Ancient Greek
2.1.8 to 2.1.10
Sozomenus, Historia ecclesiastica 2.1.8-10
Not analysed yet
Λέγεται δὲ καὶ νεκρὸν τῷ ἴσῳ τρόπῳ ἀναβιῶναι. Τοῦ δὲ εὑρεθέντος θεσπεσίου ξύλου, τὸ μὲν πλεῖστον ἐν ἀργυρᾷ θήκῃ μένον ἔτι καὶ νῦν ἐν Ἱεροσολύμοις φυλάττεται. Μέρος δὲ ἡ βασιλὶς πρὸς Κωνσταντῖνον τὸν παῖδα διεκόμισεν: οὐ μὴν ἀλλὰ καὶ τοὺς ἥλους οἷς τὸ σῶμα τοῦ Χριστοῦ διαπεπερόνητο. Ἐκ τούτων δὲ ἱστοροῦσι, περικεφαλαίαν τὸν βασιλέα κατασκευάσαι, καὶ χαλινὸν ἵππου, κατὰ τὴν Ζαχαρίου προφητείαν: ᾧ δὴ προείρηται, ὡς ἐπὶ τοῦ παρόντος καιροῦ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ παντοκράτορι.