Ancient Greek
Book 1, Chapter 8
Sozomenus, Historia ecclesiastica 1.8.9
Not analysed yet
Τοῦτο δὲ τὸ ἔθνος ᾤκει μὲν τότε πέραν Ἴστρου ποταμοῦ: μαχιμώτατον δὲ τυγχάνον, καὶ πλήθει, καὶ μεγέθει σωμάτων, ἐν ὅπλοις ἀεὶ παρεσκευασμένον, τῶν μὲν ἄλλων βαρβάρων ἐκράτει: μόνους δὲ Ῥωμαίους ἀνταγωνιστὰς εἶχεν. Οὐχ ἥκιστα δὲ λέγεται καὶ τοῦτον τὸν πόλεμον ἐπιδεῖξαι Κωνσταντίνῳ διὰ σημείων καὶ ὀνειράτων, ὅσης θειόθεν ἠξίωτο προνοίας. Κρατήσας δὲ πάντων τῶν ἐπ’ αὐτοῦ συμβάντων πολέμων, καθάπερ ἀντιφιλοτιμούμενος τὸν Χριστὸν, ἠμείβετο τῇ περὶ τὴν θρησκείαν σπουδῇ: ταύτην μόνην πρεσβεύειν, καὶ σωτήριον ἡγεῖσθαι, τοὺς ἀρχομένους προτρέπων.