# Historia ecclesiastica 1.13.2-6

Sozomenus, Historia ecclesiastica, 1.13.2 to 1.13.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/1.13.2

Ἐγένετο δὲ οὗτος Αἰγύπτιος τῷ γένει, τῶν εὐπατριδῶν, ἀπὸ Κομᾶ. Κώμη δὲ αὕτη ὁμοῦ Ἡρακλείας τῆς παῤ Αἰγυπτίοις ἄκρασι. Βούπαις δὲ καταλειφθεὶς ὀρφανὸς, τοὺς μὲν πατρῴους ἀγροὺς ἐδωρήσατο τοῖς κωμήταις: τὴν δὲ ἄλλην οὐσίαν διαθεὶς, τὸ τίμημα τοῖς πενομένοις διένειμε. Σπουδαίου γὰρ εἶναι φιλοσόφου κατεῖδεν, μὴ μόνον ἑαυτὸν γυμνῶσαι χρημάτων, ἀλλὰ καὶ εἰς δέον ταῦτα ἀναλῶσαι. Συγγενόμενος δὲ τοῖς κατ̓ αὐτὸν σπουδαίοις, τὰς πάντων ἐζήλωσεν ἀρετάς: δοκιμάσας δὲ τὸν ἀγαθὸν βίον ἡδὺν ἔσεσθαι τῇ συνηθείᾳ καὶ χαλεπὸν ὄντα τὰ πρῶτα, τρόπους περινοῶν συντονωτέρας ἀσκήσεως, ὁσημέραι ἐπεδίδου τῇ ἐγκρατείᾳ: καὶ, ὡς ἀεὶ ἀρχόμενος, ἀνενέου τὴν προθυμίαν: ταῖς μὲν ταλαιπωρίαις τοῦ σώματος τὰς ἡδονὰς κολάζων, θεοσόφῳ δὲ προαιρέσει τοῖς πάθεσι τῆς ψυχῆς ἀντιτασσόμενος. Ἦν δὲ αὐτῷ τροφὴ μόνος ἄρτος καὶ ἅλας ὕδωρ δὲ ποτόν: καὶ ἀρίστου καιρὸς δυόμενος ἥλιος. Πολλάκις δὲ δύο καὶ πλείους ἡμέρας διέμεινεν ἄσιτος. Ἠγρύπνει δὲ, ἀεὶ μὲν, ὡς εἰπεῖν, ὁλοκλήρους νύκτας: καὶ εὐχόμενος, τῆς ἡμέρας ἐφήπτετο: εἰ δ̓ ἄρα καὶ ὕπνου ἐγεύσατο, ἐπὶ ῥιπὸς ἀκαριαῖον ἐκάθευδε. Τὰ πολλὰ δὲ καὶ χαμαὶ κείμενος, αὐτὴν μόνην τὴν γῆν στρωμνὴν ἐποιεῖτο. Ἐλαίου τὲ τὴν ἀλοιφὴν, καὶ λουτρῶν καὶ παραπλησίων τὴν χρῆσιν παρῃτεῖτο, ὡς ὑγρότητι τὸ σύντονον τοῦ σώματος εἰς τὸ χαῦνον μεταβάλλουσαν. Φασὶ δὲ μήτε γυμνὸν ἑαυτὸν θεασάμενόν πωποτε. Γράμματα δὲ οὐδὲ ἠπίστατο οὐδὲ ἐθαύμαζεν: ἀλλὰ νοῦν ἀγαθὸν ὡς πρεσβύτερον τῶν γραμμάτων, καὶ αὐτὸν τούτων εὑρετὴν ἐπῄνει. Ἐγένετο δὲ πρᾷος ταμάλιστα καὶ φιλανθρωπότατος καὶ ἐχέφρων καὶ ἀνδρεῖος, χαρίεις τε τοῖς ἐντυγχάνουσι, καὶ ἄλυπος οἷς διελέγετο, εἰ καὶ ἐριστικῶς τὰς διαλέξεις ἐποιοῦντο. Σοφῶς γάρ πως τῷ οἰκείῳ ἤθει, καὶ ἐπιστήμῃ τινὶ φιλονεικίαν αὐξομένην κατέπαυε, καὶ πρὸς τὸ μέτρον μετετίθει: καὶ τῶν ὁμιλούντων αὐτῷ τὸν τόνον ἐκίρνα,

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
