Ancient Greek
Book 1, Chapter 4
Sozomenus, Historia ecclesiastica 1.4.3
Not analysed yet
πολεμίων. Ἀεὶ γὰρ τοῦτο τὸ σημεῖον προὐβάλλετο τῶν οἰκείων ταγμάτων: καὶ ταῖς καμνούσαις φάλαγξιν ἐν ταῖς μάχαις παρεῖναι ἐκέλευε, φανεροὺς τάξας τῶν δορυφόρων περὶ τοῦτο πονεῖν, οἷς ἔργον ἦν ἕκαστον ἀμοιβαίως ἐπὶ τῶν ὤμων φέρειν τὸ σημεῖον, καὶ περιϊέναι τὰς τάξεις. Λέγεται γοῦν ποτὲ τὸν τοῦτο φέροντα, ἀθρόως ἐπιδραμόντων τῶν πολεμίων, δείσαντα ἑτέρῳ παραδοῦναι, καὶ ἑαυτὸν τῆς μάχης ὑπεξαγαγεῖν: ἤδη δὲ τῶν βελῶν ἔξω γενόμενον ἐξαπίνης πεσεῖν βληθέντα καιρίαν: τὸν δὲ παραλαβόντα τὸ θεῖον σύμβολον ἄτρωτον διαμεῖναι, πολλῶν ἐπ’ αὐτῷ τοξευόντων.