Ancient Greek · ~2 min
1.21.1 to 1.21.2
Sozomenus, Historia ecclesiastica 1.21.1-2
Not analysed yet
Ἰστέον δὲ ὅτι τὸν μὲν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ ἀπεφῄναντο: τοὺς δὲ λέγοντας ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, ἢ τρεπτὸν ἢ ἀλλοίωτον, ἀπεκήρυξαν, καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ἐψηφίσαντο. Ταύτην δὲ τὴν γραφὴν ἐπῄνεσαν Εὐσεβιός τε ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαίας, Μάρις τε ὁ Χαλκηδόνος, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, καὶ Σεκοῦνδος ὁ Πτολεμαΐδος τῆς Λιβύης. Εὐσέβιος δὲ ὁ Παμφίλου μικρὸν ἐπισχὼν, ἐπεσκέψατο ταύτην καὶ ἐπῄνεσεν.