Ancient Greek · ~3 min
1.3 to 1.4
Sozomenus, Historia ecclesiastica 1.3-4
Not analysed yet
Σὺ δὲ, ὦ κράτιστε βασιλεῦ Θεοδόσιε, συλλήβδην εἰπεῖν, πᾶσαν ἐπήσκησας ἀρετὴν διὰ Θεοῦ. Ἁλουργίδα δὲ καὶ στέφανον πρὸς τοὺς θεωμένους, σύμβολον τῆς ἀξίας περικείμενος, ἔνδοθεν ἀεὶ τὸν ἀληθῆ κόσμον τῆς βασιλείας ἠμφίεσαι, τὴν εὐσέβειαν καὶ τὴν φιλανθρωπίαν. Ὅθεν ἑκάστοτε ποιηταὶ καὶ συγγραφεῖς, καὶ τῶν σῶν ὑπάρχων οἱ πλείους, καὶ τῶν λοιπῶν ὑπηκόων, περί σε καὶ τὰς σὰς πράξεις πονοῦσιν. Ἀγωνοθέτης δὲ καὶ λόγων κριτὴς προκαθήμενος, οὐ κομψῇ τινὶ φωνῇ καὶ σχήματι κλέπτεις τὴν ἀκρίβειαν: ἀλλ̓ εἰλικρινῶς βραβεύεις, λέξιν οἰκείαν σκοπῶν τῇ προθέσει τοῦ γράμματος, καὶ σχῆμα λόγου, καὶ μέρη, καὶ τάξιν, καὶ ἁρμονίαν, καὶ φράσιν καὶ συνθήκην, καὶ ἐπιχειρήματα, καὶ νοῦν, καὶ ἱστορίαν.