Ancient Greek
2.10.2 to 2.10.3
Sozomenus, Historia ecclesiastica 2.10.2-3
Not analysed yet
Κατὰ δὲ τὴν αὐτὴν ἡμέραν, ὁμοίως ἀναιρεθῆναι προσετάχθησαν καὶ ἄλλοι ἑκατὸν ἐν τῷ δεσμωτηρίῳ ὄντες: τελευταῖον δὲ αὐτοῖς ἐπισφαγῆναι Συμεώνην, τὸν πάντων θάνατον θεασάμενον. Ἦσαν δὲ τούτων οἱ μὲν, ἐπίσκοποι: οἱ δὲ, πρεσβύτεροι, καὶ ἄλλοι ἄλλων κληρικῶν ταγμάτων. Ὡς δὲ πάντες τὴν ἐπὶ θανάτῳ ἤγοντο, παραγενόμενος ὁ μέγας ἀρχιμάγος, ἤρετο αὐτοὺς εἰ βούλοιντο ζῇν, καὶ βασιλεῖ παραπλησίως θρησκεύειν, καὶ τὸν ἥλιον σέβειν. Οὐδενὸς δὲ τὴν ἐπὶ τούτοις ζωὴν ἑλομένου, ὡς εἰς τὸν τόπον ἤχθησαν οὗ κτείνεσθαι ἔμελλον, οἱ μὲν δήμιοι ἔργου εἴχοντο,