Ancient Greek
Book 1, Chapter 9
Sozomenus, Historia ecclesiastica 1.9.6
Not analysed yet
καὶ τοὺς διακονουμένους αὐτοῖς στρατιώτας: ἀμετατρέπτους τε εἶναι τῶν συνόδων τοὺς ὅρους. Εἰς τοῦτο δέ με προελθόντα γραφῆς, ἄξιον μὴ παραλιπεῖν τὰ νενομοθετημένα ἐπ’ ὠφελείᾳ τῶν ἐν ταῖς ἐκκλησίαις ἐλευθερουμένων. Ὑπὸ γὰρ ἀκριβείας νόμων, καὶ ἀκόντων τῶν κεκτημένων, πολλῆς δυσχερείας οὔσης περὶ τὴν κτῆσιν τῆς ἀμείνονος ἐλευθερίας, ἣν πολιτείαν Ῥωμαίων καλοῦσι, τρεῖς ἔθετο νόμους, ψηφισάμενος πάντας τοὺς ἐν ταῖς ἐκκλησίαις ἐλευθερουμένους ὑπὸ μάρτυσι τοῖς ἱερεῦσι, πολιτείας Ῥωμαϊκῆς τυγχάνειν.