Ancient Greek
2.17.5 to 2.17.6
Sozomenus, Historia ecclesiastica 2.17.5-6
Not analysed yet
Ἐγὼ δὲ πείθομαι τὸν ἄνδρα τοῦτον οὐκ ἀθεεὶ παρελθεῖν ἐπὶ τὴν ἀρχιερωσύνην, λέγειν τε καὶ νοεῖν ἱκανὸν, καὶ πρὸς ἐπιβουλὰς ἀντέχειν: οἵου μάλιστα ὁ κατ̓ αὐτὸν ἐδεῖτο καιρός. Ἐγένετο δὲ ἐκκλησιαστικὸς ὅτι μάλιστα, καὶ περὶ τὸ ἱερᾶσθαι ἐπιτηδειότατος, ἐκ νέου, ὡς εἰπεῖν, αὐτοδίδακτος τοιοῦτος φανείς. Ἀμέλει τοι οὔπω προσήβῳ γενομένῳ, τόδε φασὶν ἐπ’ αὐτῷ συμβεβηκέναι. Δημοτελῆ καὶ σφόδρα λαμπρὰν πανήγυριν εἰσέτι νῦν ἄγουσιν Ἀλεξανδρεῖς, τὴν ἐτησίαν ἡμέραν τῆς μαρτυρίας Πέτρου τοῦ γενομένου παῤ αὐτοῖς ἐπισκόπου. Ταύτην τε ἐπιτελῶν Ἀλέξανδρος, ὁ τότε τῆς ἐκκλησίας ἡγούμενος, ἤδη τὴν λειτουργίαν πληρώσας, περιέμενε τοὺς ἅμα αὐτῷ μέλλοντας ἀριστᾷν.