Ancient Greek
2.15.4 to 2.15.5
Sozomenus, Historia ecclesiastica 2.15.4-5
Not analysed yet
τῶν οἰκείων στρατευμάτων προηγούμενον, καὶ εὐχὴν καθαρὰν αἱμάτων καὶ ῥύπου. Ὁ δὲ Οὐαλλεριανὸς, ἐφ̓ ὅσον οὐκ ἐκακούργει τὰς ἐκκλησίας, εὐημερῶν διετέλει τὴν ἀρχήν: ἐπεὶ δὲ διωγμὸν ἐγείρειν ἐβουλεύσατο κατὰ τῶν Χριστιανῶν, θεία μῆνις ἐλάσασα αὐτὸν ὑπὸ Πέρσας ἐποίησε: παῤ ὧν αἰχμάλωτος ληφθεὶς, ἐλεεινῶς τὸν βίον κατέπαυσε. Τοιαῦτα Σαβώρῃ γράψας Κωνσταντῖνος, ἐπειρᾶτο πείθειν αὐτὸν εὐνοεῖν τῇ θρησκείᾳ. Πλείστῃ γὰρ ἐχρῆτο κηδεμονίᾳ περὶ τοὺς πανταχοῦ Χριστιανοὺς, Ῥωμαίους καὶ ἀλλοφύλους.