Ancient Greek
1.22.2 to 1.22.3
Sozomenus, Historia ecclesiastica 1.22.2-3
Not analysed yet
Τί οὖν, ἔφη ὁ βασιλεὺς, ὁμοίως φρονῶν, χωρίζῃ τῆς κοινωνίας; τοῦ δὲ προφέροντος τὴν ἐπὶ Δεκίου Ναυάτῳ καὶ Κορνηλίῳ συμβᾶσαν διαφορὰν, καὶ ὡς μετὰ τὸ βάπτισμα κοινωνίας οὐκ ἀξιοῖ μυστηρίων τοὺς ἁμαρτίας ἐνόχους, ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαί: Θεοῦ γὰρ ἐξουσίας μόνου, οὐχ ἱερέων ἠρτῆσθαι τὴν ἄφεσιν: ὑπολαβὼν ὁ βασιλεὺς εἶπεν: ὦ Ἀκέσιε, κλίμακα θὲς, καὶ μόνος εἰς οὐρανοὺς ἀνάβηθι. Ταῦτα δὲ οἶμαι εἰπεῖν τὸν βασιλέα πρὸς Ἀκέσιον, οὐκ ἐπαινοῦντα: ἀλλ̓ ὅτι ἄνθρωποι ὄντες, ἀναμαρτήτους σφᾶς εἶναι νομίζουσιν.