Ancient Greek
1.1.6 to 1.1.7
Sozomenus, Historia ecclesiastica 1.1.6-7
Not analysed yet
Καί μοι δοκεῖ ταῦτα ἱστορῶν μονονουχὶ βοᾷν ἀναλόγως τοῖς ἔργοις, Θεὸν εἶναι τὸν Χριστόν: ὑπὸ δὲ τοῦ παραδόξου πράγματος καταπλαγεὶς, ὡδίπως μέσος παρέδραμε, μηδὲν τοῖς εἰς αὐτὸν πιστεύσασιν ἐπισκήψας, μᾶλλον δὲ καὶ συνθέμενος. Ταῦτά μοι λογιζομένῳ θαυμαστὸν εἰκότως κατεφαίνετο, μὴ τοὺς Ἑβραίους φθάσαι, καὶ πρὸ τῶν ἄλλων ἀνθρώπων εἰς Χριστιανισμὸν μεταβαλεῖν. Εἰ γὰρ καὶ Σιβύλλα καὶ χρησμοί τινες τῶν ἐπὶ τῷ Χριστῷ συμβεβηκότων, τὸ μέλλον προεμήνυσαν, οὐ παρὰ τοῦτο δήπου πᾶσιν Ἕλλησιν εἰς δυσπιστίαν ἐγκαλεῖν ἐστίν. Ὀλίγοι γὰρ οἳ παιδείᾳ διαφέρειν ἐδόκουν, τὰς τοιαύτας ᾔδεσαν προφητείας,