Ancient Greek
1.14.2 to 1.14.4
Sozomenus, Historia ecclesiastica 1.14.2-4
Not analysed yet
Ἀλλ̓ ἐπειδὴ τοὺς περὶ παρθενίας λόγους ἐπῄνει ἡ γυνὴ, χωρισθῆναι δὲ αὐτοῦ χαλεπῶς ἔφερεν, ἰδίᾳ καθεύδων ἐπὶ δέκα καὶ ὀκτὼ ἔτεσι συνῆν αὐτῇ, μὴ δὲ οὕτω μοναχικῆς ἀσκήσεως ἀμελῶν. Ἐν τοσούτῳ δὲ χρόνῳ ζηλώσασα τὴν τοῦ ἀνδρὸς ἀρετὴν ἡ γυνὴ, ἐλογίσατο μὴ δίκαιον εἶναι, τηλικοῦτον ὄντα οἴκοι κρύπτεσθαι δἰ αὐτὴν, καὶ χρῆναι ἑκάτερον κεχωρισμένως οἰκοῦντα φιλοσοφεῖν. Καὶ περὶ τούτου ἐδεήθη τοῦ ἀνδρός. Ὁ δὲ, χάριν ὁμολογήσας τῷ Θεῷ ὑπὲρ τῶν βεβουλευμένων τῇ γυναικὶ, σὺ μὲν δὴ, ἔφη, τοῦτον τὸν οἶκον ἔχε: ἐγὼ δὲ ἕτερον ἐμαυτῷ ποιήσω. Καὶ πρὸς μεσημβρίαν τῆς Μαρείας λίμνης καταλαβὼν ἔρημον τόπον, ἀμφὶ τὴν Σκῆτιν καὶ τὸ καλούμενον τῆς Νιτρίας ὄρος, δύο καὶ εἴκοσι ἔτη ἐνθάδε ἐφιλοσόφησε, δὶς ἑκάστου ἔτους τὴν γυναῖκα θεώμενος. Τούτῳ δὲ τῷ θεσπεσίῳ ἀρχηγῷ γενομένῳ τῶν τῇδε μοναστηρίων, πολλοὶ καὶ ἀξιόλογοι ἐγένοντο μαθηταὶ, ὡς αἱ διαδοχαὶ ἐπιδείξουσι. Πολλὰ δὲ καὶ θεσπέσια ἐπ’ αὐτῷ συμβέβηκεν, ἃ μάλιστα τοῖς κατ̓ Αἴγυπτον μοναχοῖς ἠκρίβωται, περὶ πολλοῦ ποιουμένοις, διαδοχῇ παραδόσεως ἀγράφου ἐπιμελῶς ἀπομνημονεύειν τὰς τῶν παλαιοτέρων ἀσκητῶν ἀρετάς. Ἐμοὶ δὲ τῶν εἰς ἡμᾶς ἐλθόντων ἐκεῖνα ῥητέον.