# Historia ecclesiastica 2.16.1-3

Sozomenus, Historia ecclesiastica, 2.16.1 to 2.16.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/2.16.1

Οὐ πολλῷ δὲ ὕστερον τῆς ἐν Νικαίᾳ συνόδου, Ἄρειος μὲν ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος, ἀνεκλήθη: Ἀλεξανδρείας δὲ ἔτι ἐπιβαίνειν κεκώλυτο. Ἀμέλει τοι ὕστερον ἡ εἰς Αἴγυπτον αὐτῷ κάθοδος ἐσπουδάσθη, ὡς ἐν καιρῷ λελέξεται. Οὐκ εἰς μακρὰν δὲ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον Εὐσέβιός τε ὁ Νικομηδείας, Ἀμφίωνα τὸν ἀντ̓ αὐτοῦ χειροτονηθέντα ἐκβαλὼν, καὶ Θεόγνιος δὲ ὁ Νικαίας, Χρῆστον. Ἀνεκλήθησαν δὲ, μετανοίας βιβλίον ὧδε ἔχον τοῖς ἐπισκόποις διδόντες: Ἤδη μὲν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, ὀφείλομεν σιωπᾷν τὰ κεκριμένα παρὰ τῆς εὐλαβείας ὑμῶν. Ἀλλ̓ ἐπειδὴ ἄτοπον καθ̓ ἑαυτῶν διδόναι τῶν συκοφαντούντων τὴν ἀπόδειξιν τῇ σιωπῇ, τούτου ἕνεκεν ἀναφέρομεν, ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν, καὶ τὴν ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης,

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
