Ancient Greek · ~2 min
1.1.19 to 1.1.20
Sozomenus, Historia ecclesiastica 1.1.19-20
Not analysed yet
Οὔτε γὰρ ἀχάριστοι δόξομεν εἶναι πρὸς αὐτοὺς, ἀμνηστίᾳ παραδεδωκότες τὴν αὐτῶν ἀρετὴν, οὔτε ἀπείρως ἔχειν τῆς κατ̓ αὐτοὺς ἱστορίας: μετὰ τοῦ καὶ τοῖς προῃρημένοις ὧδε φιλοσοφεῖν, ὑπόδειγμα καταλιπεῖν ἀγωγῆς, ᾗ χρώμενοι, μακαριωτάτου καὶ εὐδαίμονος μεθέξουσι τέλους. Ἀλλὰ ταῦτα μὲν προϊὼν ὁ λόγος, ὡς οἷόν τε, παραφυλάξει. Τρέπομαι δὲ ἤδη ἐπὶ τὴν ἀφήγησιν τῶν πραγμάτων, συνεργὸν καὶ ἵλεων τὸν Θεὸν ἐπικαλεσάμενος. Ἕξει δὲ τὴν ἀρχὴν ἡ παροῦσα γραφὴ, ἐνθένδε.