# Historia ecclesiastica 1.16-18

Sozomenus, Historia ecclesiastica, 1.16 to 1.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/1.16

Ἀναίμακτον δὲ καὶ καθαρὰν φόνου, πάντων τῶν πώποτε γενομένων, μόνην τὴν σὴν ἡγεμονίαν ἅπας αἰὼν αὐχεῖ. Ἡδονῇ δὲ τὰ σπουδαῖα τοὺς ὑπηκόους παιδεύεις, εὐνοίᾳ τε καὶ αἰδοῖ τὴν περὶ σὲ σπουδὴν καὶ τὰ κοινὰ ἐνδείκνυσθαι. Ὥστε μοι πάντων ἕνεκεν ἀναγκαῖον καταφαίνεται Ἐκκλησιαστικὴν Ἱστορίαν συγγράφοντι, σοὶ προσφωνῆσαι. Τίνι γὰρ μᾶλλον οἰκειότερον τοῦτο ποιήσω, πολλῶν καὶ θεσπεσίων ἀνδρῶν ἀρετὴν ἀφηγῆσθαι μέλλων, καὶ τὰ συμβάντα περὶ τὴν καθόλου ἐκκλησίαν, ὅσοις τε ἐχθροῖς ὑπαντήσασα, εἰς τοὺς σοὺς καὶ τῶν σῶν πατέρων λιμένας κατῆγεν. Ἄγε οὖν, ὦ πάντα εἰδὼς, καὶ πᾶσαν ἀρετὴν ἔχων, καὶ μάλιστα τὴν εὐσέβειαν, ἣν ἀρχὴν εἶναι σοφίας ὁ θεῖος ἐστὶ λόγος, δέχου παῤ ἐμοῦ ταύτην τὴν γραφὴν, καὶ ἐξέτασον, καὶ τὰς τῆς σῆς ἀκριβείας προσθέσεις καὶ ἀφαιρέσεις προσαγαγὼν, τοῖς σοῖς πόνοις κάθαρον. Πάντως γὰρ ὅπῃ ἄν σοι φίλον δοκοῖ, ταύτῃ καὶ τοῖς ἐντυγχάνουσι χρήσιμον καὶ λαμπρὸν φανεῖται:

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
