Ancient Greek
Book 2, Chapter 13
Sozomenus, Historia ecclesiastica 2.13.7
Not analysed yet
Ἐπίσκοποι δὲ ὧν ἐπυθόμην Βαρβασύμης καὶ Παῦλος καὶ Γαδδιάβης καὶ Σαβῖνος καὶ Μαρέας καὶ Μώκιος καὶ Ἰωάννης καὶ Ὁρμίσδας, Πάπας τε καὶ Ἰάκωβος, καὶ Ῥώμας καὶ Μαάρης καὶ Ἄγας καὶ Βόχρης καὶ Ἀβδᾶς καὶ Ἀβδιησοῦς, Ἰωάννης τε καὶ Ἀβράμιος, καὶ Ἀγδελᾶς καὶ Σαβώρης καὶ Ἰσαὰκ, καὶ Δαῦσας, ὃς αἰχμάλωτος ἦν γενόμενος ὑπὸ Περσῶν ἀπὸ Ζαβδαίου, χωρίου ὧδε προσαγορευομένου, κατ̓ ἐκεῖνο δὲ καιροῦ ὑπὲρ τοῦ δόγματος τέθνηκεν, ἅμα Μαρεάβδῃ χωρεπισκόπῳ, καὶ κληρικοῖς τοῖς ὑπ’ αὐτὸν, ἀμφὶ διακοσίοις πεντήκοντα, οἳ παρὰ Περσῶν αἰχμάλωτοι συνελήφθησαν.