Ancient Greek · ~2 min
Book 2, Chapter 15
Sozomenus, Historia ecclesiastica 2.15.2
Not analysed yet
ἀπέπεμψεν. Εὔκαιρον δὲ τότε νομίσας, παραθέσθαι Σαβώρῃ τοὺς ἐν Περσίδι Χριστιανοὺς, ἔγραψε πρὸς αὐτὸν, μεγίστην καὶ ἀνάγραπτον ἀεὶ χαρὶν ὁμολογῶν ἕξειν, εἰ φιλάνθρωπος γένοιτο περὶ τοὺς ὑπ’ αὐτὸν τὸ δόγμα τῶν Χριστιανῶν θαυμάζοντας. Ἐπεὶ καὶ τῷ τρόπῳ, φησὶ, τῆς θρησκείας οὐδὲν ἐγκαλεῖν ἐστὶν, εἴ γε μόναις εὐχαῖς ἀναιμάκτοις πρὸς ἱκεσίαν Θεοῦ ἀρκοῦνται. Οὐ γὰρ αὐτῷ φίλον αἱμάτων χύσις: μόνῃ δὲ χαίρει ψυχῇ καθαρᾷ, πρὸς ἀρετὴν καὶ εὐσέβειαν ὁρώσῃ: ὥς τε καὶ ἐπαινεῖν χρῆναι τοὺς ὧδε πιστεύοντας.