Ancient Greek
2.12.3 to 2.12.4
Sozomenus, Historia ecclesiastica 2.12.3-4
Not analysed yet
ἐποίησαν. Λέγεται δὲ Ταρβούλαν ταύτην εὐπρεπῆ καὶ μάλα καλὴν τὸ εἶδος γενέσθαι: ἐρασθῆναι δὲ αὐτῆς τινὰ τῶν Μάγων, καὶ περὶ τῆς συνουσίας λάθρα προσπέμψασθαι, μισθὸν ἐπαγγειλάμενον, εἰ πεισθείη, σωτηρίαν αὐτῇ καὶ ταῖς συνούσαις. Τὴν δὲ μήτε ἀσελγοῦς ἀκοῆς ἀνασχομένην, ἐξυβρίσαι μὲν αὐτοῖς καὶ ἀκολασίαν ὀνειδίσαι: προθυμότατα δὲ μᾶλλον ἑλέσθαι ἀποθανεῖν, ἢ τὴν παρθενίαν προδοῦναι. Κρατήσαντος δὲ κατὰ τὴν Σαβώρου πρόσταξιν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, τοὺς ἄλλους ἐᾷν, μόνους δὲ συλλαμβάνεσθαι τοὺς ἱερέας καὶ τοὺς ὑφηγητὰς τοῦ δόγματος, περιϊόντες Μάγοι τε καὶ ἀρχιμάγοι ἀνὰ τὴν Περσῶν γῆν, ἐπιμελῶς ἐκακούργουν τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους, μάλιστα δὲ κατὰ τὴν Ἀδιαβηνῶν χώραν: κλίμα δὲ τοῦτο Περσικὸν, ὡς ἐπίπαν χριστιάνιζον.