Ancient Greek · ~2 min
Book 1, Chapter 7
Sozomenus, Historia ecclesiastica 1.7.1
Not analysed yet
Λικίννιος δὲ μετὰ τὴν ἐνθάδε τροπὴν, πρότερον τὰ τῶν Χριστιανῶν πρεσβεύων, μετεβάλετο τὴν γνώμην: καὶ πολλοὺς τότε τῶν ἐπὶ τῇ ἰδίᾳ ἀρχῇ ἱερέων ἐκάκωσε, πολλοὺς δὲ καὶ τῶν ἄλλων, καὶ μάλιστα τοῦ στρατιωτικοῦ πλήθους. Σφόδρα γὰρ ἀπεχθάνετο πρὸς τοὺς Χριστιανοὺς, διὰ τὴν πρὸς Κωνσταντῖνον διαφορὰν, οἰόμενος αὐτὸν λυπήσειν ταῖς δυσπραγίαις τῆς θρησκείας: ἅμα δὲ καὶ τὰς ἐκκλησίας ὑπολαμβάνων εὔχεσθαι καὶ σπουδάζειν ὑπ’ αὐτοῦ μόνου βασιλεύεσθαι.