Ancient Greek
Book 1, Chapter 13
Sozomenus, Historia ecclesiastica 1.13.13
Not analysed yet
Ἐγένοντό γε μὴν εὐδοκιμώτατοι ὧν παρειλήφαμεν Ἀντωνίου μαθητῶν, ἀλλοί τε πολλοὶ οὓς κατὰ τὸν οἰκεῖον καιρὸν ἀναγράψομεν, καὶ Παῦλος ὁ ἐπίκλην ἁπλοῦς. Ὅν φασιν ἄγροικον ὄντα καλῇ τὸ εἶδος γυναικὶ συνοικῆσαι: ἐπ’ αὐτοφώρῳ δὲ αὐτὴν καταλαβόντα μοιχευομένην, ἠρέμα ἐπιγελάσαι, καὶ ὅρκον προσθεῖναι ὡς οὐκ ἔτι αὐτῇ συνοικήσει. Ἔχε δὲ αὐτὴν, πρὸς τὸν μοιχὸν εἰπὼν, εὐθὺς ἐπὶ τὴν ἐρημίαν ἦλθε πρὸς Ἀντώνιον.