Ἀρίστωνος.

---

SOSICRATES; SOSICRATES RHODIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1687.tlg003.local002/.
