Ancient Greek
Book 2, Chapter 10
Sozomenus, Historia ecclesiastica 2.10.5
Not analysed yet
ὑπὲρ Θεοῦ ἑλέσθαι ἀποθανεῖν. Τοιαῦτα Συμεώνου διεξιόντος, οἷα παιδοτρίβου παρακελευομένου ἐν τοῖς ἀγῶσιν ὃν χρὴ τρόπον ἐλθεῖν, ἕκαστος ἐπαΐων προθύμως πρὸς τὴν σφαγὴν ἐχώρει. Ἐπεὶ δὲ τοὺς ἑκατὸν διῆλθεν ὁ δήμιος, τελευταῖον καὶ αὐτὸν Συμεώνην ἔκτεινε, καὶ Ἀβεδεχαλάαν καὶ Ἀναννίαν. Ἀμφότεροι δὲ, γηραλέοι πρεσβύτεροι τῆς ὑπ’ αὐτὸν ἐκκλησίας, ἅμα αὐτῷ συνελήφθησαν, καὶ ἐν δεσμοῖς ἦσαν.